Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἦν δὲ σχεδὸν τοῦτο ἐπιτομή τις ἱκετείας μακροτέρας, ἣν ἐπεπόμφειμεν πρὸ ὀλίγου δι’ Ἀγρίππα τοῦ βασιλέως· ἐκ τύχης γὰρ ἐπεδήμησε τῇ πόλει μέλλων εἰς Συρίαν κατὰ [*](1 ὑπισχνεῖται Α φωλεύοντα CGO 2 μόνους] νόμους G ἠσθώμεθα C 4 τιθασσεῦσαι Α (v) 5 pr. καὶ om. v συνεσφαίριζε] συνεσφαίριζε] CO, corr. G 6 συνελούετο] συνεβουλεύετο A τὴν] τῶ 7 τοῦ om. A κοιμιστοῦ Ο ἄχρι σωματοφύλακος MH 8 μόνος CGO: μόνας ceteri 9 διαφειδομένας M, διαφθειρομένων Ο 10 μάλιστ’ Α δ’ Α τοῖς] τῷ coni. Cohn 11 κABBREVινῆ (o eras.) C; κινῆν (sic) Turn. ἡμᾶς CA: ἡμῖν GOMH γὰρ om. A 13 πρῶτον καὶ μόνον transp. H (v) δὴ] δὲ δὴ coni. Mang. κάλον CG, corr. 15 οὐριοδετομῶν A ἐπ’ ἄλλαις CA: ἐπ’ ἀλλήλαις GOMH τοῦ] Γαίου conicio 17 μνήμην Α (Mang.): γνώμην ceteri (Turn.) 18 δὲ] οὑν A (Mang.) 19 τὸν] τῶν Α ἐξευμενίσασθαι] ἐξιλεώσασθαι 19. 20 εὑρίσκομεν OH 20 pr. μήτε] μήτ’ A 22 εἴ τις A, ἥτις GO 23 δὲ ante τὸν add. M 24 περὶ] κατὰ M εἰάσαμεν om. Α δ’ A 26 τ’ A ἐπιτίμη M 27 μακροτέρα CGO πρό ὀλίγου sine causa suspectum dicit Mang. διὰ γρίππου G, δι’ ἀγρίππου O)

v.6.p.189
τὴν δοθεῖσαν αὐτῷ βασιλείαν ἀπαίρειν.

* * * ἐλελήθειμεν δὲ ἄρα ἔτι ἀπατῶντες ἑαυτούς· καὶ γὰρ πρότερον, ὅτε εὐθὺς ἠρξάμεθα πλεῖν οἰόμενοι πρὸς κριτὴν ἀφίξεσθαι τευξόμενοι τῶν δικαίων. ὁ δὲ ἦν ἐχθρὸς ἄσπονδος, δελεάζων ὅσα τῷ δοκεῖν φαιδρῷ τῷ βλέμματι καὶ ἱλαρωτέραις ταῖς προσρήσεσι.

δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον — ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων — ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας „αὐτὸς“ ἔφη „τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας“, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις.

ἐγὼ δὲ φρονεῖν τι δοκῶν περιττότερον καὶ δι’ ἡλικίαν καὶ τὴν ἄλλην παιδείαν εὐλαβέστερος ἤμην ἐφ’ οἷς ἔχαιρον οἱ ἄλλοι. „διὰ τί γάρ“ ἔφασκον ἀνακινῶν τὸν ἐμαυτοῦ λογισμόν, „τοσούτων ὄντων πρεσβευτῶν σχεδὸν ἀπὸ πάσης γῆς ἀφιγμένων, ἡμῶν εἶπε τότε μόνων ἀκούσεσθαι; τί βουλόμενος; οὐ γὰρ ἠγνόει γε ὄντας Ἰουδαίους, οἷς ἀγαπητὸν τὸ μὴ ἐλαττοῦσθαι.

τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος.“

Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος — οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν —, ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει.

ἀφίγμεθα μὲν γὰρ ἀπὸ Ῥώμης εἰς Δικαιάρχειαν ἐπακολουθοῦντες Γαΐῳ· κατεληλύθει δὲ ἐπὶ θάλατταν καὶ διέτριβε περὶ τὸν κόλπον, ἀμείβων τὰς ἰδίας ἐπαύλεις πολλὰς καὶ πολυτελῶς [*](1 ἐλελύθειμεν M lacunam statuit Cohn ἄρα ἔτι Turn. (v): ἄρα CGOMA, ἔτι H 2 ὅτε CH, ὅτε corr. vid. in οὔτε Ο: ὅτ’ A, οὔτε GM 3 κρῖ (sic) M τευξόμεθα (sic) G 4 ταῖς om. CGO 5 προσρήσεσιν L δεξάμενος O τιβέριν 2 τὸ] τῶ 0, om. A 6 δ’ MA 8 ὅμιλος A ὄνομα om. G 10 ἤδη om. A 10. 11 ἐπιπολεοῖς C; ἐπιβολαῖς Turn. 11 φαντασίας G (Turn.) δοκῶ A 12 ἤμην] corr. ex ἡμῖν H2; ῆν coni. Cohn 14 πρεσβευτῶν CGO: πρέσβεων ceteri σχεδῶν C ἀ (??) φιγμένων C εἶπεν CL 15 μόνων CA: μόνον ceteri 16 τὸ δὲ] τότε Turn. 17 μᾶνίς] μαγείας vel μαγγανείας coni. Matthaei 19 ὑπέχετο Η 20 τῶ C 21 ἡμῶν δὲ] τῶν δὲ ἤτοι ἡμῶν H 23 ἀνίαν Mang. (Dahl): ἄνοιαν CGOMH, ἄγνοιαν A (v) ; ἀπορίαν conicio στέγοντος Mang. (Dahl): στένοντος codd. (v) 24 ἀσφαλὲς ἢν CGO: ἢν ἀσφαλὲς ceteri ἑτέρως C, ἑτέρω GO 25 καὶ ἀπροσδόκητον coni. Mang. ἀπροδόκητον 26 συλήβδην M μέν CGO: om. ccteri 27 δικαιάρχειαν C2MH: δικατάρχιαν C1GO, δικαίαρχον A δ’ Α 28 διέτριβεν G)

v.6.p.190
ἠσκημένας.

φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως — ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν — προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών — πλησίον γὰρ ἦσάν τινες — „ἠκούσατε“ ἔφη „τὰ καινά;“ καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης.

καὶ πάλιν ἀρξάμενος δεύτερον ἐπεσχέθη καὶ τρίτον. ἅπερ ὁρῶντες ἡμεῖς ἐπτοήμεθα καὶ παρεκαλοῦμεν μηνῦσαι τὸ πρᾶγμα, οὗ χάριν ἐλθεῖν ἔφασκεν· „οὐ γὰρ ἕνεκα τοῦ διὰ μαρτύρων κλαίειν· εἰ δὲ ἄξια δακρύων ἐστί, μὴ μόνος ἀπόλαυε τῆς λύπης· ἐθάδες γεγόναμεν ἤδη κακοπραγιῶν.“

ὁ δὲ μόλις μὲν ἀναλύζων δὲ ὅμως κεκομμένῳ τῷ πνεύματί φησιν· „οἴχεται ἡμῶν τὸ ἱερόν· ἀνδριάντα κολοσσιαῖον ἐσωτάτω τῶν ἀδύτων ἀνατεθῆναι Γάιος προσέταξε Διὸς ἐπίκλησιν αὐτοῦ.“

θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων — ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων —, ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας.

ἔπειτα συγκλεισάμενοι πάντες ἀθρόοι ἰδίας ὁμοῦ καὶ κοινὰς τύχας ἐθρηνοῦμεν καὶ οἷα ὑπέβαλλεν ὁ νοῦς διεξῇμεν — λαλίστατον γὰρ ἄνθρωπος ἀτυχῶν —· ἀγωνιάσωμεν ὑπὲρ τοῦ μὴ εἰς ἅπαν ταῖς ἀνιάτοις παρανομίαις ἀφεθῆναι. χειμῶνος μέσου διεπλεύσαμεν ἀγνοοῦντες, ὅσος χειμὼν ἔφεδρός ἐστιν ὁ κατὰ γῆν ἀργαλεώτερος πολλῷ τοῦ κατὰ θάλατταν· τοῦ μὲν γὰρ ἡ φύσις αἰτία διακρίνουσα τοὺς ἐτησίους καιρούς, φύσις δὲ σωτήριον· ἐκείνου δὲ ἄνθρωπος οὐδὲν φρονῶν ἀνθρώπινον, νέος καὶ [*](1 φορτίζουσι G 2 κεκλήσεσθαι Α τι om. CGO (Turn.) ; τε Dahl 4 κενά L (Turn.) 5 ἀπεσχέθη M 8 δ’ Α ἐστὶν C, εἰσὶ 9 ἐθάδες] ἐνθάδε LD 10 ἀναλύζων GH : ἀναβλύζων A, ἀνολύζων COM 11 ἀνδριάντι A ἐσωτάτω CO: ἑστῶτα G, εἴσω ceteri; εἰσωτάτω v 12 προσέταξεν C Διὸς] δοὺς Α 13 πεπηγότων Η: πεπληγότων ceteri ὑπ’ CA: ὑπὸ OMH, ὑπὲρ G προελθεῖν Τurn. (v): προσελθεῖν codd. (coni. Mang.) 14 ὀλιγαδρανοῦντες H1, corr. Η2, ὀλιδρανοῦντες A παραρρέοντες αὑτοῖς Η2: αὐτοῖς CGOMH1, αὐτῶν Α; αὑτοὺς coni. Mang. ὡ ϊ 15 τόνων] ὄγκων Α 16 ὀδύνας Α, ὀδύνας OH καὶ ante ἔπειτα add. CGO (v) συγκλεισάμενοι] συναλισάμενοι coni. Matthaei 17 ὑπέλαβεν A; ὑπέβαλεν v διεξῇμεν Cohn: διέξιμεν codd.; διέξειμεν v 18 ἀγωνιάσωμεν CGOMA: ἀγωνισάμενος Η1, ἀγωνιζόμενος H2L; ἀγωνιαζόμενοι (v) interpunctione mutata antecedentibus adiunxit Mang. εἰς ἅπαν ταῖς OH2L: εἰς ἅπαντας (vel εἰς ἅπαν τὰς) CGMAH1; εἰς ἅπαντας ταῖς v, εἰς ἅπαν τὰς coni. Mang., ἡμᾶς ἅπαντας ταῖς coni. Dahl (εἰς ἅπαντα ταῖς in ἀνιάτοις (sive ἀνηκέστοις sive ἀκολάστοις coni.) Dahl: ἐν αὐτοῖς codd. (v) ; ἐν ἀσπὶς vel ἀνηκέστους coni. Mang. 19 παρανομίας Α (coni. Mang.) δὲ ante μέσου add. H2L 20 ἀργαλαιότερος G 21 διακρίνουσα C (Mang.): διακρίνασα ceteri (Tum.) 22 ἐκείνου AH2L (Mang.): ἐκείνους COME1 (Turn.), ἐκεῖνος G σωτήριος G οὐδὲ Η1 corr. H2, μηδὲν Α) [*](17. 18 DK fol. 178r ἐκ τῆς αὐτῆς: λαλίστατον ἄνθρωπος ἀτυχῶν. praecedit Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: ἐνθάδε γεγόναμεν κακοπραγιῶν (lin. 9).)

v.6.p.191
νεωτεροποιὸς ἀνημμένος τὴν ἐφ’ ἅπασιν ἀνυπεύθυνον ἀρχήν· νεότης δὲ μετ’ ἐξουσίας αὐτοκρατοῦς ὁρμαῖς ἀκαθέκτοις χρωμένη κακὸν δύσμαχον.

ἐξέσται δὲ προσελθεῖν ἢ διᾶραι τὸ στόμα περὶ προσευχῶν τῷ λυμεῶνι τοῦ πανιέρου; δῆλον γὰρ ὡς οὐ φροντιεῖ τῶν ἀφανεστέρων καὶ τιμῆς ἐλάττονος ἠξιωμένων ὁ τὸν περισημότατον καὶ ἐπιφανέστατον νεών, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀποβλέπουσιν ἡλίου τρόπον πανταχόσε λάμποντα, καθυβρίζων.