Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν.
ἧς ἄπειρος ὢν Γάιος ὑπελάμβανε τῷ ὄντι νομίζεσθαι παρ’ Ἀλεξανδρεῦσι θεός, ἐπειδήπερ οὐ πλαγίως ἀλλ’ ἄντικρυς ἅπασιν ἐχρῶντο κατακόρως τοῖς ὀνόμασιν, ὅσα τοῖς ἄλλοις ἔθος ἐπιφημίζεσθαι θεοῖς.
εἶτα καὶ τὴν περὶ τὰς προσευχὰς νεωτεροποιίαν ἀπὸ καθαροῦ τοῦ συνειδότος καὶ τῆς εἰς αὑτὸν ἀκραιφνοῦς τιμῆς ᾤετο γεγενῆσθαι, τῇ μὲν ταῖς ὑπομνηματικαῖς ἐφημερίσιν, ἃς ἀπὸ τῆς Ἀλεξανδρείας διεπέμποντό τινες, προσέχων — ἥδιστον γὰρ ἦν ἀνάγνωσμα τοῦτο αὐτῷ, ὡς καὶ τὰ τῶν ἄλλων συγγραφέων καὶ ποιητῶν ἀηδέστατα συγκρίσει τῆς ἐν τούτοις χάριτος νομίζεσθαι —, τῇ δὲ καὶ δι’ ἐνίους οἰκέτας τοὺς τωθάζοντας ἀεὶ καὶ χλευάζοντας σὺν αὐτῷ.
Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι.
τότε μὲν οὖν οὐδεμιᾶς ἐτύγχανε προνομίας, ὅσα μειρακιώδη χαριεντίσματα Τιβερίου διαμεμισηκότος, ἐπειδὴ πρὸς τὸ σεμνότερόν τε καὶ αὐστηρότερον σχεδὸν ἐκ πρώτης ἡλικίας ἐπικλινῶς εἶχεν.
ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι „σός“ εἶπε „νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν [*](1 φέροντες Α ἐστὶν C σεμνὸν] ἄσεμνον sive συχνὸν coni. Matthaei 1. 2 παρ’ αὐτοῖς σεμνὸν transp. A 2 ἰοβόλοις ἀσπίσι καὶ ἴβεσι transponenda vid. Mang. 3 αὐτῆς CO: αὐτοῖς ceteri θηρίων αὐτῆς transponendum vid. Mang. (Dahl) νοί ὥστ’ Α 7 δέ] δὲ καὶ A (Mang.) ὑπελάμβανεν L θαυμάζεσθαι M παρ’ ] τοῖς Α; παρά Mang. 8. 9 ἐχρῶντο — ὀνόμασιν om. A 11 αὑτὸν] αὐτὸν codd. (v) 12 ἀπὸ τῶν ἀλεξανδρέων A 13 γὰρ] μὲν γὰρ M (Mang.) ἀνάγνωστον G αὐτῶ τοῦτο transp. καὶ Α (Mang.): om. ceteri (Turn.) 14 ἀηδεστάτη H1, corr. H2 17 πονηροῦ coni. Cohn coll. Dem. XXV 48 σπέρματα] θηρία coni. Mang., θρέμματα Matthaei 17. 18 κροκωδείλων (o ex a) C 20 ἑλίκων C (v) 23 οὑν om. Η μειρακειώδη C 24 μεμισηκότος A τε om. CGO 25 ἐπειδὴ δ’ Α ἐτελεύτησεν C 27 ἐπιχαλῶντι CGOAH (mavult Mang.): ἐπικαλοῦντι M (v) εἶπεν CA νῦν οm. Α 28 ἑλίκων C (v) ἐπέγειραι CG σαυτόν] δὲ αὐτόν A ἔχειν Α)
ἐὰν ἔτι κέντρον ἐγκαταμίξῃς τοῖς τωθασμοῖς ὑποκακόηθες, ὡς μὴ γέλωτα κινεῖν μόνον ἀλλὰ καὶ πικρίαν ἐκ τοῦ καχυπόνου, τὸν δεσπότην ὅλον ἥρπακας εὐφυῶς διακείμενον πρὸς ἀκρόασιν τῶν μετὰ χλεύης ἐγκλημάτων· ἀναπέπταται γὰρ αὐτοῦ, ὡς οἶδας, τὰ ὦτα καὶ ἀνωρθίασται πρὸς τοὺς ἐπιτετηδευκότας συνυφαίνειν τὸ βλασφημεῖν τῷ συκοφαντεῖν.
ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα.“
τούτοις τοῖς παραλόγοις καὶ ἐπαράτοις λογισμοῖς ἐπάρας καὶ συγκροτήσας ἑαυτὸν συνεῖχε καὶ περιεῖπε τὸν Γάιον, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν.