De Vita Contemplativa

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων.

παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα.

σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης· εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι [*](1 ἀνδρίαν Α, ἀνδρίαν F 2 ἐναπεργαζόμενος MFG: ἐνεργαζόμενος C (Conyb.), ἀπεργαζόμενος AHP (v) 3 ἐπιτηδεύμασι] γρ. μαθήμασι mg M, μαθήμασι mg P. ἐπιτηδεύμασι καὶ μαθήμασι F 4 ἐρωμένην C, ἐρωμένων Arm (Conyb.) 6 σῶμα καὶ ψυχὴν C Arm (Conyb.): σώματα, ψυχὴν A. σώματα καὶ ψυχὴν ceteri: σῶμά τε καὶ ψυχὴν v 7 πρὸς ταῦτα CG (Conyb.): καὶ πρὸς ταῦτα ceteri (v) ὄνον om. Arm ὀξυδορκοῦντα FGA: ὀξυδερκοῦντα ceteri (v) 8 τἆλλα A τὸ δὲ σῶμα add. Conyb.: τὰ δὲ σώματα Arm, om. codd. (v) 9 ἀποτυγχάνοιτο] ἀποτυγχάνοι HP (Turn.): cf. de spec. leg. III § 44 10 δ’ Α 11 παραφύεται] περιφύεται Α, παραφύεσθαι Arm (Conyb.) 12 γάρ om. FG Arm (Conyb.) 13 ἀγωνίαν Α, ἀγονίαν ex ἀγωνίαν corr. H τεχνάζονται A et ut vid. Arm: τεχναζόντων ceteri (Turn. Conyb.) τῆς γεωργίας] τῶν γεωργῶν Arm 14 σπείροντας Wendl. (sic Arm?) ὑφάλμους] ὑφάλους G mg P; ὑφάμμους coni. Mang. λιθώδεις Α 15 πεφυκέναι] πεφθακέναι A 16 καταβληθέντα G (Conyb.): βληθέντα ceteri (v) φθείρει om. in lac. G, σπείρει 2 σπέρματα φθείρει transp. M σπέρματα] σώματα Α 17 δισωμάτους] δὔσομμάτους M, γρ. δισωμάτους mg M προσφύντες] πρόσφυγες Α ἑνωτικαῖς C Arm (Conyb.): ἐρωτικαῖς ceteri (v) 18 συνεληλυθότων HP (Turn.) 18. 19 συνείχετο FG 19 πάντα om. G) [*](14 sq. cf. Plat. Legg. VIII 838 e μηδ’ εἰς πέτρας τε καὶ λίθους σπείροντας . . ., ἀπεχομένους δὲ ἀρούρας θηλείας πάσης, ἐν ᾖ μὴ βούλοιο ἂν σοι φύεσθαι τὸ σπαρὲν.)

v.6.p.63
τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν· ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες.

Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις.

οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες· ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.

ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν.

μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες· πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς [*](1 post δελεάζειν add. ἐνίων GA (ss. P), ἔνια F ἐκ πολλοῦ τοῦ περιόντος] ἐκ πολλῶν χ̣ρόνων Arm μώσεως codd. 3 ἀνεξαγάπητοι F διατελοῦντες om. in lac. M διατελοῦντες] διαθλοῦντες Turn. 4 ἀλλ’ om. M 4. 5. τοιαύτης ἐστὶ φλυαρίας μεστά A 5 ἐστίν om. M τις] τι Α, τις om. Arm πρὸς δόξας] πρός δόξαν HP (v) 6 αὐτῶν] ἑαυτῶν C κατωρθωμένην A 7 ἀντιταξάτω A, ἀντιτάξας Arm τὰ add. Mang. 7. 8 καὶ ἑαυτοὺς om. Arm 8 τῆς φύσεως om. G 9 τοῦ om. Α μωυσέος Α, μώσεως ceteri 10 ἑβδομάδα CGHP Arm: ἑβδομάδος F, ζωὴν M, καὶ μίαν Α 12 προέορτος CMG: προεόρτιος ceteri (v) ; cf. de spec. leg. II § 176 ἣν et ἔλαχεν om. Arm 13 ἀριθμός Arm (fortasse recte) ὀρθογώνου Α τριγωνίου 1 14 συσταθείς MFG Arm: καὶ σύστασις CA (καὶ συστάσεως Mang.), om. HP (Turn.) οὖν] γοῦν Α, δέ Arm 15 ἀνωτάτης Α 16 τινος τῶν ἐφημερευτῶν] αὐτοῖς τοῦ ἐφημερευτοῦ Arm ἐφημερευτῶν] ἑρμηνευτῶν F γὰρ] γὰρ αὐτοῖς Arm 18 τὰς ante χεῖρας om. HP (v) 19 ante ὅτι add, καθ’ ἣν F 22 τὴν εὐωχίαν αὐτῶν Arm 23 εἰσκρίσεσιν ἀκολουθοῦντες] θείαις κρίσεσιν ἀκολούθως A δὲ Arm: γάρ codd. (v))

v.6.p.64
καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι.

συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς

τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο· τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι.

διακονοῦνται [*](1 πολιοὺς Maug.: παλαιοὺς codd. verba ἀλλ’ ἔτι κομιδῇ νέους παίδους om. Arm, seclusi ἀλλ’] οὐδ’ Α 2 ἐνηβάσαντας AP, ἡβήσαντας F 2. 3 ἐνηβήσαντας καὶ om. Arm 3 ἀκμάσαντας H (Turn.) τῆς φιλοσοφίας ΑΡ2 4 ὧν ἀὲ πλείσται Eus γηρεαὶ G, γεραιαὶ A, γηραλέαι Eus (Mang.) 5 post παρθένοι add. τυγχάνουσιν Eus (Mang.), om. codd. Arm 6 φυλάξασαι Eus, διαφυλάττουσι Arm διά ζῆλον C Eus Arm (Conyb.): διὰ δέ ζῆλον ceteri (v) 7 σπουδάσασαι] σπουδάζουσαι Α (σπουδάζουσι Mang.) περὶ σῶμα] περὶ τὸ σῶμα M Eus (Mang. Conyb.), σωματικῶν Arm 8 ἐγγόνων Α 8. 9 ἀφ’ ἑαυτῆς om. Arm 11 ἡ ante κατάκλισις om. A 12 μή πού τις scripsi: ἤ πού τις C, ἡ πού τις Α (Maug. Conyb.), εἴ πού τις ceteri (Turn.) οὐ] μὴ M (Conyb.) 13 καὶ ἀστείοις. om. Arm 14 ἀσκηταῖς] ἐρασταῖς ΑΡ2, ἀθληταῖς Arm εὐτρεπίσασθαι M στιβάδες γάρ εἰσιν codd.: γάρ om. v: στιβάδες πάρεισιν coni. et 1. 12 εἴ πού τις legendum censet Wendl. ἐφ’ ὦν Wendl.: ἀφ’ ὦν codd. (v) 15 ὑπερανέχοντα F 16 ἵν’ F ὑπερείδοιντο M μὲν om. A 17 ὑπανιᾶσιν v (Turn.): ὑπάνεισιν codd. τὴν ἐλευθερίαν εὐκόλως Α 18 ἰοῖς τῆς ἡδονῆς ΑΡ2, τῆς ἡδονῆς Arm φίλτροις ἀπεχθανόμενοι M, φίλτρων ἀπεχόμενοι Arm) [*](4—9 pergit Euseb. Hist. eccl. II 17, 17 ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιρρήτους περὶ τῶν καθ’ ἡμάς ὑπάρχειν ἡγούμεθα λέξεις. (18) εἰ δ’ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν, ἃς οὐ παρά τισιν ἡ μόνῃ τῶν Χριστιανῶν εὑρεῖν ἔνεστιν κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ. (19) φησὶν γὰρ τοῖς περὶ ὧν 6 λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἱ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. Exc. Euseb. I. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: εἰσὶ δὲ καὶ γυναῖκες θεραπευτίδες, ὧν αἰ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. 16 cf. Plut. Lyc. 16.)

v.6.p.65
δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν· ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν.