In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

καὶ τελευτησάντων, οὐδὲν ἧττον ἀτελεύτητα μηνιῶντες βαρυτέρας αἰκίας τοῖς σώμασιν ἐπέφερον, διὰ πάντων ὀλίγου δέω φάναι τῶν τῆς πόλεως στενωπῶν κατασύροντες, ἕως ὁ νεκρὸς δοράς, σάρκας, ἶνας ὑπὸ τῆς τῶν ἐδάφων ἀνωμαλίας καὶ τραχύτητος περιθρυφθείς, καὶ τῶν ἡνωμένων μερῶν τῆς συμφυίας διαστάντων καὶ διασπαρέντων ἀλλαχόσε ἄλλων, ἐδαπανήθη.

καὶ οἱ μὲν ταῦτα δρῶντες ὥσπερ ἐν τοῖς θεατρικοῖς μίμοις καθυπεκρίνοντο τοὺς πάσχοντας· τῶν δ’ ὡς ἀληθῶς πεπονθότων φίλοι καὶ συγγενεῖς, ὅτι μόνον ταῖς τῶν προσηκόντων συμφοραῖς συνήλγησαν, ἀπήγοντο, ἐμαστιγοῦντο, ἐτροχίζοντο, καὶ μετὰ πάσας τὰς αἰκίας, ὅσας ἐδύνατο χωρῆσαι τὰ σώματα αὐτοῖς, ἡ τελευταία καὶ ἔφεδρος τιμωρία σταυρὸς ἦν.

Πάντα δὲ διορύξας καὶ τοιχωρυχήσας ὁ Φλάκκος καὶ μηδὲν μέρος τῶν Ἰουδαϊκῶν ἀμέτοχον ἐπιβουλῆς τῆς ἀνωτάτω καταλιπὼν ἐπενόησεν ἔκτοπόν τινα καὶ παρηλλαγμένην ἐπίθεσιν, ὁ μεγαλουργός, ὁ καινῶν ἀδικημάτων εὑρετής.

τῆς γὰρ ἡμετέρας γερουσίας, ἣν ὁ σωτὴρ καὶ εὐεργέτης Σεβαστὸς ἐπιμελησομένην τῶν Ἰουδαϊκῶν εἵλετο μετὰ τὴν τοῦ [*](p. 528 M.) γενάρχου | τελευτὴν διὰ τῶν πρὸς Μάγιον Μάξιμον ἐντολῶν μέλλοντα πάλιν [[ἀπ’]π[ἀπ’]] Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπιτροπεύειν, ὀκτὼ καὶ τριάκοντα συλλαβὼν τοὺς εὑρεθέντας ἐν ταῖς οἰκίαις εὐθὺς μὲν δῆσαι κελεύει, καὶ στείλας καλὴν πομπὴν διὰ μέσης ἀγορᾶς πρεσβύτας δεσμίους ἐξηγκωνισμένους, τοὺς μὲν ἱμάσι, τοὺς δὲ σιδηραῖς ἁλύσεσιν, εἰς τὸ θέατρον εἰσάγει — θέαν οἰκτίστην καὶ ἀλλοτριωτάτην τῷ καιρῷ —

καὶ στάντας ἀντικρὺ ἐχθρῶν καθεζομένων πρὸς ἐπίδειξιν αἰσχύνης προστάττει πάντας περιδυθέντας αἰκισθῆναι μάστιξιν, αἷς ἔθος τοὺς κακούργων πονηροτάτους προπηλακίζεσθαι, ὡς ἐκ τῶν πληγῶν τοὺς μὲν φοράδην ἐκκομισθέντας αὐτίκα τελευτῆσαι, τοὺς δὲ νοσήσαντας ἐπὶ πλεῖστον χρόνον εἰς ἀπόγνωσιν [*](1 ἑκὼν M 2. 3 μηνίοντες A 5 περιθρυφθεὶς G: περιθρυβεὶς A, περιβρυθεὶς M, περιβρυφθεὶς β in ras.) Η; περιδρυφθεὶς Turn. (in appendice; probat Mang.) 6 pr. καὶ secludendum censet Cohn συμφυίας MGAH (Mang.): συμφωνίας L (Turn.) διαστάντων codd. (Mang.): διασπασθέντων Turn. 9 καὶ om. Α 10 ἐτροχίζοντο om. L (Turn.) 11 τὰς om. G ἐδύνατο G: ἐδύναντο H (v), ἡδύναντο MA 12 ό ante σταυρός add. G 13 διωρύξας MG pr. καὶ iteravit M τυχωρυχήσας G 14 ἰουδαίων M ἀμέτοχον] ἀνώτερον (sic) M ἐπιβολῆς coni. Mang. 14. 15 ὑπενόησεν Α 15 ὑπόθεσιν Α 16. 17 σεβαστὸς καὶ εὐεργέτης transp. Α 18 γενάρχου] suspectum Dahlio; lulium Caesarem generis prmcipem intellegendum esse falso putat Mang.; sed γενάρχης hic idem significat atque ἐθνάρχης, cf. loseph. Antiq. XIV 7, 2. XIX 5, 2 Μάγιον (cf. CIL IX 1125)]: μάγνον AH, pr. ν postea add. vid. M, μάγον G 19 ἀπ’ seclusit Mang. (Dahl), ἐπ’ com. Schurer Ἀλεξανδρείας Schurer (cf. 120, 13.] 121, 12. 128, 150,1): αἰγύπτου codd. (v) καὶ om. Α (probat Mang.) 23 τοῦ καιροῦ coni. Mang., fort. recte στάντας Α (Mang.): στάς ceteri (Turn.) 24 ἄντικρυς G 25 κακούργως Turn. 26 προπιλακίζεσθαι G)

v.6.p.134
σωτηρίας ἐλθεῖν.

ἧς ἐπιβουλῆς τὸ μέγεθος ἐξελήλεγκται μὲν καὶ δι’ ἑτέρων, οὐχ ἧττον δὲ καὶ διὰ τοῦ μέλλοντος λέγεσθαι σαφέστερον ἐπιδειχθήσεται. τῶν ἀπὸ τῆς γερουσίας τρεῖς ἄνδρες, Εὔοδος καὶ Τρύφων καὶ Ἄνδρων, ἐγεγένηντο ἐξούσιοι, πάνθ’ ὅσα εἶχον ἐν ταῖς οἰκίαις διαρπασθέντες ἐφόδῳ μιᾷ, οὓς οὐκ ἠγνόησε ταῦτα πεπονθότας· ἐδηλώθη γὰρ αὐτῷ μεταπεμψαμένῳ πρότερον τοὺς ἡμετέρους ἄρχοντας ὅσα τῷ δοκεῖν ἐπὶ καταλλαγαῖς ταῖς πρὸς τὴν ἄλλην πόλιν.

καὶ ὅμως εἰδὼς ἀκριβῶς τούτους στερομένους τῶν ἰδίων ἐν ὄψεσι τῶν ἁρπασάντων ἔτυπτεν, ἵν’ οἱ μὲν ὑπομένωσι διττὰς συμφοράς, πενίαν ὁμοῦ καὶ τὴν ἐν τοῖς σώμασιν ὕβριν, οἱ δὲ διττὴν ἡδονήν, ἀλλότριόν τε καρπούμενοι πλοῦτον καὶ τῆς τῶν ἀφαιρεθέντων ἀτιμίας εἰς κόρον ἀπολαύοντες.

ἔχων τι τῶν τότε πεπραγμένων εἰπεῖν ἐπαμφοτερίζω, μὴ ἄρα εὐτελὲς εἶναι νομισθὲν ἐκλύσῃ τὰ μεγέθη τῶν τοσούτων· ἔστι δ’ εἰ καὶ μικρόν, ἀλλ’ οὐ μικρᾶς δεῖγμα κακονοίας. τῶν μαστίγων εἰσὶ διαφοραὶ διακεκριμέναι κατὰ τὴν πόλιν πρὸς τὰ τῶν τύπτεσθαι μελλόντων ἀξιώματα· τοὺς μὲν γὰρ Αἰγυπτίους ἑτέραις μαστίζεσθαι συμβέβηκε καὶ πρὸς ἑτέρων, τοὺς δὲ Ἀλεξανδρέας σπάθαις καὶ ὑπὸ σπαθηφόρων Ἀλεξανδρέων.

τὸ ἔθος τοῦτο καὶ ἐπὶ τῶν ἡμετέρων διετήρησαν οἱ πρὸ Φλάκκου καὶ Φλάκκος αὐτὸς τοὺς πρώτους χρόνους. ἔστι γάρ, ἔστι καὶ ἐν ἀτιμίᾳ βραχύ τι τῶν εἰς ἐπιτιμίαν εὑρεῖν καὶ ἐν ὕβρει παραφερόμενόν τι τῶν εἰς τὸ ἀνύβριστον, ὅταν τις αὐτὰς ἐφ’ ἑαυτῶν ἐᾷ τὰς φύσεις τῶν πραγμάτων ἐξετάζεσθαι, μὴ προστιθεὶς οἴκοθεν ἐπίβουλον πάθος, ὃ πάνθ’ ὅσα παραμέμικται τῆς ἐπιεικεστέρας ἰδέας ὑφαιρεῖ καὶ διοικίζει.

πῶς οὖν οὐ παγχάλεπον, τῶν ἰδιωτῶν Ἀλεξανδρέων Ἰουδαίων ταῖς ἐλευθεριωτέραις καὶ πολιτικωτέραις μάστιξι τετυπτημένων, εἴ ποτε ἔδοξαν πληγῶν ἄξια ἐργάσασθαι, τοὺς ἄρχοντας, | τὴν γερουσίαν, οἳ καὶ γήρως καὶ τιμῆς εἰσιν ἐπώνυμοι, κατὰ [*](p. 529 M.) τοῦτο τὸ μέρος ἔλαττον τῶν ὑπηκόων ἐνέγκασθαι, καθάπερ Αἰγυπτίων τοὺς ἀφανεστάτους καὶ ἐνόχους τοῖς μεγίστοις ἀδικήμασιν;

ἐῶ λέγειν ὅτι, [*](1 ἧς] οἷς A ἐξενήνεγκται M, ἐξελήλεκαται G μὲν ante τὸ μέγεθος transp. A 3 εὔοδος GAH: ἔφοδος (sic) M, εὐόδιος L (v) καὶ om. Α (secludendum vid. Mang., Dahl) 6 πρότερον μεταπεμψαμένω trausp. Α 8 τούτους scripsi: τοὺς codd. (v): αὐτοὺς coni. Mang. (Dahl) στερουμένους Α 9 ὐπομένωσι GAH (Turn.): ὑπομένωσιν ὁμοῦ M (Mang.) τὴν om. L (Turn.) 12 εἶναι om. Α 14. 15 κατὰ τὴν πόλιν post ἀξίωματα transp. Α 16 μαστίζεσαθι M (Mang.): αἰκίζεσθαι ceteri (Turn.) συμβέβηκεν αἰκίζεσθαι transp. Α δ’ Α 18 ἐτήρησαν M 22 ὃ] ὦ A 24 ἰδιωτῶν] ἰδίων τῶν M ἰουδαίαις M ταῖς] τῶν M ἐλευθερωτέραις M 25 μάστιξιν AL (v) ποτ’ A 26 τὴν γερουσίαν ex glossemate intersertum putat Dahl (assentitur Cohn) γήρως MG: γέρως AH (v) 28 τοῖς μεγίστοις corr. vid. ex τῆς μεγίστης M) [*](15—17 cf. Dikaiomata hrsg. von der Graeca Halensis, Berlin 1913, p. 35.)

v.6.p.135
εἰ καὶ μυρία ἦσαν ἡμαρτηκότες, ὤφειλε τὸν καιρὸν αἰδεσθεὶς τὰς τιμωρίας ὑπερθέσθαι· τοῖς γὰρ ὀρθῶς πολιτευομένοις τῶν ἀρχόντων καὶ μὴ προσποιουμένοις τιμᾶν ἀλλ’ ὄντως τιμῶσι τοὺς εὐεργέτας ἔθος ἐστὶ μηδένα κολάζειν τῶν κατακρίτων, ἄχρις ἂν αἱ ἐπιφανεῖς γενέθλιοι καὶ πανηγύρεις αὗται τῶν ἐπιφανῶν Σεβαστῶν διεξέλθωσιν.