In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις — περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται — τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ἁπάντων πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.

ὁ μὲν δὴ μετὰ τοσαύτης αἰδοῦς ἐπεδήμησε βουλόμενος, εἴ πως οἷόν τε ἦν, ἅπαντας τοὺς ἐν τῇ πόλει λαθὼν ὑπεξελθεῖν· οὐ γὰρ κατὰ θέαν ἀφῖκτο τῆς Ἀλεξανδρείας ἐπιδεδημηκὼς αὐτῇ πρότερον, ἡνίκα τὸν ἐπὶ Ῥώμης πλοῦν ἐστέλλετο πρὸς Τιβέριον, ἀλλ’ ὁδῷ χρησόμενος ἐπιτόμῳ τῆς οἴκαδε ἀφίξεως.

οἱ δ’ ὑπὸ φθόνου ῥηγνύμενοι — βάσκανον γὰρ φύσει τὸ Αἰγυπτιακόν — καὶ τὰς ἑτέρων εὐτυχίας ἰδίας ὑπελάμβανον εἶναι κακοπραγίας καὶ ἅμα διὰ τὴν παλαιὰν καὶ τρόπον τινὰ φύσει γεγενημένην πρὸς Ἰουδαίους ἀπέχθειαν ἤσχαλλον ἐπὶ τῷ γεγενῆσθαί τινα βασιλέα Ἰουδαῖον οὐχ ἧττον, ἢ εἰ αὐτός τις ἕκαστος βασιλείαν προγονικὴν ἀφῄρητο.

καὶ τὸν ἄθλιον Φλάκκον πάλιν οἱ συνόντες ἀνηρέθιζον εἰς τὸν αὐτὸν ἐνάγοντες καὶ προκαλούμενοι φθόνον, „σὴ κατάλυσίς ἐστι“ φάσκοντες „ἡ ἐπιδημία τούτου· μείζονα τιμῆς καὶ εὐδοξίας ὄγκον ἢ σὺ περιβέβληται· πάντας εἰς ἑαυτὸν ἐπιστρέφει τὴν δορυφόρον τῶν σωματοφυλάκων στρατιὰν ὁρῶντας ἐπαργύροις [*](1 χρήσασθαι Η (v) τοὺς] τὰς Α ἐτησίους H (v) 2 ἐτησίους (sic) M 4 ὡς L, ss. H2 (v): om. ceteri 5 παραγγέλοντι M 6 δικαιαρχίαν MGH (v), δικαίαρχον Α ἀλεξανδρείας Α εὐτρεπεῖς M (inavult Mang.): εὐπρεπεῖς ceteri (v) 6. 7 ἀγωγὴν Α 7 εὐπλοίᾳ ss. Η2 8 ἀφωράτως ΑΗ: ἀφόρτως MG 9 δειλινὴν G ἀναφέρεται Η (Turn.) 10 περὶ αὐτὸν om. M (redundare vid. Mang.) ἀφισταμένοις L 11 προσσχεῖν Richt. (Tauchn.): προσχεῖν codd. (v) 12 τετραμμένων #x003E; scripsi: τετραμμένων GH (v), τετραμμένον M, προστετραμμένων A 13 ἐπεδήμησεν Η (v) 14 τ’ Α 16 κατὰ] μετὰ Richt. (Tauchn.) 16 ρώμησ]σ delevisse vid. H 16 17 χρησάφενος GH (Turn.) 17 ἐπιτομωτάτη G, om. Α οἴκαδ’ A 18 φύσει] φη ’φησί) M εὐτυχίας codd. (om. L): εὐπραγίας v 19 ὑπολαμβάνον A 20 #x003E; γεγενημένην scripsi: συγγεγενημένην coni. Mang., συγγενῆ (pro γεγενημένην) coni. Cohn, ἐγγεγενημένην Wendl. ἤσχαλον GL 21 ἰουδαῖον MH : ἰουδαίων G (v), τῆ ἰουδαία Α 23 προκαλούμενοι Mang.: προσκαλούμενοι codd. (v) 25 ἑαυτὸν M: αὐτὸν GA, ὒ corr. in ὒ H; αὑτὸν v 26 δορυφόρων M στρατείαν G ὁρῶντες MH ἐπαργύροις] ἐπαργύροις] (sic) M)

v.6.p.126
καὶ ἐπιχρύσοις ὅπλοις διακεκοσμημένην.

ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι; καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ.“

ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως αὐτὸν ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει.

τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.

οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι.

διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας; εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν; ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον· ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός. πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.

[*](2 οἰκίαν G 4 τὴν om. Α ἐνθάδ’ Α ἄφιξιν] ἀφῖχθαι Α 5 ταῦτ’ Α μᾶλλον ἔτι transp. A 6 καθυπεκρίνετο G: καθυπεκρίνατο MA, καθυποκρίνατο corr. in καθυπεκρίνετο Η 7 δ’ A ἐζυλοτύπει Α ἐξεκάλει Α 10. 11 κακογονεῖν corr. in κακηγορεῖν Η 11 pr. εἴτε] εἴτ’ Α αὐτοῦ G καὶ ante προτρεψάμενος add. Α 12 ἐναγῶν L: ἐνάγων Turn. τὰ τοιαῦτα MGA (Mang.): ταῦτα H (Turn.) εἰοθότων G 13 ἀφορμαῖς H 14 σκώματα M πῇ] οἱ G alt. καὶ om. A 15 εὐφορίαν Α 16 τὰ κ. παιδευθῆναι DPDK, πρὸς τὸ καταθρῆσαι τὰ ἄριστα DK 17 έο;γγαγὲν A; ἐπεῖχεν coni. Mang. 19 προνομίαν] παροινίαν Α καὶ] ἡ Α 20 ταῦτ’ εἰσὶ MA: ταῦτα GH (v) πίστεις ἐναργεῖς M, corr. in πίστις ἐναργὴς Η: πίστις ἐναργὴς GA (v) 23 λάβοι M ἵσταται] ἥκιστα A μέτεισιν Α 24 δ’ om. Λ ἀφ’] ἀμφ’ M εἰς MAD: ἐφ’ GH (v) προσεπεξεργαζόμενος G: προσεξεργαζόμενος M, προσεπεργαζόμενος ΑΗ (v))[*](15—17 DK fol. 109r DM fol. 38v DP fol. 23r (Harris p. 10) DL fol. 163v Φίλωνος τῶν κατὰ Φλάκκον DR fol. 45r DV p. 379 Φίλωνος: αἰσχροὶ καὶ εἰκαῖοι οἱ ἐν τοῖς ματαίοις εὐφυίαν ἐπιδεικνύμενοι (vel ἐπιδεικνύντες vel ἀνεπιδεικνύνετες), βραδεῖς — ὀξύτατοι καὶ προχειρότατοι partim om.). 22—24 DK fol. 227v Φίλωνος ἐκ τῶν πρὸς πρὸς τι — ὁρμὴν — προσαπεργαζόμενος ἀεὶ τιμιώτερον.)
v.6.p.127

Ἦν τις μεμηνὼς ὄνομα Καραβᾶς οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν — ἄσκηπτος γὰρ αὕτη γε καὶ τοῖς ἔχουσι καὶ τοῖς πλησιάζουσιν —, ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν. οὗτος διημέρευε καὶ διενυκτέρευε γυμνὸς ἐν ταῖς ὁδοῖς οὔτε θάλπος οὔτε κρυμὸν ἐκτρεπόμενος, ἄθυρμα νηπίων καὶ μειρακίων σχολαζόντων.

συνελάσαντες τὸν ἄθλιον ἄχρι τοῦ γυμνασίου καὶ στήσαντες μετέωρον, ἵνα καθορῷτο πρὸς πάντων, βύβλον μὲν εὐρύναντες ἀντὶ διαδήματος ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ, χαμαιστρώτῳ δὲ τὸ ἄλλο σῶμα περιβάλλουσιν ἀντὶ χλαμύδος, ἀντὶ δὲ σκήπτρου βραχύ τι παπύρου τμῆμα τῆς ἐγχωρίου καθ’ ὁδὸν ἐρριμμένον ἰδών τις ἀναδίδωσιν.