Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι.
τότε μὲν οὖν οὐδεμιᾶς ἐτύγχανε προνομίας, ὅσα μειρακιώδη χαριεντίσματα Τιβερίου διαμεμισηκότος, ἐπειδὴ πρὸς τὸ σεμνότερόν τε καὶ αὐστηρότερον σχεδὸν ἐκ πρώτης ἡλικίας ἐπικλινῶς εἶχεν.
ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι „σός“ εἶπε „νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν [*](1 φέροντες Α ἐστὶν C σεμνὸν] ἄσεμνον sive συχνὸν coni. Matthaei 1. 2 παρ’ αὐτοῖς σεμνὸν transp. A 2 ἰοβόλοις ἀσπίσι καὶ ἴβεσι transponenda vid. Mang. 3 αὐτῆς CO: αὐτοῖς ceteri θηρίων αὐτῆς transponendum vid. Mang. (Dahl) νοί ὥστ’ Α 7 δέ] δὲ καὶ A (Mang.) ὑπελάμβανεν L θαυμάζεσθαι M παρ’ ] τοῖς Α; παρά Mang. 8. 9 ἐχρῶντο — ὀνόμασιν om. A 11 αὑτὸν] αὐτὸν codd. (v) 12 ἀπὸ τῶν ἀλεξανδρέων A 13 γὰρ] μὲν γὰρ M (Mang.) ἀνάγνωστον G αὐτῶ τοῦτο transp. καὶ Α (Mang.): om. ceteri (Turn.) 14 ἀηδεστάτη H1, corr. H2 17 πονηροῦ coni. Cohn coll. Dem. XXV 48 σπέρματα] θηρία coni. Mang., θρέμματα Matthaei 17. 18 κροκωδείλων (o ex a) C 20 ἑλίκων C (v) 23 οὑν om. Η μειρακειώδη C 24 μεμισηκότος A τε om. CGO 25 ἐπειδὴ δ’ Α ἐτελεύτησεν C 27 ἐπιχαλῶντι CGOAH (mavult Mang.): ἐπικαλοῦντι M (v) εἶπεν CA νῦν οm. Α 28 ἑλίκων C (v) ἐπέγειραι CG σαυτόν] δὲ αὐτόν A ἔχειν Α)
ἐὰν ἔτι κέντρον ἐγκαταμίξῃς τοῖς τωθασμοῖς ὑποκακόηθες, ὡς μὴ γέλωτα κινεῖν μόνον ἀλλὰ καὶ πικρίαν ἐκ τοῦ καχυπόνου, τὸν δεσπότην ὅλον ἥρπακας εὐφυῶς διακείμενον πρὸς ἀκρόασιν τῶν μετὰ χλεύης ἐγκλημάτων· ἀναπέπταται γὰρ αὐτοῦ, ὡς οἶδας, τὰ ὦτα καὶ ἀνωρθίασται πρὸς τοὺς ἐπιτετηδευκότας συνυφαίνειν τὸ βλασφημεῖν τῷ συκοφαντεῖν.
ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα.“
τούτοις τοῖς παραλόγοις καὶ ἐπαράτοις λογισμοῖς ἐπάρας καὶ συγκροτήσας ἑαυτὸν συνεῖχε καὶ περιεῖπε τὸν Γάιον, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν.
φασὶ δὲ ὅτι καὶ τῶν Ἀλεξανδρέων οἱ πρέσβεις εὖ τοῦτο εἰδότες ἀφανῶς ἐμεμίσθωντο αὐτὸν μεγάλοις μισθοῖς, οὐ διὰ χρημάτων μόνον ἀλλὰ καὶ τῶν ἐπὶ τιμαῖς ἐλπίδων, ἃς ὑπέσπειραν αὐτῷ παρέξειν οὐκ εἰς μακράν, ἐπειδὰν ἀφίκηται Γάιος εἰς Ἀλεξάνδρειαν.
ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης — οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν — ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα [*](1 τῶν OA εὔθικτος Turn. (v): εὔθηκτος codd. σκόπτειν G, ὡς σκώπτειν 2 χαριεντίζειν δύνασθαι 4 τό om. C στωμύλιον A ἔτι Turn.: ἔτι CGOMH, οὖν τι A (Mang.) 5 ὑποκακόηθες Turn. (v): ὑπὸ κακοήθη CGOMH1, ὑπὸ κακοηθείας AH2L 6 καχυπόνου] κακόνου coni. Mang., καχυπόπτου Wendl. 7 μετὰ] κατά G 8 αὐτῶ L 9 τὸ] τῶ A τῶ CH: τό GOA, καὶ M μὴ om. Α 9. 10 περισσοτέρας M 10 κατὰ om. Mang. διαβολὰς (vel καταβοὰς coni.) Mang.: καταβολὰς codd. (v) ρ 11 ἀνετράφης C ἐδιδάχθης Α 12 γλωσσαργοτάτου CGMH1: γλωσσαλγοτάτου A, γλωσσαλγοτάτου OH2L (v) 13 παθήματα M 15 ἀφιστάμενον A ἶνα om. V 16 καταχρῆται codd.: κατεχρῆτο v 17 κινῶν τὰς] κινώντας C 17. 18 τιτρώσκουσιν GO 18 οὔθ’ A ὡμολόγει οὔτε om. C οὔθ᾿ A 19 ἡδύνατο AH δὲ] τε GO 20 ἐπιγεγραμμένων Matthaei: ἀπογεγραμμένων codd. (v) 21 δ’ Α ἀφανῶς] ἐμφανῶς Ven. 41 (prob. Mang.) 22 ἐμισθοῦντο A 26 συνεισβαλεῖ Turn. (v): συνεισβάλλει codd. 27 ὅσων G ἀναστὰς Α 28 ἐνδοξοτάτου H)
μέχρι μὲν οὖν τινος τὸν ἐμφωλεύοντα ἔνδον πολέμιον ἀγνοοῦντες ἐφυλαττόμεθα τοὺς ἔξω μόνους· ἐπεὶ δὲ ᾐσθόμεθα, διηρευνῶμεν περιβλεπόμενοι πάσας ὁδούς, εἴ πως δυνησόμεθα μαλθάξαι καὶ τιθασεῦσαι τὸν ἄνθρωπον ἐξ ἅπαντος τρόπου καὶ τόπου βάλλοντα καὶ τοξεύοντα ἡμᾶς εὐσκόπως.
καὶ συνεσφαίριζε γὰρ καὶ συνεγυμνάζετο καὶ συνελούετο καὶ συνηρίστα καὶ μέλλοντι κοιμᾶσθαι παρῆν Γαΐῳ, τὴν τοῦ κατακοιμιστοῦ καὶ κατ’ οἰκίαν ἀρχισωματοφύλακος τεταγμένος τάξιν, ὅση μηδενὶ προσῆν ἄλλῳ, ὡς μόνος ἔχειν εὐκαιρούσας καὶ σχολαζούσας ἀκοὰς αὐτοκράτορος τῶν ἔξω διαφειμένας θορύβων εἰς ἀκρόασιν ὧν μάλιστα ἐπόθει.
διασυρμοὶ δὲ ἦσαν ἀνακεκραμένοι κατηγορίαις, ἵνα τοῖς μὲν ἡδονὰς κινῇ, ἡμᾶς δὲ τὰ μέγιστα βλάπτῃ· τὸ μὲν γὰρ προηγούμενον ἔργον εἶναι δοκοῦν, ὁ διασυρμός, πάρεργον ἦν αὐτῷ, τὸ δὲ φαινόμενον πάρεργον, αἱ κατηγορίαι, μόνον καὶ πρῶτον ἔργον.
πάντα δὴ κάλων ἀνασείων, ὡς οἱ πνεῦμα δεξιὸν κατ’ οἰάκων ἔχοντες, ἐφέρετο πλησίστιος οὐριοδρομῶν, ἄλλας ἐπ’ ἄλλαις συντιθεὶς καὶ συνείρων αἰτίας. τοῦ δὲ ἐνετυποῦτο ἡ διάνοια παγιώτερον, ὡς ἄληστον εἶναι τὴν τῶν ἐγκλημάτων μνήμην.
Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν.