De Vita Contemplativa

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα· χιτῶνάς τε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν.

ἐφεδρεύουσι δ’ ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας.

πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ [*](1 λιθοκόλλητοι M ἀνυφασμένου H χρυσοῦ] χρυσοῦ καὶ ἀργύρου MF (Maug.) 1. 2 καὶ ἀνθοβαφεῖς] αὐταῖς M 3 ἐκτεταμένων Α εἶδος] εἶναι F γὰρ] δὲ A 4 Κίλικες Α θηρίκλια C1, θηλύδρια Η in textu mg P, θηρίκλεια mg H καὶ post θηρίκλεια om. C 6 εὐμορφώτατα Η καὶ om. F 7 τούτων] ἔτι A, τούτων γάρ Arm 8 ἔτι om. Arm οἰνοχοοῦσιν CF: οἰνοχοοῦσι ceteri (v) ὑδροφοροῦσι CF Arm: δορυφοροῦσι MAH, καὶ ὑδροφοροῦσι, δορυφοροῦσι GP, γρ. ὑδροφοροῦσι mg M, καὶ ὑδροφοροῦσι mg H 9 οἲ add. Wendl. 10 βαθυχαῖται] βαθύχαιτοι M, ἀβάκται τε A 11 ἢ μὴ] οἱ μὴ Arin ἢ ante τἀς om. C προμετωπίδους C 12 κυκλωτερους (sic) C ἠκριβωμένον codd. Arm (Conyb.): ἠκριβωμένοι L (v) 13 καὶ ante ἐκλεύκους eras C τὰ μὲν γὰρ ἔμπροσθεν Α 14 κατώτερα F ὑπὸ τῶν γονατίων F 15 οὐλοτέραις] ἀνλοτέραις Α τὴν om. Α τὴν τῶν] αὐτῶν Arm 16 post συστέλλοντες add. καὶ Arm ἐκ πλαγίου κόλπου Α ἀπαιωροῦσιν codd.: ἀπαιωροῦντες v 17 εὐρύνοντες C: εὐρύναντες ceteri (v) πλευρῶν. ἐφεδρεύουσι δ’ ἄλλοι Arm (Conyb.): πλευρῶν ἐφεδρεύουσιν. ἄλλοι δὲ codd. (v) ἢ addidi: cf. de Cherub. § 114 frg. ap. Eus. Pr. Ev. VIII 11 (II p. 632 M.) 18 ἀνθοῦντα F 19 γεγονότα F ἠσκημένα F 20 ἐπίδειξις] ἃ ἐπίδειξίς ἐστιν ΑΡ2 ἑστιατόρων] ἀπόρων AP ὡς ἴσασιν οἱ χρώμενοι post εὐπορίας exhibent codd. Arm (Conyb.): post ἀπειροκαλίας (1. 21) V ἴσασιν] νομίζουσιν coni. Mang., φασιν Wendl. 21 τἀληθές Α, τὸ ἀληθὲς δὲ F ἀπειροκαλίας Mang.: ἀπειροκαλία codd. πρός τούτοις δὲ Α)

v.6.p.60
ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι. * * * τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας.

ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν. ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας.

εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν. ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, * * * ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν,

ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον; εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, [*](1 σιτοπόνοι] σιτοποιοὶ C Arm (Couyb.) 2 ἦν om. G 3 καθαριότητι C: ρι in ῥεῖ corr. H, καθαρειότητι M, καθαρειότητι GA, καθαρότητι FP lacunam indicavi sic fere explentiam: οἱ γοῦν παρελθόντες εἰς τὰ συμπόσια verba τοὺς αὐχένας — τῆς πολυτελείας (1. 7) huc reduxi: post ἀπειρηκότες πρὸς τὰς ἐδωδάς (1. 18) exhibeut codd. (v) 4 τοῖς ante μυκτῆρσι om. C περιλιχνεύουσι Arm (coni. Mang.): περιϊχνεύουσι codd. 5 ἀναδεδομένην ΜΑ κνίσαν CH: κνίσσαν MFGP (Mang.), ὀσμήν Α εἶθ’ Α τε om. FG 6 ἐσθίειν] ἐπαινεῖν Arm κελεύουσιν] διακελεύουσιν ΗΡ (v) ἐπαινέσαντες om. Arm 8 θάλασσα Α 9 εὔσαρκα CFA: ἔνσαρκα ceteri 11 δὲ om. FGA Arm (Couyb., qui post φύσει interpungit) 11. 12 τελευταῖαι] τελευταῖα AP Arm (Conyb.), τελευταῖαι δὲ at G 12 κομίζ·ονται Α 14 παρόντων] ἐσθιόντων Arm τρόπων C αἰθυιῶν MG: αἰθυῶν ceteri (v) 15 οὕτως om. Arm (Conyb.) ὡς] ὥστε M ὀστέων] ὀστέων αὐτῶν Arm (Conyb.) 18 lacunam indicavi sic fere explendam: πρὸς τὸν πότον τρέπονται προσήκει Arm 19 γινώσκεται H ἀναρρηγνύντα H 20 ὠφέλιμος Α εὔξαιτο] εὔξεται Α) [*](7 sq. cf. Iuven. I 94 quis fercula septem | secreto cenavit avus? Suet. Aug. 74. 13 ἐπιδειπνίδας: Athen XIV 658 e. 664 f.)

v.6.p.61
πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν.

Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε· τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων· ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς.

ἀλλ’ ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται. ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος· αὐλητρίδες τε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι.

τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον — ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως —, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι· καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται.

τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, [*](1 πεῖνάν τε καὶ δίψαν] δίψαν τε καὶ πεῖναν C Arm (Conyb.) μᾶλλον add. Mang. 3 τῶν] τῶν γοῦν A mg P (Mang.) σημειωδέστερα Α 4 ταῦτ’ Α ἐν καλλίου C: ἐν om. Α, ἒν καλλίου ceteri Arm (Turn. Mr.ng.) 5 εἱστία (scil. Καλλίας) scripsi: εἱστιᾶτο codd. (v) ἐν ἀγάθωνος C: ἒν ἀγάθωνος ceteri Arm (Turn. Mang.) 6 τ’ Α λόγους] τρόπους M φιλόσοφοι om. HP 7 τε om. C (Conyb.) ἀνέγραψαν F ἀξιομνημόνευτοι F 8 χρήσεσθαι Mang.: χρήσασθαι codd. (ἂν χρήσασθαι Couyb.) ἰοὺς] τοῖς A τῆς om. F 9 συγκρινομένων F 11 ἐστιν C 11.12 αὐλητρίδες τε C: αὐλητρίδες δὲ ceteri (αὐλητρίδες γὰρ v) 12 ὀρχισταὶ C ποιηταὶ] πύκται Α 13 μέγα] μεγάλα G φρονοῦσιν Arm εἰσί τινες καὶ ἄλλα scripsi: εἰσί τινα καὶ ἄλλα CFGH, εἴς τινα καὶ ἄλλα M, εἰσὶ δέ τινα καὶ ἄλλα AP, εἰσὶ (vel ἔστι) δὲ καὶ ἄλλα Arm; εἰσί, καί τινα ἄλλα v: εἰσίενται καὶ ἄλλα coni. Wendl.; ἐκεῖ τινες καὶ ἄλλα conieceram 14 ὅλον] μόνον Α περὶ ἔρωτα Α 15 γυναιξὶν Α (Conyb.): ἐπὶ γυναιξὶν ceteri (v) 16 ὑποτελοῦσι codd. Arm (Conyb.): ἐπιτελοῦνται v (Turn.) νόμοις] νόμω HP (v) ἀλλ’ Α 17 ἄρρεσιν Α: ἄρσεσιν ceteri (v) διαφέρουσιν C γὰρ om. A 17. 18 ἀφροδίτης οὐρανίου C (Conyb.): οὐρανίου ἀφροδίτης ceteri (v) 18 παρείληπται] πᾶν εἴληπται Arm 19 πλεῖστον] πλεῖον Α πάνδημος] πάντων F) [*](4 sqq. cf. Plut. de Pyth. orac. 15 p. 401c καθάπερ γὰρ ὁ Σωκράτης ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται. Xen. Syinp. II 1 sqq. 17. 18. sqq. cf. Plat. Symp. 180d.)

v.6.p.62
ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι.