De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἡ δὲ Ἀτλαντὶς νῆσος, „ἅμα Λιβύης καὶ Ἀσίας μείζων“, ᾗ φησιν ἐν Τιμαίῳ Πλάτων, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ „σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων δῦσα κατὰ τῆς θαλάττης ἐξαίφνης ἠφανίσθη“, γενομένη πέλαγος, οὐ πλωτόν, ἀλλὰ βαραθρῶδες.
οὐδὲν οὖν εἰς τὸ φθείρεσθαι τὸν κόσμον ἡ πλασθεῖσα τῷ λόγῳ μείωσις τῆς θαλάττης συνεργεῖ· φαίνεται γὰρ ὧν μὲν ἐξαναχωροῦσα, τὰ δ’ ἐπικλύζουσα. ἐχρῆν δὲ μὴ θάτερον τῶν γινομένων ἀλλὰ συνάμφω θεωροῦντας ἐπικρίνειν, ἐπεὶ κἀν τοῖς περὶ βίον ἀμφισβητήμασιν ὁ νόμιμος δικαστής, πρὶν [παρὰ] τῶν ἀντιδίκων ἀκοῦσαι, γνώμην οὐκ ἀποφανεῖται.
Καὶ μὴν ὁ τρίτος λόγος ἐξ ἑαυτοῦ διελέγχεται, μὴ ὑγιῶς ἐρωτηθεὶς ἀπὸ τῆς εὐθὺς ἐν ἀρχῇ φάσεως. οὐ γὰρ δήπουθεν οὗ πάντα τὰ μέρη φθείρεται φθαρτόν ἐστιν ἐκεῖνο, ἀλλ’ οὗ πάντα τὰ μέρη ἅμα [*](1 οὐ] ἦ Turn. ἡ Turn. προσεδόκησαν Η 2 ἐπέβη M συνεζεύγχθη M 3 σύρρυσιν MU: σύρρησιν HP, σύρρευσιν Ε ἡ δ’ ἡνωμένη E (Cumont) διεζεύγχθη M 5 ὑπερσχούσης MU: ὑπερεχούσης HPE (v) ; ὑπερχεούσης coni. Scaliger ἠφανίσθη U πόλεις ποθήσας P, πολ .... ποθήσας (spat. 4—5 litt.) H 7 βούρράν M ἑλίκειαν MU: ἕλκειαν H ἐλύνειαν P, ἑλίκην Ε 8 τείχεσιν—γενομένας (9) om. Ε ἢ HP: ἢ MU ἔμελλεν M περίβρυα ML (Turn.) μυρία om. Turn. φύσειν M: φύσιν HP (Turn.), φησίν U 9 πολλῇ] πολὺ M 10 Ἀτλαντὶς] ἄντλα τις H ἀσίης M 12 τῆς om. Turn. θαλάσσης Η (v) 13 πλωτῶν P, πλωτῷ H 14 τῇς θαλάττης E: MUHP θαλάττῃ MUHP (v) 15 ὧν μὲν] τῶν μέν coni. Diels (Cumont) 17 βίων ἀμφισαντήμασιν (sic) M νόμιμος] νόμος Ε πρὶν παρὰ cofid. (etiam M) ; παρὰ seclusit Buecheler; πρὶν καὶ Diels, πρὶν ἑκατέρου coni. Usener 20 οὖ] οὐ H 20.21 πάντα Ε: πάντα MUHP (v) 21 οὐ] οὐ H τὰ μέρη πάντα conicio; καὶ ἄμα pro ἅμα καὶ coni. Cumont) [*](7. 8 Versus ignoti poetae: Meineke, Anal. Alex. p. 46. non tres urbes demersas esse, ut dicit Philo, sed duas Buram et Helicen constat: cf. Polyb. II 41, 7. Amm. Marcell. XVII 7, 13. Sen. Nat. Quaest. VI 23, 4. VII 5, 3. 4. —12 Plat. Tim. 24 e. 25 c d.)
τὸν αὐτὸν οὖν τρόπον, εἰ μὲν συλλήβδην ἁπαξάπαντα τὰ στοιχεῖα ὑφ’ ἕνα καιρὸν ἠφανίζετο, φάσκειν ἐνδέχεσθαι τὸν κόσμον φθορὰν ἦν ἀναγκαῖον· εἰ δ’ ἕκαστον ἰδίᾳ πρὸς τὴν τοῦ γείτονος μεταβάλλει φύσιν, ἀθανατίζεται μᾶλλον ἢ φθείρεται κατὰ τὸ φιλοσοφηθὲν ὑπὸ τοῦ τραγικοῦ
Παντελής γε μὴν εὐήθεια τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν τεχνῶν ἐξετάζεσθαι· τῇ γὰρ περὶ τὸν λόγον ἀτοπίᾳ τις ἀκολουθήσας νέον τὸν κόσμον ἀποφανεῖ κομιδῇ μόλις πρὸ χιλίων παγέντα ἐνιαυτῶν, ἐπεὶ καὶ οὓς παρειλήφαμεν τῶν ἐπιστημῶν εὑρετὰς τὸν λεχθέντα τῶν ἐνιαυτῶν ἀριθμὸν οὐχ ὑπερβάλλουσιν.
εἰ δὲ δὴ καὶ λεκτέον τὰς τέχνας ἰσήλικας ἀνθρώπων γένει, μεθ’ ἱστορίας φυσικῆς ἀλλ’ οὐκ ἀπερισκέπτως καὶ ῥᾳθύμως λεκτέον. ἡ δ’ ἱστορία τίς; φθοραὶ τῶν κατὰ γῆν, οὐκ ἀθρόων ἁπάντων ἀλλὰ τῶν πλείστων, δυσὶ ταῖς μεγίσταις αἰτίαις ἀνατίθενται, πυρὸς καὶ ὕδατος ἀλέκτοις φοραῖς· κατασκήπτειν δ’ ἑκατέραν ἐν μέρει φασὶν ἐν πάνυ μακραῖς ἐνιαυτῶν περιόδοις.
ὅταν μὲν οὖν ἔμπρησις [*](1 καὶ ἀθρόα scripsi (coni. Cumont) ; πάντ’ ἀθρόα coni. Reiter (Zeitschr. f. őst. Gymn. 1892 p. 19) 2 οὐκ ἐκώλυται M 4 ὑφ᾿ ἕνα καιρῶν Ε cod. a 5 ἐνδέχεσθαι] δέχεσθαι Usener, μὲν δέ·χεσθαι· Gomperz 6 γείτονος] γειτονοῦντος P μᾶλλον ἢ] μᾶλλον μᾶλλον M 7 verba κατά τὸ φιλοσοφηθὲν—10 ἀπέδειξεν om. E καταφιλοσοφηθὲν HP 8 γινομένων codd. 9 πρὸς ἄλλο codd. : πρὸς ἄλλου Nauck (Cumont), πρὸς ἄλλῳ Bernays 10 ἀπέδειξε HP 12 τίς UH ἀκολοθήσας M 14 εὑρεταὶ U τῶν ante ἐνιαυτῶν om. Ε 16 ἀλλ’ om. HP (Turn.) 17 τις H τί v) ἀθρόων UPE: ἀθρόον MH 19 ἀλήκτοις P (coni. Turn. in append.) 19.20 φασὶν ἐν μέρει transp. UE 20 μακραῖς UE: μικραῖς MH(P?) ὅταν] ὁτὲ E ἔμπρησις] ἐμπρησμοῖς E; ἐμπρησμὸς Diels) [*](8—10 Eur. frg. 839. 13 sqq. Plat. Legg. III 677 d ... χίλια ἀφ’ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονε, τὰ δὲ Ὀρφεῖ, τὰ δέ Παλαμήδει . . .) [*](17 sqq. Plat. Tim. 22 c πολλαὶ καὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δέ ἄλλοις ἕτεραι βραχύτεραι. . . . τὸ δ’ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διά μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ τῆς πυρὶ πολλῷ φθορά. τότε μὲν οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑφηλοῖς]τόποις καὶ ἐν ξηροῖς οἰκοῦσι μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων. . . . ὅταν δ’ αὖ οἱ θεοὶ τὴν γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται βουκόλοι νομεῖς τε, οἱ δ’ ἐν ταῖς παρ’ ἡμῖν πόλεσιν εἰς τὴν Θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται.)
πρὸς δὲ μαχομένων δυνάμεων ἐν μέρει τοὺς ἐν τοῖς ἐναντίοις οἰκοῦντας τόποις ἀπόλλυσθαι, πυρὶ μὲν τοὺς ἐν ὄρεσι καὶ γεωλόφοις καὶ δυσύδροις χωρίοις, ἅτ’ οὐκ ἔχοντας φύσει πυρὸς ἀμυντήριον ἄφθονον ὕδωρ, ἔμπαλιν δ’ ὕδατι τοὺς παρὰ ποταμοῖς ἢ λίμναις ἢ θαλάττῃ· γειτόνων γὰρ ἅπτεσθαι φιλεῖ τὰ κακὰ πρώτων ἢ καὶ μόνων.
κατὰ δὴ τοὺς λεχθέντας τρόπους δίχα μυρίων ἄλλων βραχυτέρων φθειρομένου τοῦ πλείστου μέρους ἀνθρώπων, ἐπιλείπειν ἐξ ἀνάγκης καὶ τὰς τέχνας· δίχα γὰρ τοῦ μεθοδεύοντος οὐκ εἶναι καθ’ αὑτὴν ἰδεῖν ἐπιστήμην. ἐπειδὰν δὲ αἱ μὲν κοιναὶ νόσοι χαλάσωσιν, ἄρξηται δὲ ἀνηβᾶν καὶ βλαστάνειν τὸ γένος ἐκ τῶν μὴ προκαταληφθέντων τοῖς ἐπιβρίσασι δεινοῖς, ἄρχεσθαι καὶ τὰς τέχνας πάλιν [*](1 καταλαμβάνῃ η ex ει corr.) M, καταλαμβάνει E αἰθερίου MUE: αἰθρίου HP 1. 2 σκεδάννυται Ε 2 ὅταν] ὁτὲ E 3 κατομβρίαν om. E, seclusit Diels: ὕδατος ὀμβρίου κατασύρειν conicio κατασύρειν Buecheler: κατασύρει E, κατασύρη MUHP 3. 4 αὐθιγενῶν ποταμῶν καὶ χειμάρρων Ε 4 μόνων Η καθεστὸς Mang.: καθεστὼς codd.; cf. 108, 14 5 προσεπιβαλλόντων M τῆς om. HP (v) καὶ τὰς ὄχθας—16 ἡ καὶ μόνων om. E 5. 6 παραρηγνύντων U 6 ὑπερποδώντων M 6. 7 ὑπερβλύσαντες U, ὑπερβλήσαντες M 10 πελάγη M; εἰς μεγέθους ἀχανοῦς πελάγη coni. Buecheler 11 πολλῶν MU: τῶν πολλῶν HP (v) 12 ἐν τοῖς om. M ἐν ἐναντίοις Bernays) οἰκοῦντα M οἰκοῦντα M πυρὶ] περὶ Η 13 οὐκ ἔχοντας] οὐ κατέχοντας U φύσει v (Turn): φησί codd. (Bernays) ; φυσικὸν coni. Buecheler 14 ἔμπαλι M ὕδατι] ὕδωρ Η παρά etiam M (non περὶ) 15 φιλεῖ MU: φιλεῖν HP (v) πρώτων M: πρὸ τῶν UHP 16 ἡ καὶ μόνων Diels: ἡγεμόνων UHP, ἡγουμένων M; ἤ γε μόνων V (Turn.) 17 ἐπειπεῖν Buecheler: ἐπιλιπεῖν codd. 19 ἐπιστήμην MUE: τὴν ἐπιστήμην HP et E cod. r (v) κοινοὶ H 20. 21 προκαταληφθέντων HP: προκαταλειγθέντων M, προσκαταλειφθέντων UE 21 τἀς ante τέχνας om. Η (Turn.)) [*](11 sqq. cf. Plat. Legg. III 677 a.)
Ἃ μὲν οὖν περὶ ἀφθαρσίας τοῦ κόσμου παρειλήφαμεν, εἴρηται κατὰ δύναμιν. τὰς δὲ πρὸς ἕκαστον ἐναντιώσεις ἐν τοῖς ἔπειτα δηλωτέον.
[*](1 συνίστασθαι] ἀνίστασθαι E οὐ τότε Buecheler: οὕτε codd.; οὐ τὸ v (Turn.) γινομένας E 3 ἃ μὲν οὖν περὶ κόσμου παρειλήφαμεν, εἴρηται κατὰ δύναμιν (cet. om.) E Subscr. φίλωνος ἰουδαίου περὶ ἀφθαρσίας κόσμου U)