De Vita Contemplativa
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’ αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης· ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες.
προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες.
Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ [*](1 ἔτι ἑψόμενον scripsi: ἑψόμενον F, ἐποψόμενον ceteri (v), τρίτον μόνον Arm (Conyb.): ἐνδόσιμον coni. Mang. 6 μὲν codd.: μὲν om. v 2 ᾄδει πεποιημένον εἰς] ὑμνῳδία γεραίρει Α αἶνον ἢ καινὸν A καινὸν] καὶ νῦν F 4 πολλὰ] ποιηταὶ in ras. Η2 προσοδιῶν (sic) C1: προσῳδιῶν ceteri ὕμνον M 5 στασίμων] στασίων H χωρικῶν C1F πολυτρόφοις C, καὶ πολυστρόφοις Arm 5. 6 μεθ’ ὃν C1GA: μεθ’ ὦν ceteri 6 post τάξεις add. καὶ καθ’ ἡλικίαν Arm ἐν om. A 7 πλὴν] πρὶν Α 8 τε om. F ὅταν] ὅτε Α δὲ om. Α 9 διαπεράνητε Μ, διαπεράνϋται Α, διαπεραίνηται FP 11 ὕσωπος HP, ὕσσωπον Α δι’ ἰδῶ τῆς CFGH2: δι’ ἐδωδῆς MA, καὶ δι’ ἐδωδῆς H1P 12. 13 καὶ ἅλες—οἱ ἄρτοι om. FG 13 μέν om. C δ’ A, δὴ F2 οἱ ἅλες Α Arm: καὶ ἅλες F2, καὶ οἱ ἅλες ceteri (v) 14 γὰρ] μὲν γὰρ MA 14. 15 τῶν ἱερέων Arm (coni. Mang.): τῶν ἱερῶν codd. 15 δ’ A 16 τῶν αὐτῶν Arm (Conyb.): τῶν ἄρτων codd. (v) ; τῶν ἀζύμων coni. Mang. ἵν᾿ Α 17 ἄγουσι] εἰσάγουσι Α ἄγεται δέ] ᾄδεται δ’ A 17. 69, 1 ἄγεται δὲ ἡ παννυχὶς om. Arm) [*](17 sqq. pergit Euseb. l. l. (21) τί δεῖ τούτοις ἐπιλέγειν ἰάς ἐπὶ ταὐτὸν συνόδους καὶ τὰς ἰδία μὲν ἀνδρῶν ἰδίᾳ δὲ γυναικῶν ἐν ταὐτῷ διατριβὰς καὶ τὰς ἐξ ἔθους ἔτι καὶ νῦν πρὸς ἡμῶν ἐπιτελουμένας ἀσκήσεις, ἅς διαφερόντως κατὰ τὴν τοῦ σωτηρίου πάθους ἑορτὴν ἐν ἀσιτίαις καὶ διανυκτερεύσεσιν προσοχαῖς τε τῶν θείων λόγων ἐκτελεῖν εἰώθαμεν· (22) ἅπερ ἐπ’ ἀκριβέστερον αὐτὸν ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ τῇ ἰδίᾳ παρέδωκεν γραφῇ, τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ϊστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ᾿ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν (§ 80), ὅπως τε κατὰ τἀς δεδηλωμένας ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντες οἴνου μὲν τό παράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐδ’ ἀπογεύονται, ἀλλ’ οὐδὲ τῶν ἐναίμων τινός, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι ποτόν, καὶ προσόψημα μετ᾿ ἄρτου ἅλες καὶ ὕσσωπον (§ 69. 73). (23) πρὸς τούτοις γράφει τὸν τῆς προστασίας τρόπον τῶν τἀς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων διακονίας τε καὶ τἀς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. (24) τούτων δ’ ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τοῦ ἀνδρὸς ἱστορίας. ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατά τὸ εὐαγγέλιον διδασκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφεν, παντί τῳ δῆλον.)
εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάς τε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι.
εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ.
τὸ γὰρ πέλαγος προστάξει θεοῦ τοῖς μὲν σωτηρίας αἴτιον τοῖς δὲ πανωλεθρίας γίνεται· ῥαγέντος μὲν γὰρ καὶ βιαίοις ἀνακοπαῖς ὑποσυρέντος καὶ ἑκατέρωθεν ἐξ ἐναντίας οἷα τειχῶν παγέντων, τὸ μεθόριον διάστημα εἰς λεωφόρον ὁδὸν καὶ ξηρὰν πᾶσαν ἀνατμηθὲν εὐρύνετο, δι’ ἧς ὁ λεὼς ἐπέζευσεν ἄχρι τῆς ἀντιπέραν ἠπείρου πρὸς τὰ μετέωρα [*](1 ἀθρόον F μέσον] μέλη Α 2 τό πρῶτον om. Arm 3 καθ’ ἑκάτερον M Arm: καθ’ ἕτερον celeri (Turn.) 4 τε om. C εἶτ’ A τοὺς ὕμνους Α εἰς τὸν θεὸν ὕμνους transp. HP (v) h καὶ ante ἀντιφώνοις om. M Arm (Conyb.) συμφώνοις Arm 6 ἁρμονίαις om. M 7 προσόδια C1: προσώδια ceteri τά ante στάσιμα om. C χορείᾳ Arm (Conyb.): χρεία codd. (χρείᾳ v) 8 ἀντιστροφὰς C Arm (Conyb.): ἀντιστρόφους ceteri (v) εἶθ᾿ Α ἑκάτεροι A χορῶν Arm (Coayb.): ἀνδρῶν codd. (v) post ἰδίᾳ καὶ add. τῶν γυναικῶν ἰδία G (Mang.), om. ceteri Arm 8. 9 καθαυτὸν corr. ex καταυτὸν C 9 ἑστιαθῶσι Α, ἑστιαθῇ aute ἰδίᾳ (8) transp. M βακχείαις v (Turn.): βακχικαῖς codd. (Conyb.) σπάσαντες] σπουδάσαντες Α τοῦ om. M 10 εἷς om. Turn. 13 πανολεθρίας C γίνεται] ἐγίνετο coui. Mang. (sed cf. 70, 3 διαφθείρονται) γάρ om. A 14 οἷα τεῖχος M παγέντος M 15 πάσαν] πᾶσιν Arm (Conyb.) εὐρύνετο om. in lac. M 15. 16 δι’ ἧς] δι’ πὗ M 16 λεὼς] λαὸς M ἐπέζευσεν codd. Ann (Conyb.): ἐπέξευξεν v ἀντιπέραν CM (Couyb.): ἀντιπέρας ceteri (v))
τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντές τε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος.
τούτῳ μάλιστα ἀπεικονισθεὶς ὁ τῶν θεραπευτῶν καὶ θεραπευτρίδων, μέλεσιν ἀντήχοις καὶ ἀντιφώνοις πρὸς βαρὺν ἦχον τῶν ἀνδρῶν ὁ γυναικῶν ὀξὺς ἀνακιρνάμενος, ἐναρμόνιον συμφωνίαν ἀποτελεῖ καὶ μουσικὴν ὄντως· πάγκαλα μὲν τὰ νοήματα, πάγκαλοι δὲ αἱ λέξεις, σεμνοὶ δὲ οἱ χορευταί· τὸ δὲ τέλος καὶ τῶν νοημάτων καὶ τῶν λέξεων καὶ τῶν χορευτῶν εὐσέβεια.
μεθυσθέντες οὖν ἄχρι πρωΐας τὴν καλὴν ταύτην μέθην, οὐ καρηβαροῦντες ἢ καταμύοντες, ἀλλὰ διεγηγερμένοι μᾶλλον ἢ ὅτε παρεγένοντο εἰς τὸ συμπόσιον, τάς τε ὄψεις καὶ ὅλον τὸ σῶμα πρὸς τὴν ἕω στάντες, ἐπὰν θεάσωνται τὸν ἥλιον ἀνίσχοντα, τὰς χεῖρας ἀνατείναντες εἰς οὐρανὸν εὐημερίαν καὶ ἀλήθειαν ἐπεύχονται καὶ ὀξυωπίαν λογισμοῦ· καὶ μετὰ τὰς εὐχὰς εἰς τὰ ἑαυτῶν ἕκαστος σεμνεῖα ἀναχωροῦσι, πάλιν τὴν συνήθη φιλοσοφίαν ἐμπορευσόμενοι καὶ γεωργήσοντες.
θεραπευτῶν μὲν δὴ πέρι τοσαῦτα θεωρίαν ἀσπασαμένων φύσεως καὶ τῶν ἐν αὐτῇ καὶ ψυχῇ μόνῃ βιωσάντων, οὐρανοῦ μὲν καὶ κόσμου πολιτῶν, τῷ δὲ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γνησίως συσταθέντων ὑπ’ ἀρετῆς, ἥτις θεοῦ [*](1 ἐπιδραμόντος MGH2: ἐπιδραμόντες FAH1P, ἐπιδραμούσαις C (Couyb.) 1.2 τοῦ μὲν ἔνθεν τοῦ δὲ] τῆς μὲν ἔνθεν τῆς δέ C (Conyb.) ἔνθα . . . ἔνθα Α 2 δ’ Α ἀναχυθέντα Α, ἀναχυθείσης C (Conyb.) 3 τοῦτο δὲ F: τοῦτο καὶ ceteri (ν), δέ om. Arm 4 λόγου C Arm (Conyb.): καὶ λόγου ceteri (v) ἔργον ἣν om. M, ἦν om. Arm τε om. HP (v) 5 γινόμενοι M, γενόμενος HP τοὺς om. M εὐχαριστηρίους] τῆς εὐχαριστίας Α; χαριστηρίους voluit Mang. 6 σωτῆρα om. HP θεὸν om. MG ἦδον corr. ex εἶδον C μὲν τοῖς transp. A μωσέως codd. 6. 7 τοῦ προφήτου om. C 7 τούτῳ] τούτοις Arm 8 καὶ θεραπευτρίδων] καὶ 6 τῶν θεραπαινίδων M 9 βαρὺν] τραχὺν C (Turn.) 10 ἀπετέλει Arm 11 μὲν] μὲν ἣν Arm 12 καὶ post τέλος om. M Arm (Conyb.) χορευτῶν] θεραπευτῶν M ἡ εὐσέβεια Α (Mang.) 14 διαγηγερμένοι C 15 καὶ] ἢ Α στάντες suspectum videtur; καθιστάντες conicio 16 ἀνίσχοντα om. Arm 16. 17 ἐπανατείναντες εἰς τὸν οὐρανόν Α 17 τὴν ἀληθῆ εὐημερίαν καὶ τὴν ἀλήθειαν Arm 18 τὰ] τὸ M ἑαυτῶν Arm (Couyb.): ἑαυτοῦ codd. (v) σεμνεῖον M. συγγενεία F ἀναχωροῦσιν C 21 βιωσάντων] θεωρησάντων Arm 22 καὶ ποιητῇ om. M θεοῦ addidi)