Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας.

ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·

τυφλώττει γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὴν τοῦ συμφέροντος ὄντως αἴσθησιν εἰκασίᾳ καὶ στοχασμῷ μᾶλλον ἢ ἐπιστήμῃ χρῆσθαι δυνάμενος.

Εὐθὺς γοῦν οὐκ εἰς μακρὰν ὁ σωτὴρ καὶ εὐεργέτης εἶναι νομισθεὶς καί τινας ἀγαθῶν πηγὰς νέας ἐπομβρήσειν Ἀσίᾳ τε καὶ Εὐρώπῃ πρὸς εὐδαιμονίαν ἀκαθαίρετον, ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ, τὸ λεγόμενον δὴ τοῦτο "ἀφ’ ἱερᾶς“ ἤρξατο μεταβαλὼν πρὸς τὸ ἀτίθασον, μᾶλλον δὲ ἣν συνεσκίαζεν ἀγριότητα τῷ πλάσματι τῆς ὑποκρίσεως [*](3 ἣν transp. Α 4 λοφᾶν C 5 συνήσθηντο M, ἤσθοντο Α 8 ἐτρέπετο M 10 τοσαύτην MGAH (Mang.): τοσαύτης CO (Tuni.) χώρας μιᾶς transp. H (v) 10. 11 σωτηρίᾳ καὶ om. Α 11 ὅσον Α; ὡς ἦν Mang. τῆς οἰκουμένης συμπάσης transp. Α 11. 12 καὶ παραλαβόντι A (Mang.): καίπερ ἀλύοντος ceteri (Turn.) 12 ῥωσθέντι Α (Mang.): ῥωσθέντος ceteri (Turn.) γὰρ om. Α 14 tert. καὶ om. H (Turn.) ὑπωρειῶν OMAH (Mang.): ὑπωριῶν G, ὑποριῶν C; ὐπορειῶν Turn. 1.5 καὶ ante εἰσοικίζεσθαι add. M 16 ἀγελάρχη CGOMA (Mang.): ἀγελάρχῳ Η (Turn.) ἡμετέρας C ἐγεγήθεσαν CGO: ἐγεγήθεισαν ceteri (v) 17 ἀνθρώπειος H (v) 18 αἴσθησιν ΑΗ (v) : αἴρεσιν CGOM εἰκασία CGOMA (Mang.): εἰκασμῷ H (Turn.) 20 οὑν MA 6 om. Mang. εἶναι om. Α 21 νομιζόμενος Α νέας om. ML ἐπομβρίσειν CO, ἐπομβρύσειν G, ἐπεμβρήσειν M 23 ἀφ’ ἱερὰς codd.: ἀφ’ ἑστίας 23. 24 ἀτίθασσον Α (v)) [*](1—3 DK fol. 77r Φῶνος ἐκ τῆς πρὸς Γάιον πρεσβύτερον DP fol. IQv Φίλωνος ἐκ τοῦ πρό Γάιον DL fol. 61v Φίλωνος ἐκ τοῦ πρός Γάιον DR fol. 32r DL fol. 36v DV p. 359 Φίλωνος: to πόσα καὶ ἡλίκα — φύεται· λιμός, πόλεμος, δῃώσεις (λέωσις DP) χωρίων δῃώσεις χωρίων om. DR), στέρησις χρημάτων, ἀπαγωγαί (vel ἀπαγωγή), οἱ περὶ — φόβοι. 5. 6 DK fol. 275r Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας DV p. 711 Φίλωνος: φήμης οὐδέν ὠκύτερον.)

v.6.p.160
ἀναφήνας.

τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον — ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου — κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει.

καὶ ὥς γέ φασί τινες, εἰ βραχὺν ἐπεβίω χρόνον Τιβέριος, ὁ μὲν ἂν ἐκποδὼν ἐγεγένητο Γάιος, δι’ ὑποψιῶν κεχωρηκὼς ἀνηκέστων, ὁ δὲ γνήσιος υἱωνὸς μόνος ἀπεδέδεικτο ἡγεμὼν καὶ κληρονόμος τῆς παππῴας ἀρχῆς.

ἀλλ’ ὁ μὲν ὑπὸ τῆς εἱμαρμένης ἔφθη συναρπασθείς, πρὶν ἐπὶ τέλος ἀγαγεῖν τὰ βουλεύματα· Γάιος δὲ τὴν ἐκ τοῦ παραβαίνειν τὰ πρὸς τὸν κοινωνὸν δίκαια διαβολὴν ἐνόμιζεν ἀποδράσεσθαι καταστρατηγῶν.

τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει „βούλομαι μὲν“ ἔφη „τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν.

ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ“ ἔφη "παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη