Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.

ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας.

οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, [*](1 τοῦ ante Τιβερίου add. Α (Mang.), om. ceteri (Turn.) 2 θαλάσσης CGO: θαλάττης ceteri (v) 3 καὶ om. M ἡρμοσμένον Turn. 5 δ’ CGA: δὲ ceteri (v) στρατιωκοῦ C 6 τὸ στρατευόμενον συμφρονήσαντος CGOMAH (coni. Mang.): συμφωνήσαντος L (v) 7 μετουσίαν καὶ] θαυμασίαν A τῆς] τῆς δέ Α, τῆς τε Mang. 8 ὑποφυοῦς M τἀγαθὰ CAL (Turn.): τὰ ἀγαθά ceteri (Mang.) 9 κεκληροωομηθέντα Η 11 προκόσμημα Mang.: προβόσκημα codd. (v) 12 ναυτικὰς ἱππικὰς transp. A προσώδους C 13 ἀενάω CG: ἀεννάῳ MH (v), ἀεννάων OA φορὰ τινι transp. Α χορηγούμενον GO, alt. ν in i corr. vid. C 14 ἄν τις om. M εἴποι post τις add. Η1, expunxit H2 16 παρθυηνὴν CG (πκρθυή νην H, mavult Mang.): παρθοκὴν M, παρθικὴν OA; Παρθυὴν v 17 σκηθῶν M ἐξηγρίωνται Α 19 pr. τ᾿ A ὠκενοῦ C ὕπερ (sic) ὠκεανὸν C 20 ἐγεγήθει] ἐγενήθη CGO τ᾿ A εὐρωπέα CGL CGL 21 ἐπ᾿] ὑπ᾿ Α γεναμένων G ἠγάσθησαν] ἠγαλλιάσθησαν coni. Mang. 22 ἐπελπίζοντες G 23 ἡδῆ om. M καὶ ἐφεδρευούσης coni. Mang. 2.5 ἐστεφανομενους G)

v.6.p.158
ἐκεχειρίας, παντοίας ἡδονὰς διὰ πάσης αἰσθήσεως.

τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο.

τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ.

Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων — ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί — μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.

τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως [*](4 ποιητὰς 5 διά τε C (Mang.): διὰ δέ GO, διὰ ceteri (Turn.) τό τ’ A 6 ἰὲ ante ὁμοῦ add. M πανδ ίμους (o eras.) C 7 ἄπαυστοι] ἀδίάστατοι coni. Mantr. ἐγίνοντο Α 8 δ’ Α νόσος (alt. ex ω) C 9 ὅτ’ MA εὐκολοτέραν L (v) 10 ὀψοφαγίαι CGOMA (prob. Mang.): ὀψοφαγία Η (v) 13 ὅσ᾿ Α τε post ψυχῆς add. Α 14 δεσμῶν] θεσμῶν coni. Mang. δ’ A ἐγκρατείας] σωφροσύνης A 1.5 ὑγίεια M δ’ Α 16 πλωΐμων M, προΐμων L 18 ἁπανταχόθεν MH (Tuni.) 19 ἐπανιοῦσιν L τοῦ] τό C ξένῃ Turn. ἐστίν H (v) 21 οἰκία καὶ om. MA ἡ ante πόλις add. A γεγένητο CGOMH: ἐγένετο Α (Mang.): ἐγεγένητο Turn. λύπῃ] φήμη Α τῆ 23 χρησάμενα] χρήματα Α 24 αὐτὸ Turn. (v): αὐτῶ codd. 25 ψυχικῆς codd. (Turn.): ψυχῆς Ven. 41 (Mang.) εὐσθενείας] εὐθηνίας Α (prob. Mang.)) [*](14. 15 Flor. Laur. nr. 13 ἐγκρατείας τὰ ἐπίχειρα ὑγεία — νόσος. DB. fol. 217 Φίλωνος Mel. Barocc. fol. 134r τοῦ Φῶνος Maximi nonnulli codd. EcL cap. 27 Antou. Mel. I 38 Col. 908 (et 39 Col. 913) Φίλωνος: ἐγκρατείας μὲν ἴδιον ὑγίεια καὶ ἰσχύς — θανάτω (= Tischendorf, Philonea p. 155).)

v.6.p.159
ἀγαθῶν.

ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον.

ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο — φήμης γὰρ οὐδὲν ὠκύτερον —, καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι.