De Vita Contemplativa
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων.
παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα.
σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης· εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι [*](1 ἀνδρίαν Α, ἀνδρίαν F 2 ἐναπεργαζόμενος MFG: ἐνεργαζόμενος C (Conyb.), ἀπεργαζόμενος AHP (v) 3 ἐπιτηδεύμασι] γρ. μαθήμασι mg M, μαθήμασι mg P. ἐπιτηδεύμασι καὶ μαθήμασι F 4 ἐρωμένην C, ἐρωμένων Arm (Conyb.) 6 σῶμα καὶ ψυχὴν C Arm (Conyb.): σώματα, ψυχὴν A. σώματα καὶ ψυχὴν ceteri: σῶμά τε καὶ ψυχὴν v 7 πρὸς ταῦτα CG (Conyb.): καὶ πρὸς ταῦτα ceteri (v) ὄνον om. Arm ὀξυδορκοῦντα FGA: ὀξυδερκοῦντα ceteri (v) 8 τἆλλα A τὸ δὲ σῶμα add. Conyb.: τὰ δὲ σώματα Arm, om. codd. (v) 9 ἀποτυγχάνοιτο] ἀποτυγχάνοι HP (Turn.): cf. de spec. leg. III § 44 10 δ’ Α 11 παραφύεται] περιφύεται Α, παραφύεσθαι Arm (Conyb.) 12 γάρ om. FG Arm (Conyb.) 13 ἀγωνίαν Α, ἀγονίαν ex ἀγωνίαν corr. H τεχνάζονται A et ut vid. Arm: τεχναζόντων ceteri (Turn. Conyb.) τῆς γεωργίας] τῶν γεωργῶν Arm 14 σπείροντας Wendl. (sic Arm?) ὑφάλμους] ὑφάλους G mg P; ὑφάμμους coni. Mang. λιθώδεις Α 15 πεφυκέναι] πεφθακέναι A 16 καταβληθέντα G (Conyb.): βληθέντα ceteri (v) φθείρει om. in lac. G, σπείρει 2 σπέρματα φθείρει transp. M σπέρματα] σώματα Α 17 δισωμάτους] δὔσομμάτους M, γρ. δισωμάτους mg M προσφύντες] πρόσφυγες Α ἑνωτικαῖς C Arm (Conyb.): ἐρωτικαῖς ceteri (v) 18 συνεληλυθότων HP (Turn.) 18. 19 συνείχετο FG 19 πάντα om. G) [*](14 sq. cf. Plat. Legg. VIII 838 e μηδ’ εἰς πέτρας τε καὶ λίθους σπείροντας . . ., ἀπεχομένους δὲ ἀρούρας θηλείας πάσης, ἐν ᾖ μὴ βούλοιο ἂν σοι φύεσθαι τὸ σπαρὲν.)
Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις.
οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες· ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.
ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν.
μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες· πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς [*](1 post δελεάζειν add. ἐνίων GA (ss. P), ἔνια F ἐκ πολλοῦ τοῦ περιόντος] ἐκ πολλῶν χ̣ρόνων Arm μώσεως codd. 3 ἀνεξαγάπητοι F διατελοῦντες om. in lac. M διατελοῦντες] διαθλοῦντες Turn. 4 ἀλλ’ om. M 4. 5. τοιαύτης ἐστὶ φλυαρίας μεστά A 5 ἐστίν om. M τις] τι Α, τις om. Arm πρὸς δόξας] πρός δόξαν HP (v) 6 αὐτῶν] ἑαυτῶν C κατωρθωμένην A 7 ἀντιταξάτω A, ἀντιτάξας Arm τὰ add. Mang. 7. 8 καὶ ἑαυτοὺς om. Arm 8 τῆς φύσεως om. G 9 τοῦ om. Α μωυσέος Α, μώσεως ceteri 10 ἑβδομάδα CGHP Arm: ἑβδομάδος F, ζωὴν M, καὶ μίαν Α 12 προέορτος CMG: προεόρτιος ceteri (v) ; cf. de spec. leg. II § 176 ἣν et ἔλαχεν om. Arm 13 ἀριθμός Arm (fortasse recte) ὀρθογώνου Α τριγωνίου 1 14 συσταθείς MFG Arm: καὶ σύστασις CA (καὶ συστάσεως Mang.), om. HP (Turn.) οὖν] γοῦν Α, δέ Arm 15 ἀνωτάτης Α 16 τινος τῶν ἐφημερευτῶν] αὐτοῖς τοῦ ἐφημερευτοῦ Arm ἐφημερευτῶν] ἑρμηνευτῶν F γὰρ] γὰρ αὐτοῖς Arm 18 τὰς ante χεῖρας om. HP (v) 19 ante ὅτι add, καθ’ ἣν F 22 τὴν εὐωχίαν αὐτῶν Arm 23 εἰσκρίσεσιν ἀκολουθοῦντες] θείαις κρίσεσιν ἀκολούθως A δὲ Arm: γάρ codd. (v))
συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς
τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο· τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι.
διακονοῦνται [*](1 πολιοὺς Maug.: παλαιοὺς codd. verba ἀλλ’ ἔτι κομιδῇ νέους παίδους om. Arm, seclusi ἀλλ’] οὐδ’ Α 2 ἐνηβάσαντας AP, ἡβήσαντας F 2. 3 ἐνηβήσαντας καὶ om. Arm 3 ἀκμάσαντας H (Turn.) τῆς φιλοσοφίας ΑΡ2 4 ὧν ἀὲ πλείσται Eus γηρεαὶ G, γεραιαὶ A, γηραλέαι Eus (Mang.) 5 post παρθένοι add. τυγχάνουσιν Eus (Mang.), om. codd. Arm 6 φυλάξασαι Eus, διαφυλάττουσι Arm διά ζῆλον C Eus Arm (Conyb.): διὰ δέ ζῆλον ceteri (v) 7 σπουδάσασαι] σπουδάζουσαι Α (σπουδάζουσι Mang.) περὶ σῶμα] περὶ τὸ σῶμα M Eus (Mang. Conyb.), σωματικῶν Arm 8 ἐγγόνων Α 8. 9 ἀφ’ ἑαυτῆς om. Arm 11 ἡ ante κατάκλισις om. A 12 μή πού τις scripsi: ἤ πού τις C, ἡ πού τις Α (Maug. Conyb.), εἴ πού τις ceteri (Turn.) οὐ] μὴ M (Conyb.) 13 καὶ ἀστείοις. om. Arm 14 ἀσκηταῖς] ἐρασταῖς ΑΡ2, ἀθληταῖς Arm εὐτρεπίσασθαι M στιβάδες γάρ εἰσιν codd.: γάρ om. v: στιβάδες πάρεισιν coni. et 1. 12 εἴ πού τις legendum censet Wendl. ἐφ’ ὦν Wendl.: ἀφ’ ὦν codd. (v) 15 ὑπερανέχοντα F 16 ἵν’ F ὑπερείδοιντο M μὲν om. A 17 ὑπανιᾶσιν v (Turn.): ὑπάνεισιν codd. τὴν ἐλευθερίαν εὐκόλως Α 18 ἰοῖς τῆς ἡδονῆς ΑΡ2, τῆς ἡδονῆς Arm φίλτροις ἀπεχθανόμενοι M, φίλτρων ἀπεχόμενοι Arm) [*](4—9 pergit Euseb. Hist. eccl. II 17, 17 ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιρρήτους περὶ τῶν καθ’ ἡμάς ὑπάρχειν ἡγούμεθα λέξεις. (18) εἰ δ’ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν, ἃς οὐ παρά τισιν ἡ μόνῃ τῶν Χριστιανῶν εὑρεῖν ἔνεστιν κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ. (19) φησὶν γὰρ τοῖς περὶ ὧν 6 λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἱ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. Exc. Euseb. I. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: εἰσὶ δὲ καὶ γυναῖκες θεραπευτίδες, ὧν αἰ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. 16 cf. Plut. Lyc. 16.)
ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐδὲ προστάξεις ἀναμένοντες, ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις.
οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους· οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν· ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος.
εἰς τοῦτο τὸ συμπόσιον — οἶδ’ ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες — οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις· καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας.
νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται· οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ [*](1 συνόλως om. Α τὴν τῶν θεραπόντων Α, τὴν ἀνδραπόδων M 2 εἶναι om. Α post παρά φύσιν add. ἢ δούλων Α (post θεραπόντων add. Mang.) 3. 4 καταζεύξασαι] κάτα . . . (spat. 7—8 litt.) M 5 δὴ] δὲ Arni (Conyb., coni. Mang.) ἱερῷ τούτω συμποσίῳ om. in lac. M οὐδεὶς ὡς ἔφην transp. C (Conyb.), οὐδεὶς ἦν ὡς ἔφην Arm 6 δ’ Α τὰς διακονικὰς—οὐδὲ] τἀς δία (cet. om. in lac.) M 7 ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ om. in lac. M 9 τάττονται om. G 11 πρὸς] καὶ πρός τὴν Arm (καὶ πρὸς Coayb.) ἐπειγομένους Arm (corr. Turn.): ἐπιγινόμενοι Α, ἐπιγινομένους ceteri οἳ om. Arm 12 πατράσι CMFA: πατράσιν ceteri ὑπουργοῦσι MFG: ὑπουργοῦσιν ceteri 13 αὐτῶν codd., αὑτῶν om. Arm post νομίζοντες add. κἂ Arm οἰκειοτάτους F 14 οἰκειότερον οὐδέν transp. Α ἐστιν C καθιέμενοι C 14. 15 τοὺς χιτῶνας Α 15 ὑπηρετοῦντες Α 16 post σχήματος interpung. C Arm (Conyb.): post συμπόσιον ceteri (v) εἰς om. C οἶδ’ CA: οἶδα ceteri (v) 18 δρῶντες] ζῶντες Arm ἐκείναις] ἐν ἐκείναις ΗΡ (v) 19 τῶν πολλοῖς (sic) F τῶν πρεσβυτάτων] τοῖς πρεσβυτάτοις, οὐ A(P2) 20 τῶν ἀναίμων G ἐφ’ οἷς Α ἄρτοι] ἄρτος Α Arm (Mang. Conyb.) 21 δ’ Α ἐστὶ FG ὅτε om. FG ὕσσωπος om. Α 22 τούτους F 23 ἀφροσύνη (i. e. ἀφροσύνῃ) Α)
καὶ τὰ μὲν πρῶτα τοιαῦτα. μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης — πότε δὲ οὐκ ἔστιν; εἴποι τις ἄν· ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον, ὡς μηδὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον —, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως — οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται —, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι.
καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα — τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων —·
οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός· οὐχ ἧττον δὲ τῶν [*](1 τὸ θρέμμα τῶν ἀπληστοτάτων ΜΑΗ1Ρ1 2 alterum μέν om. Μ 3 διακόνους ut vid. Arm: διακονουμένους codd. (v) ; nescio an Philo scripserit τοὺς διακονοῦντας 4 ὁ πρόεδρος αὐτῶν, πολλῆς ἀπάντων ἡσυχίας γενομένης: sic secundum Arm codicum lacuuam explevi: ὁ πρόεδρος αὐτῶν, ὅτε κοινὴ ἡσυχία γέγονεν Conyb. (sed cf. eius commentar. p. 247) 5 πότε GAP2 Arm (Conyb.): πότος ceteri (v) δ’ GAH2 (v) 6 ζητεῖ scripsi (sic etiam Conyb. p. 248 et Wendl.): ζητεῖται codd., ζητεῖ τις v; ζήτημά τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασι προταθέντων ἐπιλύεται videtur legisse Arm τοῖς om. F 7 προταθὲν codd.: προταθέν τι Turn. Conyb. ἐπιλύεται] ἐπιλύεταί τις A. ἐπιλύεται ἕτερος G μὲν] μὲν οὑν F 8 ἐπιδείξεως] ἐπιλύσεως HP (Turu.) οὐ] οὐδέ Α δεινότητος F1, δεινοτάτων Α 9 θεασάμενος om. Α 10 τοῖς] τοῖς ἄλλοις G (Mang.) μὴ om. Α ὀξυδερκοῦσι GHP (v) 10. 11 παραπλησίως Α 11 ἔχουσιν C διαμέλλων codd. (Conyb.): διαμένων v (Turn.) 12 ταῖς ἐπιλήψεσιν P 13 εὐτρόχως] εὐστόχως HP (Turn.), εὐστρόφως Α, τρόχως (εὐ om. in lac.) G 15. 16 τὰ ὧτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες addidi secundum Arm (῾qui rero erigunt aures et oculos infigunθ): om. codd.; τὰ ὦτα deesse videri raonuit iam Mang. 17. 18 νεύμασι καὶ βλέμμασι F (fortasse recte, cf. § 31 de couf. ling. § 11) 18 σημαίνοντες Α δ’ FA ἱλαρώ (i. e. ἱλαρώτατον?) Α 18.19 τὴν σχέδην Α, τῆ σχεδὸν F, σχέδην om. in lac. G 19 ἀπόρησιν Ρ)
αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις· ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν.
ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν [*](1 παρέχουσιν C προσέχουσιν. αἱ δέ ἐξηγήσεις] προσέχουσι τῆ ἐξηγήσει Μ ἡ δὲ ἐξήγησις . . . γίνεται Arm (Conyb.) δ’ A Eus 2 γίνονται αὐτοῖς Eus, οὐ γίνονται M ἀλληγορίαις] ἀλλήλοις Μ ἅπασα om. in lac. M 3 τούτοις—σῶμα om. in lac. M 4 ταῖς λέξεσιν om. M 5 verba ἐν ὧ ἤρξατο—θεωρεῖν om. Arm ἐν ὧ ἤρξατο] ὃν ἐνήρξατο FG, ὃν ἤρξατο Eus λογικὴ om. FG, ἡ λογικὴ ψυχὴ om. Eus τὰ οἰκεία] ἡ οἰκεία FG, ἡ οἰκεία αὐτὴ vel ἡ οἰκία αὕτη vel ἡ θρησκεία αὕτη Eusebii codd. et Exc. Euseb. (τῆ οἰκεία αὐγῆ Coislin. 86) 6 ὥσπερ] ὡς Eus τῶν νοημάτων M ἐμφαινόμενα Eus: ἐμφερόμενα codd. (v) 7 δ’ Α 8 παραγαγοῦσα G (Turn.) 10 δοκεῖ corr. ex δοκῆ Η 11 εὐσκόπως CMG Arm (Conyb.): εὐστόχως ceteri (ν) ἐπηβολαῖς A κρότος—ὕμνον (68,2) om. Α κρότος] σκότος C) [*](1—7 pergit Euseb. l. l. (20) εἶθ’ ὑποκαταβὰς ἐμφαντικώτερον ἐκτίθεται ταῦτα· „αἱ δὲ ἐξηγήσεις—ἐμφαινόμενα κατιδοῦσα“. Exc. Euseb. I. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. αἱ δὲ ἐξηγήσεις—ἐμφαινόμενα κατιδοῦσα. tum adiungunt haec: μέμνηται τούτων καὶ Εὐσέβιος ὁ Παμφίλου. τινὲς δέ φασι ταῦτα τόν Φίλωνα περὶ τῶν κοινῶν Ἰουδαίων εἰπεῖν· ἄυλοι περὶ Ἐσσηνῶν Ἐβιωνέων· ἄλλοι περὶ Ναζωραίων Ἰουδαίων· ἄλλοι περὶ τῶν ἐκ περιτομῆς πιστῶν καὶ πεπιστευκότων εἰς χριστόν καὶ φυλαττόντων τὸν νόμον Μωυσέως τυπικῶς· ἄλλοι περὶ τελείων Χριστιανῶν. οἶας δὲ εἴησαν αἱρέσεως, μοναχικὸν ζῶντες βίον θεραπευταὶ εἰκότως ὠνομάζοντο. οὑ μόνον δὲ Εὐσέβιος ὁ Παμφίλου καὶ Φίλων ὁ Ἰουδαῖος, ἀλλά καὶ ὁ μακάριος Διονύσιος ὁ ᾿Αρεοπαγίτης, ὁ μαθητὴς τοῦ ἁγίου Παύλου τοῦ ἀποστόλου, ὁ γενόμ·ενος ᾿Αθηνῶν ἐπίσκοπος, ἐν τῴ περὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας τοὺς μοναχοὺς ἔφη τὸ παλαιόν καὶ θεραπευτάς ὀνομάζεσθαι. 2 sqq. Origenes in Lecit. homil. 5, 1 (vol. IX p. 239 Lomm.) sicut ergo cognationem sui ad invicem gerunt visibilia et invisibilia, . . . ita etiam Sanctam Scripturam credendum est ex visibilibus et invisibilibus constare: veluti ex corpore quodam, litera scilicet, quae videtur, et anima, sensu, qui intra ipsam deprelienditur, et spiritu . . . cf. eiusdem fragm. (ibid. p. 171) ἐπεὶ οὑν συνέστηκεν ἡ γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης, καὶ πνεύματος τοῦ κατὰ τά ὑποδείγματα . . .)
καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν — μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων —, μεθ’ ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι· τότε γὰρ ἐξηχοῦσι πάντες τε καὶ πᾶσαι.