De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Ἐπὶ μὲν παντὸς ἀδήλου καὶ σπουδαίου πράγματος θεὸν καλεῖν [*](ΙΙ p. 487 M.) ἄξιον, διότι ἀγαθός ἐστι γεννητὴς καὶ οὐδὲν ἄδηλον παρ’ αὐτῷ τὴν τῶν ὅλων ἀκριβεστάτην ἐπιστήμην εἰληχότι, πρὸς δὲ τὸν ὑπὲρ ἀφθαρσίας τοῦ κόσμου λόγον ἀναγκαιότατον· οὔτε γὰρ ἐν αἰσθητοῖς παντελέστερόν τι τοῦ κόσμου οὔτε ἐν νοητοῖς θεοῦ τελεώτερον, αἰεὶ δ’ αἰσθήσεως ἡγεμὼν νοῦς καὶ νοητὸν αἰσθητοῦ, τὰ δὲ τῶν ὑπηκόων παρ’ ἡγεμόνος τε καὶ ἐπιστάτου νόμος φιλοπευστεῖν, οἷς ἐμπέφυκε πόθος ἀληθείας πλείων.
εἰ μὲν οὖν ἐνασκηθέντες τοῖς φρονήσεως καὶ σωφροσύνης καὶ πάσης ἀρετῆς δόγμασιν ἀπερρυψάμεθα τὰς ἐκ παθῶν καὶ νοσημάτων κηλῖδας, οὐκ ἂν ἴσως ἀπηξίωσεν ὁ θεὸς ἄκρως κεκαθαρμέναις καὶ φαιδρυναμέναις αὐγοειδῶς ψυχαῖς ἐπιστήμην τῶν οὐρανίων ἢ δι’ ὀνειράτων ἢ διὰ χρησμῶν ἢ διὰ σημείων ἢ τεράτων ὑφηγεῖσθαι· ἐπεὶ δὲ τοὺς ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ἄλλων κακιῶν ἀναμαξάμενοι [στοχασμοὺς καὶ] τύπους [*](Tit. Φίλωνος ἰουδαίου περὶ ἀφθαρσίας κόσμου UH. τοῦ αὐτοῦ περὶ ἀφθαρσίας κόσμου P, φίλωνος περὶ τῆς τοῦ κόσμου γενέσεως Μ) [*](1. 2 θεὸν καλεῖν ἄξιον HP: ἐγκαλεῖν ἄξιον MU (έγκαλεῖν ἄξιον θεόν Bernays) 2 γεννητὴς] γενετῆς mg Η2Ρ2 (γενέτης v) 5 αἰεὶ MHP: εἰ U 7 νόμος Bernays: πόνος codd.: πόνος vel φθόνος coni. Mang. πλείων v (Turn.): πλέον codd. (cf. de vita cout. § 35) 8 οὖν om. P1 τοῖς M: τῆς UHP πάσης MU: πᾶσιν HP (Turn.) 9 ἀπερρυψάμεθα P (coni. Mang.): ἀπερυψάμεθα U. ἀπερρϊψάμεθα Η (v), ἀπεριψάμεθα M 10 ἴσως om. HP (Turn.) φαιδρυναμέναις MUH2: φαιδρυνομέναις Η1Ρ 10. 11 αὐγοειδῶς Mang.: αὐτοειδῶς codd. 11 ψυχαῖς M: εὐχαῖς UHP (Turn.) χρησμῶν scripsi: χρήσεων codd. 12 δ·ὲ MU: δέ καὶ ΗΡ (v) 13 στοχασμοὺς καὶ seclusi; μολυσμοὺς (pro στοχασμοὺς) Bernays, τὰ ἐγκαύματα vel τἀς εἰκόνας (pro τοὺς στοχασμοὺς) coni. Mang.) [*](1 cf. Plat. Tim. 27 c ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν. ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν, ἡμᾶς δέ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας ᾗ γέγονεν ἢ καὶ ἀγεννές ἐστιν . . . ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα ἑπομένως δὲ ἡμίν εἰπεῖν.)
Ἄξιον οὖν τοὺς ζητοῦντας εἰ ἄφθαρτος ὁ κόσμος, ἐπειδὴ καὶ „φθορὰ“ καὶ „κόσμος“ τῶν πολλαχῶς λεγομένων ἐστὶν ἑκάτερον, πρῶτον ἐρευνῆσαι περὶ τῶν ὀνομάτων, ἵνα καθ’ ὃ σημαινόμενον νυνὶ [καὶ] τέτακται διαγνῶμεν· ἀλλ’ οὐχ ὅσα δηλοῦται πάντα καταριθμητέον, ἀλλ’ ὅσα πρὸς τὴν παροῦσαν διδασκαλίαν χρήσιμα.
λέγεται τοίνυν ὁ κόσμος καθ’ ἓν μὲν [πρῶτον] σύστημα ἐξ οὐρανοῦ καὶ ἄστρων κατὰ περιοχὴν καὶ γῆς καὶ τῶν ἐπ’ αὐτῆς ζῴων καὶ φυτῶν, καθ’ ἕτερον δὲ μόνος οὐρανός, εἰς ὃν ἀπιδὼν Ἀναξαγόρας πρὸς τὸν πυθόμενον, ἧς ἕνεκα αἰτίας ταλαιπωρεῖται διανυκτερεύων ὕπαιθρος, ἀπεκρίνατο ’τοῦ τὸν κόσμον θεάσασθαι,’ τὰς χορείας καὶ περιφορὰς τῶν ἀστέρων αἰνιττόμενος, κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωικοῖς, διῆκον ἄχρι τῆς ἐκπυρώσεως, οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν [*](1 κἀν MHP: ἄν U (κἀν Bernays Cumont) στοχασμοῖς addidi; κἂν εἰκόνισμα καὶ μίμημά τι coni. Mang. δι’ αὐτῶν Bernays: δι’ αὐτῶν codd. 2 μίμημά τι MHP: μιμήματα U ἀνευρίσκωμεν HP, εὑρίσκωμεν U: ἀνευρίσκειν ἡμᾶς M (Βernays Cumout) 3. 4 ἐπειδὴ—κόσμος om. HP (Turn.) 4 πολλαχῶς MU(P?): πολλαχοῦ Η (v) 5 περὶ τῶν ὀνομάτων M: περὶ om. UHP (v) τῶν νοημάτων Turn. σημαινόμενον Bernays (cf. 74, 2): σημαίνεται codd. τέτακται scripsi: καὶ τέτακται codd. (v) ; κατατέτακται Bernays 6 ἀλλ’ οὐχ MU: καὶ οὐχ HP (v) δηλοῦται Wendl. et ego: δηλοῦνται codd. πάντα addidi 8 πρῶτον seclusi 9 καὶ ante γῆς add. Mang. (cf. 74, 2) 10 πυθόμενον M: πυνθανόμενον UHP (v) 11 ταλαιπωρεῖται διανυκτερεύων Bernays (coll. Thuc. I 134, 2): τὰ πολλά πειρᾶται διανυκτερεύειν codd. τοῦ] τοῦτον U 13 διῆκον Jessen: διήκων codd. (διήκουσα v) 14 οὗ codd.: ἧς v) [*](1 cf. Plat. Tim. 29 c ἀλλ’ ἐὰν ἄρα μηδενός ἧττον παρεχώμεθα εἰκότας (λόγους), ἀγαπᾶν χρή. 7 sqri. cf. Chrysipp. frg. 527 (Arnim) κόσμον δ’ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. [Arist.] de mundo 2 κόσμος μὲν οὖν ἐστι σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. Ocell. Lucan. 17 τὸ δέ γε ὅλον καὶ τό πᾶν ὀνομάζω τόν σύμπαντα κόσμον· . . . σύστημα γάρ ἐστι τῶν ὅλων φύσεων αὐτοτελὲς καὶ τέλειον Diog. La. VII 137 λέγουσι δὲ (Stoici) κόσμον τριχῶς, αὐτόν τε τὸν θεόν τόν ἐκ τῆς πάσης οὐσίας ἰδίως ποιόν . . . (138) καὶ αὐτὴν δέ τὴν διακόσμησιν τῶν ἀστέρων κόσμον εἶναι λέγουσι, καὶ τρίτον τὸ‘ συνεστηκός ἐξ ἀμφοῖν. καὶ ἔστι κόσμος ὁ ἰδίως ποιός τῆς τῶν ὅλων οὐσίας ἤ, ὤς φησι Ποσειδώνιος ἐν τῇ Μετεωρολογικῇ Στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· Doxogr. p. 464, 18 (Arius Didymus) λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν έν αὐτοῖς φύσεων 9 sq. Doxogr. p. 337, 13 (Φιλόλαος) τὸ δὲ ὑπό τὴν τοῦ Ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθ᾿ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον (καλεῖ). de Anaxagora cf. Arist. Eth. Eud. I 5 p. 1216a 11. Iamblich. Protr. 9 p. .51, 11 (Pistelli). 14 sq. cf. Doxogr. p. 461. Sext. Emp. Pyrrh. Hypot. III 136. Diog. La. VII 141.)
λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται·
εἰ ὁ κόσμος εἰς τὸ μὴ ὂν φθείρεται, ἀλλ’ εἰ δέχεται τὴν ἐκ τῆς διακοσμήσεως μεταβολήν, τὰς ποικίλας μορφὰς στοιχείων τε καὶ συγκριμάτων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀναλυθεὶς ἢ ὥσπερ ἐν τοῖς θλάσμασι καὶ τοῖς κατάγμασι δεξάμενος παντελῆ σύγχυσιν.
[*](1 δέ ἐστιν Μ ἡ] ὁ U περὶ κόσμου ΜU: περὶ τοῦ κόσμου HP (v) 2 ζῴων Bernays: ἐξ ὧν codd.; εἷς ὢν coni. Mang. 3 συνέστηκεν M 4 λέγεται δὲ seclusit Diels ἐκ τοῦ ὄντος MU: ἐκ oin. HP (v) 6 φθείρεταί Cumont, φθείρεται ipse conieceram; sed nihil mutandum 7 ἔκ τε Diels: ἐκ τοῦ codd. οὐδάμ’ ἐόντος Diels: οὐδαμῆ ὄντος codd. ἐστι om. M γενέσθαι τι codd., τι seclusit Diels 8 καί τ’ ἐόν Diels: τό τε ὂν codd. ἐξαπολέσθαι U (coni. Diels): ἐξαπολεῖσθαι MHP (v) ἀνήνυστον] ἀνήνυτον Μ; ἀνήκουστον coni. Mang. ἄπυστον Mang.: ἄπαυστον codd.: cf. Parmenid. frg. 8, 21 (Diels) ἄπυστος ὄλεθρος 10 γινομένων codd. (v) 11 κρινόμενον codd. (cf. § 144) δὲ M πρός ἄλλο codd.: πρὸς ἄλλου Nauck, πρὸς ἄλλῳ Bernays 13 οὐδέ (οὐδέν scripsi) γε οὕτως ἐστὶν εὔηθες codd.: οὐδεὶς γοῦν οὕτως ἐστὶν εὐήθης Bernays, οὐδεὶς οὕτως ἐστὶν εὐήθης Cumont ὡς τὸ scripsi: ὥστε MHP (Bernays Cumont), τὸ U (v) 14 τῆς om. H 15 μίαν καὶ MU: μίαν τε καὶ HP (v) 16 ἐν] πάν Η τοῖς ante κατάγμασι om. U)[*](4 ἀνύπαρκτον: cf. Doxogr. p. 462, 13 Ποσειδώνιος δὲ φθοράς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γιγνομένας. τὴν μὲν γάρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς τὰ οὐ·κ ὄντα . . . ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. 5 sq. cf. Doxogr. p. 279a 3 (de Anaxagora) ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί τι γίνεσθαι ἢ φθείρεσθαι εἰς τὸ μὴ ὄν. 7. 8 Empedocl. frg. 12 Diels; cf. [Arist.] de Melisso 2 p. 975 b 1 . . . ὡς καὶ Ἐμπεδοκλῆς λέγει· ἅπαντα γὰρ κἀκεῖνα ταῦτα ὁμολογήσας, ὅτι ἔκ τε τοῦ μὴ ὄντος ἀμήχανόν ἐστι γενέσθαι, τό τε ὂν ἐξόλλυσθαι ἀνήνυστον καὶ ἄπρηκτον, ἀεὶ γὰρ ἔσεσθαι, ὅπῃ κέ τις αἰὲν ἐρείδῃ. 10—12 Eurip. frg. 839.)Τριτταὶ δὲ περὶ τοῦ ζητουμένου γεγόνασι δόξαι, τῶν μὲν ἀίδιον τὸν κόσμον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον, τῶν δὲ ἐξ ἐναντίας γενητόν τε καὶ φθαρτόν· εἰσὶ δ’ οἳ παρ’ ἑκατέρων ἐκλαβόντες, τὸ μὲν γενητὸν παρὰ τῶν ὑστέρων παρὰ δὲ τῶν προτέρων τὸ ἄφθαρτον, μικτὴν δόξαν ἀπέλιπον, γενητὸν καὶ ἄφθαρτον οἰηθέντες αὐτὸν εἶναι.
Δημόκριτος μὲν οὖν καὶ Ἐπίκουρος καὶ ὁ πολὺς ὅμιλος τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων γένεσιν καὶ φθορὰν ἀπολείπουσι τοῦ κόσμου, πλὴν οὐχ ὁμοίως· οἱ μὲν γὰρ πολλοὺς κόσμους ὑπογράφουσιν, ὧν τὴν μὲν γένεσιν ἀλληλοτυπίαις καὶ ἐπιπλοκαῖς ἀτόμων ἀνατιθέασι, τὴν δὲ φθορὰν ἀντικοπαῖς καὶ προσράξεσι τῶν γεγονότων· οἱ δὲ Στωικοὶ κόσμον μὲν ἕνα, γενέσεως δ’ αὐτοῦ θεὸν αἴτιον, φθορᾶς δὲ μηκέτι θεόν, ἀλλὰ τὴν ὑπάρχουσαν ἐν τοῖς οὖσι πυρὸς ἀκαμάτου δύναμιν χρόνων μακραῖς περιόδοις ἀναλύουσαν τὰ πάντα εἰς ἑαυτήν, ἐξ ἧς πάλιν ἀναγέννησιν κόσμου συνίστασθαι προμηθείᾳ τοῦ τεχνίτου.
δύναται δὲ κατὰ τούτους ὁ μέν τις κόσμος ἀίδιος, [*](1 περὶ] παρά HP γεγόνασιν Η 2 ἀγένητον E: ἀγέννητον codd. 3 γενητόν E: γεννητόν codd. δὲ M 4 γενητόν E: γεννητόν codd. παρὰ] ἀπὸ E ὑστέρων UE: ὕστερον MHP (v) προτέρων codd.: πρότερον v ἄφθαρτον] φθαρτὸν H μικτὴν] μικρὴν H, μικρὰν L 5 γενητὸν E: γεννητὸν codd, αὐτὸν εἶναι MUE: εἶναι αὐτόν HP (v) 7 γενέσεις καὶ φθορὰς Turn. τοῦ κόσμου MUE: τόν κόσμον HP (τῶν κόσμων Turn., sed corr. in append.) 10 προσράξεσι] ἀποστάσεσι Turn. (sed corr. in append.) μὲν ἕνα MUE: μὲν om. HP (v) γενέσεως] γενέσθαι M 11 δὲ MP τὸν θεὸν αἴτιον E 12 πυρός ἀκαμάτου] πρὸς ἀκαμάστου U, πρός ἀκαμάτων Ε (Turn. in append.) ἀναλύουσαν MHP: ἀναλέγουσαν UE; ἀναλίσκουσαν coni. Mang. 13 ἀναγέννησιν Ε: ἀναγέννησιν νῦν U, νῦν ἀναγέννησιν M (Cumont), αὖ ἀναγέννησιν HP (v) ; αὗ νέαν γένεσιν coni. Dieis, τιν’ ἀναγέννησιν coni. Buecheler κόσμου συνίστασθαι MPE: συνίστασθαι κόσμου U, κόσμου ἵστασθαι Η (Τurn.) 14 δύναται —ληγούσαις (76, 3) om. Ε) [*](1 incipit E: Τριτταὶ τοίνυν δόξι παρά τοῖς φιλοσόφοις περὶ τούτου γεγόνασι, τῶν μὲν ἀίδιον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον κτλ. 2 ἀγένητόν τε καὶ ἀνώλεθρον: Parmenid. frg. 8,3 Diels. Plat. Tim. 52a. 5 sqq. Dionys. ap. Euseb. Pr. Ev. XIV 23, 2 (Diels, Fragm. d. Vorsokr. Ι2 360, 30) . . . ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῶ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους, ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δημόκριτος. 10 sqq. Diog. La. VII 137 . . . λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς πάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὤν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτόν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ ἑαυτοῦ γεννῶν. 12 πυρὸς ἀκαμάτου: Hom. ΙΙ. Ε 4 al.)
Ἀριστοτέλης δὲ μήποτ’ εὐσεβῶς καὶ ὁσίως ἐνιστάμενος ἀγένητον καὶ ἄφθαρτον ἔφη τὸν κόσμον εἶναι, δεινὴν δὲ ἀθεότητα κατεγίνωσκε τῶν τἀναντία διεξιόντων, οἳ τῶν χειροκμήτων οὐδὲν ᾠήθησαν διαφέρειν τοσοῦτον ὁρατὸν θεόν, ἥλιον καὶ σελήνην καὶ τὸ ἄλλο τῶν πλανήτων καὶ ἀπλανῶν ὡς ἀληθῶς περιέχοντα πάνθειον·