In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἐπεὶ δὲ ὡς ἐν θεατρικοῖς μίμοις τὰ παράσημα τῆς βασιλείας ἀνειλήφει καὶ διεκεκόσμητο εἰς βασιλέα, νεανίαι ῥάβδους ἐπὶ τῶν ὤμων φέροντες ἀντὶ λογχοφόρων ἑκατέρωθεν εἱστήκεσαν μιμούμενοι δορυφόρους. εἶθ’ ἕτεροι προσῄεσαν, οἱ μὲν ὡς ἀσπασόμενοι, οἱ δὲ ὡς δικασόμενοι, οἱ δ’ ὡς ἐντευξόμενοι περὶ κοινῶν πραγμάτων.

εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων — οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —· ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε. ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος,

δεόντως ἂν καὶ τὸν μεμηνότα συλλαβὼν καὶ καθείρξας, ἵνα μὴ παρέχῃ τοῖς κατακερτομοῦσιν ἀφορμὴν εἰς ὕβριν τῶν βελτιόνων, καὶ τοὺς ἐνσκευάσαντας τιμωρησάμενος, ὅτι γε βασιλέα καὶ φίλον Καίσαρος καὶ ὑπὸ τῆς Ῥωμαίων βουλῆς τετιμημένον στρατηγικαῖς τιμαῖς ἐτόλμησαν καὶ ἔργοις καὶ λόγοις καὶ φανερῶς καὶ πλαγίως ὑβρίζειν, οὐ μόνον οὐκ ἐπέπληξεν, ἀλλ’ οὐδ’ ἐπισχεῖν ἠξίωσεν ἄδειαν καὶ ἐκεχειρίαν διδοὺς τοῖς ἐθελοκακοῦσι καὶ ἐθελέχθρως ἔχουσι, προσποιούμενος ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἀκούειν.

ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ [*](1 Καραβᾶς] Βαραβᾶς (vel Βαραββᾶς) coni. Cohn 2 ἄσκεπτος coni. Cotelier, ἀσκεπὴς Matthaei ἄσκηπτος — πλησιάζουσιν om. Α 4 κρυμὸν AH: ὒ ex ἡ corr. M, κηρμὸν G, κρυμγὸν L; κρυμνὸν Richt. (Tauchn.) 5 μειρακίων om. Α συνελάσαντες (ouv) coni. Mang., σ. δὴ Matthaei 6 πρὸς] ὑπὸ M βύβλον H, ι βύβλον M: βίβλον GA 7. 8 χαμαιστρώτη G 8 ἄλλον G μεταβάλλουσιν Α 9. 10 ἰδὼν τις MGH (Turn.): ἰδόντες Α (Mang.) 10 ἀναδίδωσιν MGH (Turn.): παραδιδόασιν; ἀναδιδόασιν Mang. ἐπεὶ] ἐπειδὴ M δ’ Α 12 ἑκατέρωθι A εἱστήκεισαν MA 13. 14 οἱ δὲ ὡς δικασόμενοι om. Α 14 τευξόμενοι Α πραγμάτων] προσταγμάτων M τοῦ oin. H (v) 15 μάριχ Α ἀποκαλοῦντες Α 16 φασιν L (Turn.) ᾔδεισαν Mang. 17 καὶ Συρίας] καισαρείας Α μεγάλης A 17. 18 ἐβασίλευσε AH (v) 18 δ’ A δ’ Α ἔπραξε post ἂν add. A (Mang.), om. ceteri (Turn.) 19 κακοτερμοῦσιν (sic) Α 21 τῶν ante Ῥωμαίων add. Α 22 στρατηγικαῖς] τραγικαῖς Α ἐτόλμησαν om. A καὶ ἔργοις om. L (Turn.) λόγοις καὶ ἔργοις transp. GH 23 ὑβρίζουσιν Α 6 δὲ ante οὐ add. Α (Mang.), om. ceteri (Turn.) 24 ἐκκεχειρίαν AH)

v.6.p.128
ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.

καὶ τοῦτ’ εἰδότες — ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί — κατασοφίζονται τὸ Καίσαρος ὄνομα προκάλυμμα ποιησάμενοι, ᾧ προσάπτειν τι τῶν ἐπαιτίων οὐ θεμιτόν.

τί οὖν ὁ τῆς χώρας ἐπίτροπος; ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.

ὁ δὲ — συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων — καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.

οὐ γὰρ ἦν ἄδηλον, ὅτι ἡ περὶ τὴν κατάλυσιν τῶν προσευχῶν φήμη λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῆς Ἀλεξανδρείας διαδοθήσεται μὲν εὐθὺς εἰς τοὺς ἐν Αἰγύπτῳ νομούς, δραμεῖται δ’ ἀπὸ μὲν Αἰγύπτου πρὸς ἀνατολὰς καὶ ἔθνη τὰ ἑῷα, ἀπὸ δὲ τῆς ὑποταινίου καὶ Μαρείας, αἳ Λιβύης εἰσὶν ἀρχαί, πρὸς δυσμὰς καὶ ἔθνη τὰ ἑσπέρια· Ἰουδαίους γὰρ χώρα μία διὰ πολυανθρωπίαν οὐ χωρεῖ.

ἧς αἰτίας ἕνεκα τὰς πλείστας καὶ εὐδαιμονεστάτας τῶν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατά τε νήσους καὶ ἠπείρους ἐκνέμονται μητρόπολιν μὲν τὴν ἱερόπολιν ἡγούμενοι, καθ’ ἣν ἵδρυται ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος, ἃς δ’ ἔλαχον ἐκ πατέρων καὶ πάππων καὶ προπάππων καὶ τῶν ἔτι ἄνω [*](2 πρᾶγμ’ Α 3 τὸ om. Α φλάκκων M 4 ἀθλίων om. A: ἄθλιον coni. Mang. παλίμπρωτος Η 4. 5 καθ’ ἑαυτὸν G; κατ’ αὐτοῦ v, καθ’ ἑαυτοῦ coni. Mang. 5 μόνου Η (v) ἐφ’ M 6 ἀνατεθῆναι coni. Mang. 7 ποτὲ post μηδέπω add. G μηδεπώποτε Cohn) 8 εἰσίν L (Turn.) 8. 9 προκάλυμα M 9 ὃ G pr. τι MGH (Turn.): τὰ Α (.Mang.) ὑπαιτίων Α (Mang.) 11 ἡ ante Αἴγυπτος add. Α 12 ἑκτὸν] ἑπτὰ coni. Mang. οἱ om. Η (Turn.) 17 γὰρ MGH (redundare vid. Mang., om. Dahl): καὶ Α: 18 καινοτέρων coni. Mang. αἰεὶ G 19 γ’] τ’ G δεῖν] δέω coui. σ Mang. 21 ἡ] οἱ M κατάλυψιν L: κατάληψιν Turn. 23 νόμους M, corr. in νομοὺς H δὲ M ἀπ᾿ Α μὲν om. δὲ ομ. A ὑποταινίου Turn. (v): ὑποτενίου MGH, ὑποτενίης A; cf. III 242, 13 μάριας G 26 καὶ] τὰς Α ἐν ss. Η 28 ἱερόπολιν] ἱερὰν πόλιν Α νεὼς G: ναὸς ceteri 29 καὶ προπάππων om. Α)

v.6.p.129
προγόνων οἰκεῖν ἕκαστοι πατρίδας νομίζοντες, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν· εἰς ἐνίας δὲ καὶ κτιζομένας εὐθὺς ἦλθον ἀποικίαν στειλάμενοι, τοῖς κτίσταις χαριζόμενοι.

καὶ δέος ἦν, μὴ οἱ πανταχοῦ τὴν ἀφορμὴν ἐκεῖθεν λαβόντες ἐπηρεάζωσι τοῖς πολίταις αὐτῶν Ἰουδαίοις εἰς τὰς προσευχὰς καὶ τὰ πάτρια νεωτερίζοντες.

οἱ δέ — οὐ γὰρ ἔμελλον ἄχρι παντὸς ἡσυχάζειν καίτοι πεφυκότες εὖ πρὸς εἰρήνην, οὐ μόνον ὅτι παρὰ πᾶσιν ἀνθρώποις οἱ περὶ τῶν ἐθῶν ἀγῶνες καὶ τοὺς περὶ ψυχῆς κινδύνους ὑπερβάλλουσιν, ἀλλ’ ὅτι καὶ μόνοι τῶν ὑφ’ ἥλιον ἅμα ταῖς προσευχαῖς ἀπεστεροῦντο τὴν εἰς τοὺς εὐεργέτας εὐσέβειαν, ὃ μυρίων θανάτων ἐτετίμηντο ἄν — οὐκ ἔχοντες ἱεροὺς περιβόλους, οἷς ἐνδιαθήσονται τὸ εὐχάριστον, καὶ τοῖς ἐναντιουμένοις εἶπον ἄν·