De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν, ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας, μὴ βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικρέμασθαι μείζονα πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων.
ἔνιοι δ’ οὐκ Ἀριστοτέλην τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένῳ ’Περὶ τῆς τοῦ παντὸς φύσεως’ ἐνέτυχον, ἐν ᾧ ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεων κατεσκεύαζε τὸν κόσμον εἶναι.
γενητὸν δὲ καὶ ἄφθαρτόν φασιν ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ δηλοῦσθαι διὰ τῆς θεοπρεποῦς ἐκκλησίας, ἐν ᾗ λέγεται πρὸς τοὺς νεωτέρους θεοὺς ὑπὸ τοῦ πρεσβυτάτου καὶ ἡγεμόνος· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς [*](1 τις post ὁ δέ om. M τὴν διακόσμησιν MU: τ·ὴν om. HP (v) 2 κατὰ τὴν ἐκπύρωσιν M: κατὰ τῆς ἐκπυρώσεως UHP (μετὰ τῆς ἐκπυρώσεως Turn.) 3 μήποτ᾿—ἐνιστάμενος om. Ε μήποτ’ HP, μήποτε U: μηδέποτε M 3. 4 ἐνιστάμενος Bernays: ἐπιστάμενος codd. 4 ἀγένητον ME: ἀγέννητον UHP 5 καταγίνωσκε E χειροτηήτων HP 6 τοσοῦτον ὁρατὸν θεόν] τό τοσοῦτον ἔργον θεοῦ E (Turn. in append.) 6—15 ἥλιον καὶ σελήνην—τὸν κόσμον εἶναι om. E 7 πάνθειον Mang.: πάν θεῖον codd. ἔλεγεν M 8 κατακερτομῶν codd.: καὶ κατακερτομῶν v 9 πνεύμασιν] ῥεύμασιν Bernays 10 ἐπικρέμασθαι Diels: ἐπικρεμάσαι U, ἐπικεκρεμάσθαι ΜΗΡ (v) 11 τῶν om. MU δὲ M 11. 12 ἀριστοτέλην codd.: ᾿Αριστοτέλη v 12 ἀλλὰ codd.: ἀλλὰ καὶ ν πυθαγορείων U, πυθαγορίων Μ 13 συγγράμματι] γράμ(ματι) M (Bernays) ἐπιγραφομένου M περὶ] παρὰ ΗΡ1 14 ἀγένητον M: ἀγέννητον ceteri 15 μόνον V (Turn.): μὲν οὑν codd. ἀποδείξεων MU: ἀποδείξεως HP (Turn.) 16 γενητόν ME: γεννητὸν UHP δὲ] τε M ἐν Τιμαίω in marg. M, om. in textu 17—77, 6 διά τῆς θεοπρεποῦς ἐκκλησίας—ὅτε ἐγίγνεσθε συνεδεῖσθε om. E 18 θεοὶ θεῶν Plato (Turn.): θεὸς θεῶν codd. ὧν Plato (Turn.): om. codd.) [*](3 sqq. Arist. frg. 18 (ed. Rose, Lips. 1886). J. Rernays, Dialoge d. Aristoteles p. 101. 13 Ocell. Luc. I 2 δοκεῖ γάρ μοι τὸ πᾶν ἀνώλεθρον εἶναι καὶ ἀγένητον· ἀεί τε γάρ ἢν καὶ ἔσται. 16 sqq. Plat. Tim. 41a (cf. Rawack, De Platonis Timaeo, Berolini 1888 p. 15 ss.).)
τινὲς δὲ οἴονται σοφιζόμενοι κατὰ Πλάτωνα γενητὸν λέγεσθαι τὸν κόσμον οὐ τῷ λαβεῖν γενέσεως ἀρχήν, ἀλλὰ τῷ, εἴπερ ἐγίγνετο, μὴ ἂν ἑτέρως ἢ τὸν εἰρημένον συστῆναι τρόπον, ἢ διὰ τὸ ἐν γενέσει καὶ μεταβολῇ τὰ μέρη θεωρεῖσθαι.
βέλτιον δὲ καὶ ἀληθέστερον ὑπονοεῖν τὸ πρότερον, οὐ μόνον ὅτι διὰ παντὸς τοῦ συγγράμματος πατέρα μὲν καὶ ποιητὴν καὶ δημιουργὸν τὸν θεοπλάστην ἐκεῖνον καλεῖ, ἔργον δὲ καὶ ἔγγονον τουτονὶ τὸν κόσμον, ἀπ’ ἀρχετύπου καὶ νοητοῦ παραδείγματος μίμημα αἰσθητόν, πάνθ’ ὅσα ἐν ἐκείνῳ νοητὰ περιέχοντα αἰσθητὰ ἐν αὑτῷ, τελειοτάτου πρὸς νοῦν τελειότατον ἐκμαγεῖον πρὸς αἴσθησιν,
ἀλλ’ ὅτι καὶ Ἀριστοτέλης ταῦτα μαρτυρεῖ περὶ Πλάτωνος, διὰ τὴν τῆς φιλοσοφίας αἰδῶ μηδὲν ἂν ψευσάμενος, καὶ διότι πιστότερος οὐδεὶς ὑφηγητῇ γνωρίμου μαρτυρεῖν καὶ μάλιστα τοιούτου, ὃς οὐ πάρεργον ἔθετο παιδείαν ἁψικόρῳ ῥᾳθυμίᾳ, προσυπερβαλεῖν δὲ σπουδάσας τὰς τῶν παλαιῶν εὑρέσεις ἔνια τῶν ἀναγκαιοτάτων εἰς ἕκαστον φιλοσοφίας μέρος καινοτομήσας προσεξεύρετο.
πατέρα δὲ τοῦ [*](1 ἐμοῦ γε μὴ θέλοντος scripsi (sic etiam Platonis cod. Paris. Α): ἐμοῦ μὴ θέλοντος MHP, ἐμοῦ γε θέλοντος U (Mang.) δὴ δεθέν Plato (Turn.): μὴ δεθὲν codd. 1, 2 πάνλυτον U 2 τό γε] τότε U 3 δι’ ἁ· U Plato): διὸ MHP (v) 3. 4 τὸ πάμπαν] τῶν πάμπαν M 4 73 μὴν] μὲν δὴ Plato λυθήσεσθαι M 5 ἐκείνων MU: ἐκείνω Η, ἐκείνου P 6 ὅτε HP: ὄντες MU συνεδεῖσθε ἑ Plato (Turn.): συνέδησθε HP, συνεδῆσθαι U, συνδέδεσθε M (Beniays) δὲ MUE: δ’ HP 7 γενητὸν ME: γεννητόν UHP τόν ante κόσμον om. U οὐ τό λαβεῖν γενέσεως ἀρχόν M 8 ἢ aute διὰ om. P 12 καλεῖ, ἔργον Bernays: καλλίεργον MUE, φησιν καλλίεργον HP (Turn. Mang.) τουτονὶ] τουτουὶ Bernays καὶ add. Mang., om. codd. 13 ἐν ἐκείνω MU: ἐκείνω HPE (ἐκεῖνο V) 14 αἰσθητὰ om. Η (Turu.) αὑτῷ] ἑαυτῶ P, αὐτῶ ceteri τελειοτάτου UHP: τελειότατον ME πρὸς νοῦν HP: πρός νοῦ MUE (Bernays) τελειότατον] τελειότητα E 15 ταῦτα] ταὐτά coni. Mang. περὶ] παρὰ HP 16 ψευσάμενος om. in lac. M 16—20 καὶ διότι—προσεξεύρετο om. E 17 ὑφηγητῇ Bernays: ὑφηγητὴς codd. (v) γνωρίμων M (Bernays) 18 προσυπερβαλεῖν codd.: προσυπερβάλλειν v 19 ἔνια τῶν] ἑνὶ αὐτῶν U, καὶ ἐνιαυτῶν mg U 20 προσεξεύρατο U) [*](6 cf. Doxogr. p. 485, 17. 15 cf. Arist. de coelo I 10 p. 280a 28. Phys. VIII 1 p. 251 b 17.)
ἄφθαρτον δέ, ὅτι διάλυσιν καὶ φθορὰν οὐ μεμήνυκεν αὐτοῦ. χάος δὲ ὁ μὲν Ἀριστοτέλης τόπον οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωικῶν ἔνιοι τὸ ὕδωρ παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. ὁποτέρως δ’ ἂν ἔχοι, τὸ γενητὸν εἶναι τὸν
κόσμον ἐναργέστατα παρ’ Ἡσιόδῳ μεμήνυται. μακροῖς δὲ χρόνοις πρότερον ὁ τῶν Ἰουδαίων νομοθέτης Μωϋσῆς γενητὸν καὶ ἄφθαρτον ἔφη τὸν κόσμον ἐν ἱεραῖς βίβλοις· εἰσὶ δὲ πέντε, ὧν τὴν πρώτην ἐπέγραψε Γένεσιν, ἐν ᾗ ἄρχεται τὸν τρόπον τοῦτον· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν [*](1 πλατωνείου MU: πλατωνικοῦ HPE (v) ποιητὴν om. HP (Turn.) γεννητὸν UHP γενητόν τε καὶ Μ (Bernaye Cumont) 2 ἐπ᾿ ἐκείνου Μ γεννητὸν UHP 3 γένετ᾿ Ε: ἐγένετο MUH, γένετο Ρ 4 γαῖ᾿ Ε: γαῖα MUHP εὐρύσθενος U ἕδος] εἶδος Η 5 μεμύνηκεν Η 5.6 δὲ ὁ UΕ: δ’ ὁ ΜΗΡ 7. 8 τῶν δὲ Στωικῶν—ὁποτέρως δ’ ἂν ἕχοι om. E1M 8 τὸ γενητὸν] τὸ τοίνυν γενητὸν Ε γεννητὸν UΗΡ 9 παρ᾿ ῾Ησιόδου Ε μεμύνηται Η 10 τῶν Ἰουδαίων] τοῦ Ἰουδαίων ἔθνους Ε μωυσῆς UΗΡ: Μωσῆς Ε, om. M γεννητὸν UΗΡ ἔφη corr. (ex εἶναι vel ἔγων?) Μ 11 ὧν om. MU (Bernays)) [*](1 Πλατωνείου: cf. schol. Dionys. Thrac. r. 224, 1 Hilg. Φααὶ δέ τινες (Ἅβρων καὶ Φρύνιχος) ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον, ἀλλὰ Πλατώνειον· Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται οἱ περὶ Φιλίππου περιέχοντες καὶ Τυρσηνικαὶ ἱστορίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι. 3. 4 Hesiod. Theogon. 116. 117. 5 sqq. Arist. Phys. IV 1 p.208b 29 δόξειε δ’ ἂν καὶ ῾Ησίοδος ὀρθῶς λέγειν ποιήας πρῶτον τὸ χάος· λέγει ὑπάρξαι χώραν τοῖς οὖσι, χάος γένετ᾿, αὐτὰρ ἔπειτα γαῖ᾿ εὐρύστερνος“, ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. cf. [Arist.] de Melisso 20 p. 976b 15 (συνδοκεῖ) εἶναί τι κενόν, οὐ μέντοι τοῦτό γέ τι σῶμα εἶναι, ἀλλ’ οἷον καὶ ὁ ῾Ησίοδος ἐν τῇ γενέσει πρῶτον τὸ χάος φησὶ γενέσθαι, ὡς δέον χώραν πρῶτον ὑπάρχειν τοῖς οὖσομ. τοιοῦτον δέ τι καὶ τὸ κενόν, οἶον ἀγγεῖόν τι ἀνὰ μέσον εἶναι ζητοῦμεν. Sext. Emp. adv. Mathem. X 11 οἵ τε παλαιοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ ῾Ησίοδος ἀνεφώνησεν· „ἤτοι—ἀσφαλὲς αἰεί“, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου, οὔτε γῆ οὔτε ὕδωρ οὕτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. Pyrrh. Hypotyp. III 121 . . . ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων „ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο“. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἶναι τῶν ἐν αὐτῷ γινομένων. εἴ γε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἵη τὸ σῶμα. 7 cf. Cornut. Theol. c. 17 (p. 28, 7 Lang) ἔστι δὲ χάος μὲν τὸ πρὸ τῆς διακοσμήσεως γενόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως οὕτως ὠνομασμένον. Schol. Apollon. Rh. I 498 καὶ Ζήνων δὲ τὸ παρ᾿ ῾Ησιόδῳ χάος ὕδωρ εἶναί φησιν (Zeno frg. 103. 104 Arnim).)
Τοὺς δὲ ἀγένητον καὶ ἄφθαρτον κατασκευάζοντας λόγους ἕνεκα τῆς πρὸς τὸν ὁρατὸν θεὸν αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτός, προϋπόκεινται· σίδηρον γοῦν καὶ χαλκὸν καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ ἑαυτῶν μέν, ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπιδραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτός, ὅταν ἐμπιπραμένης οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ διαλυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσήσασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν δι’ ἀγχόνης ὑπομένουσιν.