De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων * * * εἰ δὲ μὴ ἀίδιος ἄνθρωπος, οὐδ’ ἄλλο τι ζῷον, ὥστ’ οὐδ’ αἱ δεδεγμέναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ· ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν.

Ἀναγκαῖον δὲ πρὸς τὴν τοσαύτην εὑρεσιλογίαν ἀπαντῆσαι, μή τις τῶν ἀπειροτέρων ἐνδοὺς ὑπαχθῇ· καὶ ἀρκτέον γε τῆς ἀντιρρήσεως ἀφ’ οὗ καὶ τῆς ἀπάτης οἱ σοφισταί. τὰς ἀνωμαλίας οὐκέτ’ ἐχρῆν εἶναι τῆς γῆς, εἴπερ ἀίδιος ἦν ὁ κόσμος; διὰ τί, ὦ γενναῖοι; φήσουσι γὰρ ἕτεροι παρελθόντες, ὅτι δένδρων οὐδὲν αἱ φύσεις τῶν ὀρῶν διαφέρουσιν, ἀλλὰ καθάπερ ἐκεῖνα καιροῖς μέν τισι φυλλορροεῖ καιροῖς δὲ πάλιν ἀνηβᾷ — διὸ καὶ τὸ ποιητικὸν εὖ εἴρηται

  • „φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη
  • τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη“ —,
  • τὸν αὐτὸν τρόπον καὶ τῶν ὀρῶν τὰ μὲν ἀποθραύεται μέρη, τὰ δὲ προσφύεται.

    μακροῖς δὲ χρόνοις ἡ πρόσφυσις καθίσταται γνώριμος, διότι τὰ μὲν δένδρα ὠκυτέρᾳ χρώμενα τῇ φύσει θᾶττον καταλαμβανομένην ἔχει τὴν ἐπίδοσιν, τὰ δ’ ὄρη βραδυτέρᾳ, διὸ καὶ τὰς ἐκφύσεις αὐτῶν αἰσθητὰς ὅτι μὴ χρόνῳ μακρῷ μόλις εἶναι συμβέβηκεν.

    ἐοίκασί γε τὸν τρόπον τῆς γενέσεως αὐτῶν ἀγνοεῖν, ἐπεὶ κἂν ἴσως αἰδεσθέντες ἡσύχασαν. φθόνος δ’ οὐδεὶς ἀναδιδάσκειν· ἔστι δ’ οὔτε νέον τὸ λεγόμενον [*](1 τὸ ἐμμέθοδον UHP: τε ἐμμέθοδον M, ἐμμέθοδον τὸ E 2 οὐκ ἔστιν ME: οὐκ ἔνεστιν UHP (v) ἀλογήσαντες HP: ἀναλογίσαντες UE, ἀμελήσαντες M 3 post μύθων aliquid deesse videri monuit Mang. εἰ δὲ μὴ Zeller: εἰ μὴ MUE, μὴ HP (Turn.) 4 ὥστε οὐδὲ E ὥστ᾿] ὅτ’ L (Turn.) οὐδ’] οὐ M oi om. M δεδεγμέναι MEH2: δέγμεναι H1P, δεδειγμέναι U 5 τὸ φθαρτὸν HPE: τὸν φθαρτὸν MU τόν κόσμον E: τὸν om. MUHP 6 εὑρεσιλογίαν PE: εὑρησιλογίαν MUH 7 ἐνδοὺς om. E ὑπαχθῇ] ἀπαχθῇ coni. Mang. 8 τὰς ante ἀνωμαλίας om. M (Bernays) 9 ἀίδιος ἣν] ἀίδιον εἶναι HP ὦ γενναῖε Ε 11 φυλλοροεῖ U 12 διὸ—14 ὥρη om. Ε 13 χαμαδεσχέει H 14 ἔαρος] ἀέρος H ἦρος Turn.) ἐπιγίγνεται U: ἐπιγίνεται MHP 15 ἀποθραύεται] ἐπιθράβεται M 16 γνώριμος] γνωρίμη coni. Jessen 17 φύσει] προσφύσει coni. Mang. καταλαμβάνειν Ε (καταλμβάνει cod. r) 18 βραδυτέρα v (Turn.): βραχύτερα codd., βραδύτερα Bernays 19 μόγις M (Bernays) γε] τε Ε (sed γε cod. a) 20 κἄν MUPE: καὶ H (v) 21 οὔτε νέον codd.: οὔτε τι νέον Turn. τὸ λεγόμενον Ε (coni. Mang.): τῶν λεγομένων MUHP) [*](2 cf. Bernays, Theophrastos Schrift über ömmighkeit p. 47. 13 sq. Hom. II. Z 147. 148. 21 sq. cf. Eur. frg. 484 κοὐκ ἐμὸς 6 μῦθος.)

    v.6.p.114
    οὔτε ῥήμαθ’ ἡμῶν, ἀλλὰ παλαιὰ σοφῶν ἀνδρῶν, οἷς οὐδὲν ἀδιερεύνητον τῶν εἰς ἐπιστήμην ἀναγκαίων ἀπολέλειπται.

    ὅταν τὸ κατακεκλεισμένον ἐν τῇ γῇ πυρῶδες ἄνω τῇ τοῦ πυρὸς ἐλαύνηται φυσικῇ δυνάμει, πρὸς τὸν οἰκεῖον τόπον στείχει, κἄν τινος λάβηται βραχείας ἀναπνοῆς, ἄνω μὲν συνανασπᾷ πολλὴν τῆς γεώδους οὐσίας, ὅσην ἂν οἷόν τε ᾖ, ἔξω δ’ ἐπιγενόμενον φέρεται βραδύτερον, [ἢ] καὶ μέχρι πολλοῦ συμπαρελθεῖν βιασθεῖσα, πρὸς μήκιστον ἀρθεῖσα ὕψος, στέλλεται κορυφουμένη καὶ πρὸς ὀξεῖαν ἀποτελευτᾷ κορυφὴν τὸ πυρὸς σχῆμα μιμουμένη.

    γίνεται γὰρ τοῦ κουφοτάτου καὶ βαρυτάτου τότε, τῶν φύσει ἀντιπάλων, ἀναγκαία συρραξάντων διαμάχη, πρὸς τὴν οἰκείαν ἑκατέρου χώραν ἐπειγομένου καὶ πρὸς τὸ βιαζόμενον ἀντιτείνοντος· τὸ μὲν δὴ πῦρ συνανέλκον γῆν ὑπὸ τοῦ περὶ αὐτὴν νευστικοῦ βρίθειν ἀναγκάζεται, ἡ δὲ γῆ κατωτάτω ταλαντεύουσα τῷ τοῦ πυρὸς ἀνωφοίτῳ συνεπελαφρισθεῖσα μετέωρος ἐξαίρεται καὶ κρατηθεῖσα μόλις ὑπὸ δυνατωτέρας τῆς ἐπικουφιζούσης ἰσχύος ἄνω πρὸς τὴν τοῦ πυρὸς ἕδραν ὠθεῖται κἀνίσταται.

    τί οὖν θαυμαστόν, εἰ μὴ τὰ ὄρη ταῖς τῶν ὑετῶν φοραῖς ἐξανήλωται, τῆς συνεχούσης αὐτὰ δυνάμεως, ὑφ’ ἧς καὶ διανίσταται, μάλα παγίως καὶ κραταιῶς ἐνειλημμένης; λυθέντος γὰρ δεσμοῦ τοῦ συνέχοντος, εἰκὸς ἦν διαλυθῆναι καὶ πρὸς ὕδατος σκεδασθῆναι, δυνάμει δὲ σφιγγόμενα τῇ τοῦ πυρὸς στεγανώτερον πρὸς τὰς τῶν ὑετῶν φορὰς ἀντέχει. ταῦτα μὲν οὖν [*](1 οὔτε ῥήμαθ᾿ ἡμῶν H(P?): οὐ ῥήμαθ’ ἡμῶν MU, οὔθ’ ἡμέτερον ῥῆμα E (fortasse recte) παλαιὰ σοφῶν] παλαιῶν καὶ σοφῶν E (fortasse recte) 3 ἐλαύνηται ME: ἐλαυνεται UHP 4 στείχει] ἔχει U, στείχῃ Η ἄνω E: ἄνωθεν MUHP 5 πολλὴν codd.: πολὺ v (Turn.) ὅσην M: ὅσον UHPE (v) οἷόν τε HPE: οἷόν τ’ U, εἰ οἷόν τε M; ἀεὶ οἷόν τε Bernays ᾖ] ἣν M 5. 6 ἕξω δ’ ἐπιγενόμενον ἐπιγινόμενον E) corrnptum; ἡ δ’ ἔξωθεν ἐπιγενομένη Bernays, ἔξω δ’ ἐπιγενομένου Buecheler, ἔξω δ’ ἐπειγόμενον coni. Wendle. 6 φέρεται βραδύτερον Mang. (Bernays): φέρεσθαι βραχυτέραν codd. φέρεσθαι βραδύτερον Cumont) καὶ Bernays: ἡ καὶ MUHP, ἢ καὶ Ε; ἡ δὲ Diels (Cumont) 7 στέλλεται] συστέλλεται Ε κορυφουμένη] ἀποκορυφουμένη v (Turn.) 8 τὸ aute πυρός om. UE 10 συρραξάντων codd.: συρρηξάντων v (Turn.) τὴν οἰκίαν P 11 πρὸς add. Turn. in append., om. codd. ἀντιτείνοντος MUE: ἐπιτείνοντος HP (Turn.) πῦρ] πυρῶν E (sed πῦρ cod. a) γῆν om. Cumont, errore ut vid.; τὴν Diels 13 τ τοῦ πυρὸς (sic) M ἀνωφοίτῳ· ME: ἄνω φοιτῶσα U, οὐρανοφοίω HP (Turn.) ἐπελαφρισθεῖσα E 13. 14 verba μετέωρος ἐξαίρεται καὶ κρατηθεῖσα om. UE 14 post δυνατωτέρας add. βίας Cumont 15 κἀνίσταται Diels: καὶ ἵσταται codd.; καὶ διανίσταται coni. Mang. 16 ταῖς om. M συνεχούσης] ἐχούσης PL (Turn.) 18 γρ. ἐνειλημένης Turn. in append. λυθέντος UE: λυθέντα MHP (Turn.) 19 ὕδατα E 20 στεγανώτερον Ε: στεγανώτερα MUHP (v))

    v.6.p.115
    ἡμῖν λελέχθω περὶ τοῦ τὴν ἀνωμαλίαν τῆς γῆς πίστιν οὐκ εἶναι γενέσεως καὶ φθορᾶς κόσμου.

    Πρὸς δὲ τὸ ἀπὸ τῆς μειώσεως τῆς θαλάττης ἐπιχειρηθὲν ἐκεῖνο δεόντως ἂν λέγοιτο· μὴ τὰς ἀνασχούσας νήσους αὐτὸ μόνον ἀεὶ μηδ’ εἴ τινες ἀποτομαὶ κατακλυζόμεναι τὸ πάλαι χρόνοις αὖθις ἠπειρώθησαν σκοπεῖτε — φυσιολογίας γὰρ ἀντίπαλον φιλονεικία τριπόθητον ἡγουμένης ἀλήθειαν ἰχνηλατεῖν —, ἀλλὰ πολυπραγμονεῖτε καὶ τοὐναντίον, ὅσαι μὲν ἐν ἠπείροις οὐ παράλιοι μόνον ἀλλὰ καὶ μεσόγειοι μοῖραι κατεπόθησαν, ὅση δὲ χέρσος θαλαττωθεῖσα μυριοφόροις ναυσὶν ἐμπλεῖται.

    ἢ τὴν περὶ τὸν ἱερώτατον Σικελικὸν πορθμὸν ᾀδομένην ἱστορίαν ἀγνοεῖτε; ἦν μὲν γὰρ τὸ παλαιὸν ἠπείρῳ Ἰταλίᾳ Σικελία συνάπτουσα, μεγάλων δὲ τῶν παρ’ ἑκάτερα πελαγῶν βιαίοις πνεύμασιν ἐξ ἐναντίας ἐπιδραμόντων, ἡ μεθόριος ἐπεκλύσθη καὶ ἀνερράγη, παρ’ ἣν καὶ πόλις ἐπώνυμος [*](1 πίστιν ME: πιστὴν UHP (E cod. b) 3 θαλάσσης Ε 4 δεόντως] δὲ ὄντως Η ἄν om. Η (Turn.) ἀνισχούσας Ε ἀεὶ Bernays : εἰ MUHP (om. v), ἀλλὰ καὶ εἰ E 5 τὸ πάλαι] τοῖς πάλαι E (Diels) 6 σκοπεῖτε M : σκοπεῖται UH(P?), σκοπεῖν χρή E φιλονεικίας M; φιλονικία Cumont 7 ἀλήθεια Η ἰχνηλατήσειν UE πολυπραγμονεῖτε Mang.: πολυπραγμονεῖται UHPE, πολυπραγμονεῖν ἔστι M (Bernays) 8 ἐν ante ἠπείροις om. Ε λα μοίρας M 9 ὅση] ὅτι E θανατωθεῖσα U ἡ add. Diels ἢ scripsi) 9. 10 τὴν—ἀγνοεῖτε] ἡ περὶ τὸν Σικελικὸν πορθμόν ᾀδομένη ἱστορία ἀγνοεῖται παρ’ οὐδενός τῶν ἐλλογίμων E 10 ἱερώτατον] εὐρύτατον coni. Diels ἀγνοεῖτε MP: ἀγνοεῖται UH(E) 11 ἢν μὲν γὰρ addidi τό μὲν) παλαιὸν Diels (Cumont) ἠπείρῳ] ἦν ἤπειρος Buecheler (Cumont) ἰταλίας U (v), ἰταλίαν Σικελία Buecheler (Cumont): σικελίαν codd. συνάπτουσα MH (P?): προσάπτουσα UE; συνάπτουσαν v 13 ἐπεκλύθη E ἐπεκλύσθη cod. b) ἀνερράγη MUPE: ἐνερράγη H (v) παρ’ ἣν] παρῆν M καὶ πόλις] καὶ om. Turn., ἢ πόλις Man g. in textu) [*](10 sqq. Diodor. Sic. IV 85, 3 φασὶ γάρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διά τοιαύτης αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπό δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆανι καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας. ἔνιοι δέ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου. Strab. VI 6 p. 258 ὠνομάσθη δέ Ῥήγιον εἴθ’, ὥς φησιν Αἰσχύλος, διὰ τὸ συμβὰν πάθος τῇ χώρᾳ ταύτῃ· ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπό σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν „ἀγ᾿ οὐ δὴ Ῥήγιον κικλῄσκεται“ (Aesch. frg. 402 N.). Sen. Nat. Quaest. VI 30, 3 . . . .sic per hanc inundationem, quam poetarum maximi celebrant, ab Italia Sicilia resecta est. Plin. N. H. III 86 Siciiia . . . quondam Bruttio agro cohaerens, mox interfuso mari avulsa ...; ab hoc dehiscendi argumento Rhegium Graeci nomen dedere oppido in margine Italiae sito.)

    v.6.p.116
    τοῦ πάθους Ῥήγιον κτισθεῖσα ὠνομάσθη. καὶ τοὐναντίον οὗ προσεδόκησεν ἄν τις ἀπέβη· συνεζεύχθη μὲν γὰρ τὰ τέως διεστῶτα πελάγη κατὰ τὴν σύρρυσιν ἑνωθέντα, ἡ δὲ ἡνωμένη γῆ τῷ μεθορίῳ πορθμῷ διεζεύχθη, παρ’ ὃν ἤπειρος οὖσα Σικελία νῆσος ἐβιάσθη γενέσθαι.

    πολλὰς δὲ καὶ ἄλλας λόγος τῆς θαλάττης ὑπερσχούσης ἠφανίσθαι πόλεις καταποθείσας, ἐπεὶ καὶ κατὰ Πελοπόννησόν φασι τρεῖς

  • "Αἴγειραν Βοῦράν τε καὶ ὑψηλὴν Ἑλίκειαν,
  • τείχεσιν ἣ τάχ’ ἔμελλε περὶ βρύα μυρία φύσειν“,
  • εὐδαίμονας τὸ πάλαι γενομένας πολλῇ τοῦ πελάγους ἐπικλυσθῆναι φορᾷ.