Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα.
πῶς οὖν ἀπεδέχετο τὴν πέραν τοῦ Τιβέρεως ποταμοῦ μεγάλην τῆς Ῥώμης ἀποτομήν, ἣν οὐκ ἠγνόει κατεχομένην καὶ οἰκουμένην πρὸς Ἰουδαίων; Ῥωμαῖοι δὲ ἦσαν οἱ πλείους ἀπελευθερωθέντες· αἰχμάλωτοι γὰρ ἀχθέντες εἰς Ἰταλίαν ὑπὸ τῶν κτησαμένων ἠλευθερώθησαν, οὐδὲν τῶν πατρίων παραχαράξαι βιασθέντες.
ἠπίστατο οὖν καὶ προσευχὰς ἔχοντας καὶ συνιόντας εἰς αὐτάς, καὶ μάλιστα ταῖς ἱεραῖς ἑβδόμαις, ὅτε δημοσίᾳ τὴν πάτριον παιδεύονται φιλοσοφίαν. ἠπίστατο καὶ χρήματα συνάγοντας ἀπὸ τῶν ἀπαρχῶν ἱερὰ καὶ πέμποντας εἰς Ἱεροσόλυμα διὰ τῶν τὰς θυσίας ἀναξόντων.
ἀλλ’ ὅμως οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας [*](1 ἐνεωτέρισαν καὶ A (Mang.): om. ceteri (Turn.) καθέκαστον] καθέστατον C; καθ’ ἕκαστα coni. Matthaei τὸ add. Matthaei: om. codd. (v) 2 ἡ τινα] εἶτα τινὰ Α (Mang.) ; εἶτα τίνα Dahl σεβαστὸν M παρέλειπον 3 ἐστέρησαν suspectum; ὑστέρησαν coni. Mang. (Matthaei), τιμῆς ἐστέρησαν 4 ᾔδεισαν (ἤδησαν Ο) codd. (v) 7 τυφοπλαστῶν CA (Turn. in append., prob. Mang.): τυφλοπλαστῶν GOMH (v) ἀλλὰ COA: ἀλλὰ καὶ GMH (v) ἑπόμενος] ἐπαιρόμενος coni. Mang. 8 ἢ M 9 δεθῆναι corruptum: οἰδηθῆναι coni. Mang., θεωθῆναι aut θειωθῆναι Matthaei, διαρθῆναι Cohn, ἐπαρθῆναι Wendl. μηδέποτ’ Α, δὲ μήποτε Μ; μὴ δεσπότην μήτε v, μηδέποτε δεσπότην (deleto subsequenti θεὸν) coni. Mang. 10 ἐθελῆσαι θεὸν ἑαυτὸν transp. Α κἀν] καὶ λέγοι CA: λέγοιτό GOMH (v) 11 ἀποδέχεσθαι] προσίεσθαι Α 12 τιβέρεως C: τιβέριος ceteri 13 ἣν deleri vult Mang. interrogandi signo post ἀπεδέχετο posito κατερχομένην M 14 δ’ AL 19 συνάγοντας M: συναγαγόντας ceteri (v) 20 ἀναγόντων (coni. Mang.), ἀναξάντων H ὅμως] 6 μὲν Α (Richt. Tauchn.) ; ὁ μὴν Mang. οὔτ’ Α 22 ἐφρόντιζον C: ἐφρόντιζεν ceteri (v) οὔτ’ A οὔτ’ A 23 ἐκώλυσεν Ο, ἐκώλησε M οὔτ’ A 24 ἀπερχομένοις CG μονονοὺ Η2, μοῦ H1 25 ἡμῖν Η ἐκόσμησεν C)
οὐ μὴν ἀλλὰ κἀν ταῖς μηνιαίοις τῆς πατρίδος διανομαῖς, ἀργύριον ἢ σῖτον ἐν μέρει παντὸς τοῦ δήμου λαμβάνοντος, οὐδέποτε τοὺς Ἰουδαίους ἠλάττωσε τῆς χάριτος, ἀλλ’ εἰ καὶ συνέβη τῆς ἱερᾶς ἑβδόμης ἐνεστώσης γενέσθαι τὴν διανομήν, ὅτε οὔτε λαμβάνειν οὔτε διδόναι ἢ συνόλως τι πράττειν τῶν κατὰ βίον καὶ μάλιστα τὸν ποριστὴν ἐφεῖται, προσετέτακτο τοῖς διανέμουσι ταμιεύειν τοῖς Ἰουδαίοις εἰς τὴν ὑστεραίαν τὴν κοινὴν φιλανθρωπίαν.
Τοιγαροῦν οἱ πανταχοῦ πάντες, εἰ καὶ φύσει διέκειντο πρὸς Ἰουδαίους οὐκ εὐμενῶς, εὐλαβῶς εἶχον ἐπὶ καθαιρέσει τινὸς τῶν Ἰουδαϊκῶν νομίμων προσάψασθαι· καὶ ἐπὶ Τιβερίου μέντοι τὸν αὐτὸν τρόπον, καίτοι τῶν ἐν Ἰταλίᾳ παρακινηθέντων, ἡνίκα Σηιανὸς ἐσκευώρει τὴν ἐπίθεσιν.
ἔγνω γάρ, εὐθέως ἔγνω μετὰ τὴν ἐκείνου τελευτήν, ὅτι τὰ κατηγορηθέντα τῶν ᾠκηκότων τὴν Ῥώμην Ἰουδαίων ψευδεῖς ἦσαν διαβολαί, πλάσματα Σηιανοῦ τὸ ἔθνος ἀναρπάσαι θέλοντος, ὅπερ ἢ μόνον ἢ μάλιστα ᾔδει βουλαῖς ἀνοσίοις καὶ πράξεσιν ἀντιβησόμενον ὑπὲρ τοῦ παρασπονδηθῆναι κινδυνεύσαντος αὐτοκράτορος.
καὶ τοῖς πανταχόσε χειροτονουμένοις ὑπάρχοις ἐπέσκηψε παρηγορῆσαι μὲν τοὺς κατὰ πόλεις τῶν ἀπὸ τοῦ ἔθνους, ὡς οὐκ εἰς πάντας προβάσης τῆς ἐπεξελεύσεως, ἀλλ’ ἐπὶ μόνους τοὺς αἰτίους — ὀλίγοι δὲ ἦσαν —, κινῆσαι δὲ μηδὲν τῶν ἐξ ἔθους, ἀλλὰ καὶ παρακαταθήκην ἔχειν τούς τε ἄνδρας ὡς εἰρηνικοὺς τὰς φύσεις καὶ τὰ νόμιμα ὡς ἀλείφοντα πρὸς εὐστάθειαν.
Ὁ δὲ Γάιος ἑαυτὸν ἐξετύφωσεν, οὐ λέγων μόνον ἀλλὰ καὶ οἰόμενος εἶναι θεός. εἶτα οὐδένας εὗρεν οὔτε Ἑλλήνων οὔτε βαρβάρων ἐπιτηδειοτέρους Ἀλεξανδρέων εἰς τὴν τῆς ἀμέτρου καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην ἐπιθυμίας βεβαίωσιν· δεινοὶ γάρ εἰσι τὰς κολακείας καὶ γοητείας καὶ ὑποκρίσεις, παρεσκευασμένοι μὲν θῶπας λόγους, ἀνειμένοις δὲ [*](1 διαιωνίους] δι’ αἰῶνος C (v) ἐνδελεχεῖς Α (Mang.) 3 τοῦ ante νῦν add. A (Mang.) καὶ — ἐπιτελεσθήσονται om. Α 4 κἀν] καὶ Η μηνιαίαις A διανομίαις G πατρίδος suspectum; σπυρίδος coni. Mendelssohn 8 τὸν ante βίον add. A καὶ μάλιστα om. Α ποριστὸν M ἐφίεται coni. Mang. 11 πάντες om. H 12 καθαιρέσεως Α τινὸς post νομίμων transp. 13 νόμων A 14 παρακιθέντων (sic) M 15 alt. ἔγνω om. C (Turn.) 17 ἔθος H1, corr. Η2 θέλοντες G 18 ἤδει] ἔδει Α 19 αὐτοκράτορος κινδυνεύσαντος transp. Α πανταχόσε C: πανταχόθεν ceteri 20 χειροτονημένοις ἐνέσκηψε A 21 ὡς — ἐπεξελεύσεως A (Mang.): om. ceteri (Turn.) εἰς Α: ἐπὶ Mang. 22 δ’ A 23 τ᾿ A 25 ἐξετύφλωσεν OA 26 pr. οὔτε] οὔθ’ A alt. οὔτε] εἴτε H1, corr. H2 28 εἰσὶν CL (v) πρὸς vel περὶ ante τὰς deesse putat Mang. 29 παρασκευασμένοι M μὲν om. Ο)