In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τὰς τῶν ταῦτα παρασκευασαμένων οἰκίας ἄξιον ἦν ἐρευνᾶσθαι· πρὸς γὰρ νεωτερισμὸν ὕποπτοι πολλάκις ἀποστάντες ἦσαν, καὶ ἔδει κατὰ μίμησιν τῶν ἱερῶν ἀγώνων τριετηρίδας ἄγειν καινὰς ἐν Αἰγύπτῳ συγκομιδῆς ὅπλων τοὺς προεστῶτας, ἵν’ ἢ μὴ κατασκευάζεσθαι φθάνωσιν ἢ ἀντὶ πολλῶν ὀλίγα, καιρὸν οὐκ ἔχοντες εἰς ἀναχώρησιν.

ἡμᾶς δὲ τί τοιοῦτον ἔδει παθεῖν; πότε γὰρ εἰς ἀπόστασιν ὑπωπτεύθημεν; πότε δ’ οὐκ εἰρηνικοὶ πᾶσιν ἐνομίσθημεν; τὰ δ’ ἐπιτηδεύματα, οἷς καθ’ ἑκάστην ἡμέραν χρώμεθα, οὐκ ἀνεπίληπτα, οὐ συντείνοντα πρὸς εὐνομίαν πόλεως καὶ εὐστάθειαν; εἴ γε μὴν εἶχον ὅπλα Ἰουδαῖοι παρ’ αὑτοῖς, ὑπὲρ τετρακοσίας ἀφῃρέθησαν ἂν οἰκίας, ἐξ ὧν μετανάσται ἐγένοντο, φυγαδευθέντες πρὸς τῶν τὰς οὐσίας ἁρπασάντων; διὰ τί οὖν οὐχὶ καὶ τὰ παρὰ τούτοις ἠρεύνησέ τις, τοῖς εἰ καὶ μὴ ἴδια ὅπλα, ὅσα γοῦν ἥρπασαν, ἔχουσιν;

ἀλλ’ ἦν, ὡς ἔφην, ὅλον τὸ πρᾶγμα ἐπιβουλὴ τῆς ἀποτομίας Φλάκκου καὶ τῶν ὄχλων, ὧν ἀπέλαυσαν καὶ γυναῖκες. οὐκ ἐν ἀγορᾷ γὰρ μόνον ἀλλὰ καὶ ἐν μέσῳ τῷ θεάτρῳ καθάπερ αἰχμάλωτοι συνηρπάζοντο καὶ ἐπὶ τὴν σκηνὴν ἐφ’ ὅτῳ δήποτε συκοφαντούμεναι παρήγοντο μετά τινος ἀφορήτου καὶ ἀργαλεωτάτης ὕβρεως·

εἶτ’ ἐπειδὴ μὲν ἐγνωρίσθησαν ἑτέρου γένους, ἀπελύοντο — πολλὰς γὰρ ὡς Ἰουδαίας ἀκριβῆ μὴ ποιούμενοι [*](1 βάσου Α ᾧ] ὃ A ἀλλ’ seclusi, ἅμ’ coni.Wendl. τότ᾿ A 2 2 ἐνωρμοῦντα G; ἐνορῶντα Turn. 3 λιμέσιν L (v) ἀχθηφόρα Α 4 φορληδὸν (sic) G ἀφ’] δ’ ἐφ᾿ Α 5 δ’ Α σχεδὸν πάσας transp. Α λοιπὸν ante ἁρμαμάξας add. Α 5. 6 πανοπλιῶν μεστὰς transp. Α 6 στιχηδόν coni. Mang. ὄψιν om. Α (sic mavult Mang.) τάξιν Α (mavult Mang.) 7 προσήεσαν Α 8 καταθῆναι L; καταθεῖναι Turn. δέκα σταδίων] δεκαστάδιόν M 9 ἔχον σύμπαν transp. Α; post haec verba nounulla excidisse putat Mang. ταῦτα] τοσαῦτα coni. Mang. παρεσκευασμένων Α 12 ἵν᾿ om. Α φθάνουσιν Α 13 καιρῶν (sed corr.) H ἀναχώρησιν suspectum; ἀναχώνευσιν coni. Cotelier (prob. Mang., Dahl), fort. ἀνανέωσιν 14 ὑποπτεύθημεν M δὲ Α 15 δ’] γὰρ Α 16 εὐνομίαν (vel εὐδαιμοωίαν coni.) Mang.: εὔνοιαν codd. (v) 17 γε G: τε ceteri εἶχον ὅπλα M: ὅπλα εἶχον eeteri (v) αὐτοῖς Α, ὒ corr. ex ὒ ff: αὐτοῖς MG 18 ἂν supplevi: om. codd. (v) 20 ἴδιον Α ὅπλα ὅσα scripsi: ὅπλα G, ὅσα ceteri (v) 22 ὧν om. G; ἧς coni. Mang. (Dahl) ἀπήλαυσαν A γὰρ post καθάπερ (23) transp. G 23 xiL om. H (Turn.), xou A θεάτρου Α 25 ἀργαλεωτάτης τάτης Α: ἀργαλλεωτάτης M, ἀργαλαιοτάτης G, ἀργαλεωτάτου H ἐπειδὴ Wendl.: ἐπειδὰν codd. (v) μὲν om. Α 26 γὰρ om. Α)

v.6.p.138
τῆς ἀληθείας τὴν ἔρευναν συνελάμβανον —, εἰ δ’ ἐφάνησαν ἡμέτεραι, προσέταττον οἱ ἀντὶ θεατῶν τύραννοι καὶ δεσπόται γεγονότες κρέα χοίρεια διδόναι κομίζοντας. ὅσαι μὲν οὖν φόβῳ κολάσεως ἀπεγεύσαντο, μηδὲν ἔτι δεινὸν προσυπομείνασαι ἀπελύοντο· αἱ δ’ ἐγκρατέστεραι βασανισταῖς παρεδίδοντο πρὸς αἰκίας ἀνηκέστους, ὅπερ τοῦ μηδὲν ἀδικεῖν αὐτὰς σαφεστάτη πίστις ἐστί.

Πρὸς τοῖς εἰρημένοις οὐ δι’ ἑαυτοῦ μόνον ἀλλ’ ἤδη καὶ διὰ τοῦ αὐτοκράτορος ἐζήτει καὶ ἐπενόει κακοῦν ἡμᾶς. τιμὰς γάρ, ὅσας οἷόν τε ἦν καὶ ἐπέτρεπον οἱ νόμοι, πάσας Γαΐῳ ψηφισάμενοι καὶ ἐπιτελέσαντες ἔργοις ἀνέδομεν τὸ ψήφισμα αὐτῷ, δεηθέντες, ἐπειδὴ πρεσβείαν αἰτησαμένοις οὐκ ἂν ἐπέτρεψεν, ἵνα διαπέμψηται δι’ αὑτοῦ.

ἀναγνοὺς δὲ καὶ ἑκάστῳ τῶν ἐν τῷ ψηφίσματι πολλάκις τῇ κεφαλῇ συνεπινεύσας, ὑπομειδιῶν καὶ γεγανωμένος ἢ προσποιούμενος τὸν ἡδόμενον, "ἀποδέχομαι πάντας ὑμᾶς" ἔφη „τῆς εὐσεβείας καὶ πέμψω, καθάπερ αἰτεῖσθε, ἢ πρεσβευτοῦ τάξιν ἐκπλήσω, ἵν’ αἴσθηται Γάιος τῆς ὑμετέρας εὐχαριστίας.

μαρτυρήσω δὲ καὶ αὐτὸς ὅσα σύνοιδα τῷ πλήθει τῶν εἰς κοσμιότητα καὶ εἰς εὐπείθειαν προστιθεὶς οὐδέν· ἡ γὰρ ἀλήθεια αὐταρκέστατος ἔπαινος“. ἐπὶ ταύταις ταῖς ὑποσχέσεσι γεγηθότες εὐχαριστοῦμεν, ὡς ἤδη ταῖς ἐλπίσι παρανεγνωσμένου Γαΐῳ τοῦ ψηφίσματος.

καὶ γὰρ ἦν εἰκός, ἐπειδὴ πάνθ’ ὅσα διὰ τῶν ὑπάρχων πέμπεται μετὰ σπουδῆς ἀνυπέρθετον ἔχει τὴν παρ’ ἡγεμόνι διάγνωσιν. ὁ δὲ πολλὰ χαίρειν φράσας οἷς διενοήθημεν, οἷς εἶπεν, οἷς ὡμολόγησε, τὸ ψήφισμα παρ’ ἑαυτῷ παρακατέσχεν, ἵνα μόνοι τῶν ὑφ’ ἥλιον ἀνθρώπων ἐχθροὶ νομισθῶμεν.

ταῦτ’ οὐ διηγρυπνηκότος ἦν ἐκ πολλοῦ καὶ περιεσκεμμένου τὴν καθ’ ἡμῶν ἐπιβουλήν, ἀλλὰ [*](1 τὴν ἔρευναν τῆς ἀληθείας trausp. Α συνέλαβον Α 3 ὅσοι Α ἀπεγεύσαντο A (Mang.): ἐγεύσαντο ceteri (Turn.) 4 θᾶττον ante ἀπελύοντο add. G ἐγκρατέστεροι Η 5 ἀνεδίδοντο ΑΗ (Turn.) 7 πρὸς τοῖς εἰρημένοις cum sequeutibus verbis coniuugit Α: cum antecedentibus ceteri (v) αὐτοῦ G, ὐ corr. in ὑ Η: αὑτοῦ Turu. δὲ ante μόνον add. H (v) μόνου L (Turn.) 9 τ’ Α καταψηφισάμενοι Α 10 τὸ ψήφισμα om. Α πρεσβείαν GH: πρὸς βίαν MA 11 ἐπέτρεπεν Α αὑτοῦ (corr. ex αὐτοῦ) H: αὐτοῦ MG, ἑαυτοῦ Α 11. 12 καὶ ἑκάστω MGA: ἑκάστω H; ἕκαστα v 14 πάντας codd.: πάντα v ἡμάς M 15 ἐκπλήσω L, corr. ex ἐκπλήσας H: ἐκπλήσας GA, ἐκλήξας M ἴνα GA ἡμετέρας Turn. 16 εὐκοσμιότητα G εἰς om. MA 18 ὑποσχέσεσιν L (v), ὑποθέσεσι Α ἐλπίσιν v 19 παρανεγνωσμένου ἀν G (coni. Mang.): παρεγνωσμένου MA, παρεγνωσμένου H, πανεγνωσμένου (sic) L; ἐπανεγνωσμένοι Turn., ἐπανεγνωσμένου Mang. τοῦ om. Turn. 20 ὑπαρχόντων GH (Turn.) πέμπεται ante διὰ transp. Α 21 ἡγεμόνι Maug. (Dahl): ἡμῖν GA, ὑμῖν MH (v) dianqagnvsin coni. Mang. 22 οἷς εἶπεν om. ΑΗ (Turn.) ὡμολόγησε MG ὡμολόγησεν Mang.): ὡμολογήσαμεν ΑΗ (Turn.) ἑαυτῶ M (Mang.): αὑτῶ Α (Turn.), αὐτῶ GH 23 ἀνθρώπων om. Α οὐ] οὖν coui. Matthaei (sine interrogandi nota post λογισμοῦ))

v.6.p.139
μὴ κατ’ ἀπόνοιαν αὐτοσχεδιάζοντος ἀκαίρῳ φορᾷ καὶ παραγωγῇ τινὶ λογισμοῦ;

θεὸς δ’ ὡς ἔοικεν, ᾧ μέλει τῶν ἀνθρωπείων πραγμάτων, τοὺς θῶπας αὐτοῦ λόγους καὶ κεκομψευμένους ἐπὶ φενακισμῷ καὶ τὸ τῆς ἐκνόμου διανοίας βουλευτήριον, ἐν ᾧ κατεστρατήγει, προβαλλόμενος, λαβὼν οἶκτον ἡμῶν, ἀφορμὴν οὐκ εἰς μακρὰν ἐμπαρέσχε τοῦ μὴ ψευσθῆναι τῆς ἐλπίδος.

Ἀγρίππας γὰρ ἐπιδημήσας ὁ βασιλεὺς διηγησαμένοις ἡμῖν τὴν ἐκ Φλάκκου γενομένην ἐπιβουλὴν ἐπανορθοῦται τὸ πρᾶγμα καὶ ὑποσχόμενος τὸ ψήφισμα διαπέμψεσθαι λαβὼν ὡς ἀκούομεν ἔπεμψεν, ἀπολογησάμενος καὶ περὶ τοῦ χρόνου, ὡς οὐκ ὀψὲ μαθόντων εὐσεβεῖν εἰς τὸν εὐεργέτην οἶκον, ἀλλ’ ἐξ ἀρχῆς μὲν σπουδασάντων, ἐπηρείᾳ δὲ τοῦ προεστῶτος τὴν καίριον ἐπίδειξιν ἀφαιρεθέντων.