Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι, νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν.
αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ.
πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις, [*](1 — 3 Φαωνος ἀρετῶν ᾶ πρῶτον 0) ὅ (ὅς G) ἐστι τῆς αὐτοῦ πρεσβείας (τῆς add. GO) πρὸς γάϊον CGO: Φίλωνος περὶ ἀρετῶν ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας πρὸς γάιον Μ, περὶ ἀρετῶν καὶ πρεσβείας πρὸς γάιον Η (V), τοῦ αὐτοῦ Φίλωνος ἰουδαίου ἱστορία πάνυ χρήσιμος καὶ ὠφέλιμος περὶ τῶν κατὰ τὸν γάιον καὶ τῆς αἰτίας τῆς πρὸς ἅπαν τὸ ἰουδαίων ἔθνος ἀπεχθείας αὐτοῦ A, Γάιος ψεγόμενος Phot. Bibl. cod. 105 4 ἄχρι] μέχρι D Anton. Mel. 5 πολιοί] παλαιοί Anton. Mel. ὑπό Α 6. 7 τὸ δὲ παγιώτατον om. Α 7 δέ ante φύσιν add. Α 8 πετείαις M πράξεις] τάξεις coni. Mang. οἰόμεθα A 9 pr. τῶν] τῆ A τῶν φύσει om. L εἶναι post ἀβεβαιότερα add. Α (Mang.) 10 βραβεύειν] θεραπεύειν coni. Mang. (probat Ernesti) 11 ἀπλανοῦς (coni. Mang.): ἀφανῶς C, ἀφανοῦς ceteri (v) 12 χερσὶν L 13 οὗ] οὐ M 14 τῆς] τοῦ Α ὀμάτων M ἀχράτω (σ eras. vid.) C, ἀκράτοις Α 16 αὐτῶν M μέγισται ὑπερθέσεις Α) [*](4. 5 DR fol. 131r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας Anton. Mel. II 18 Col. 1057 Φλωνος: μέχρι τίνος — νήπιοι. 11 — 13 DR fol. 195v τοῦ αὐτοῦ Anton. Mel. II 87 Col. 1209 Φλωνος: ὀφθαλμοῖς μὲν τὰ ἐν φανερῷ καὶ τά ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ ἀκέραιος ἀόρατος coni. Mang.) φθάνει — μέλλοντα.)
τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος „ὁρῶν θεόν", ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον.
εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν εἰρημένων τελειότερον.
οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος — οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων — ἀλλὰ τῶν δορυφόρων αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι,
εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι — νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως —, ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.
[*](1 κἂν εἰ ἄπιστοι CGO (Mang.): ἱκανὴ πίστις ceteri: κἀν ἱκαναὶ πίστεις Tum. γεγόνασιν L τινες CGO: om. ceteri 2 οἰκετικοῦ Α 3 ἱκανὴ Α τοῦ seclusi, τὸ coni. Wendl. 5 χρημάτων om. Α τε ἰδίων transp. O 6 εἰ] ἡ L ὑφηγητῶν ἡ πρεσβυτέρων ἢ γονέων ἢ ἀρχόντων transp. A 8 καὶ πλήρωμα coni. Mang. ἀνευρήσειν Turn. (v): ἀνεύρεσιν codd. 9 καὶ om. Α 10 καὶ καλὸν om. M, post εὔδαιμον transp. εὔδομον M δὲ δεῖ Mang. : δεῖ codd. (v) 11 μακ αριότητος] μακαριώτατος Η1, μακαριώτατον H2 μακαρίου L (Turn.) 12 δ’ Α δή H: δεῖ CGA, corr. iu δή MO 14 πάντα C ἄλλη καὶ A 15 ἐπιβάθραις D ἐπιβόθρα (sic) L χρήσασθαι Α 16. 17 εὐθυβόλων καὶ εὐσκόπων D 17 τοῦτ’ MA 18 καὶ προνοητικῆς om. Α προνητικῆς M 19 μὴ post εἰ add. Α (Mang.), om. ceteri (Turn.) 20 εἰσιν C 21 δυεῖν C συμπληροῦσθαι CGOM (Mang.): πληροῦσθαι AH (Turu.) πέφυκεν C πονηρῶν] μωρῶν A 22 σωφρονίζει καὶ νουθετεῖ transp. DK 23 pr. τοὺς om. DP 24 ποθεῖν] post haec lacunam statueudam esse recte animadvertit Massebieau)[*](13—17 DC fol. 45v DR fol, 23r DL fol. 27r ἐκ τῆς πρὸς Γάιον πρεσβείας: οὐ φθάνει — βημάτων. 22— 24 DK fol. 253r ἐκ τῆς πρὸς Γάιον πρεσβείας DR fol. 259r τοῦ αὐτοῦ DP fol. 324v DV p. 683: ἡ κόλασις νουθετεῖ — παθεῖν.)Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις, ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς — τοῦ μὲν βαρβαρικοῦ γένους τῷ Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης — οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας,
ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,
ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.
ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας.
οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, [*](1 τοῦ ante Τιβερίου add. Α (Mang.), om. ceteri (Turn.) 2 θαλάσσης CGO: θαλάττης ceteri (v) 3 καὶ om. M ἡρμοσμένον Turn. 5 δ’ CGA: δὲ ceteri (v) στρατιωκοῦ C 6 τὸ στρατευόμενον συμφρονήσαντος CGOMAH (coni. Mang.): συμφωνήσαντος L (v) 7 μετουσίαν καὶ] θαυμασίαν A τῆς] τῆς δέ Α, τῆς τε Mang. 8 ὑποφυοῦς M τἀγαθὰ CAL (Turn.): τὰ ἀγαθά ceteri (Mang.) 9 κεκληροωομηθέντα Η 11 προκόσμημα Mang.: προβόσκημα codd. (v) 12 ναυτικὰς ἱππικὰς transp. A προσώδους C 13 ἀενάω CG: ἀεννάῳ MH (v), ἀεννάων OA φορὰ τινι transp. Α χορηγούμενον GO, alt. ν in i corr. vid. C 14 ἄν τις om. M εἴποι post τις add. Η1, expunxit H2 16 παρθυηνὴν CG (πκρθυή νην H, mavult Mang.): παρθοκὴν M, παρθικὴν OA; Παρθυὴν v 17 σκηθῶν M ἐξηγρίωνται Α 19 pr. τ᾿ A ὠκενοῦ C ὕπερ (sic) ὠκεανὸν C 20 ἐγεγήθει] ἐγενήθη CGO τ᾿ A εὐρωπέα CGL CGL 21 ἐπ᾿] ὑπ᾿ Α γεναμένων G ἠγάσθησαν] ἠγαλλιάσθησαν coni. Mang. 22 ἐπελπίζοντες G 23 ἡδῆ om. M καὶ ἐφεδρευούσης coni. Mang. 2.5 ἐστεφανομενους G)
τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο.
τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ.
Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων — ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί — μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.
τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως [*](4 ποιητὰς 5 διά τε C (Mang.): διὰ δέ GO, διὰ ceteri (Turn.) τό τ’ A 6 ἰὲ ante ὁμοῦ add. M πανδ ίμους (o eras.) C 7 ἄπαυστοι] ἀδίάστατοι coni. Mantr. ἐγίνοντο Α 8 δ’ Α νόσος (alt. ex ω) C 9 ὅτ’ MA εὐκολοτέραν L (v) 10 ὀψοφαγίαι CGOMA (prob. Mang.): ὀψοφαγία Η (v) 13 ὅσ᾿ Α τε post ψυχῆς add. Α 14 δεσμῶν] θεσμῶν coni. Mang. δ’ A ἐγκρατείας] σωφροσύνης A 1.5 ὑγίεια M δ’ Α 16 πλωΐμων M, προΐμων L 18 ἁπανταχόθεν MH (Tuni.) 19 ἐπανιοῦσιν L τοῦ] τό C ξένῃ Turn. ἐστίν H (v) 21 οἰκία καὶ om. MA ἡ ante πόλις add. A γεγένητο CGOMH: ἐγένετο Α (Mang.): ἐγεγένητο Turn. λύπῃ] φήμη Α τῆ 23 χρησάμενα] χρήματα Α 24 αὐτὸ Turn. (v): αὐτῶ codd. 25 ψυχικῆς codd. (Turn.): ψυχῆς Ven. 41 (Mang.) εὐσθενείας] εὐθηνίας Α (prob. Mang.)) [*](14. 15 Flor. Laur. nr. 13 ἐγκρατείας τὰ ἐπίχειρα ὑγεία — νόσος. DB. fol. 217 Φίλωνος Mel. Barocc. fol. 134r τοῦ Φῶνος Maximi nonnulli codd. EcL cap. 27 Antou. Mel. I 38 Col. 908 (et 39 Col. 913) Φίλωνος: ἐγκρατείας μὲν ἴδιον ὑγίεια καὶ ἰσχύς — θανάτω (= Tischendorf, Philonea p. 155).)
ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον.
ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο — φήμης γὰρ οὐδὲν ὠκύτερον —, καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι.
μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας.
ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·