De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι.
ταῦτα μὲν οὖν ὑπερκείσθω· τὴν δ’ ἀναγκαιοτάτην σπορὰν ἐπισκεπτέον, ἣν ὁ ποιητὴς ἐν ἀρετώσῃ χώρᾳ κατέσπειρε, λογικῇ ψυχῇ.
ταύτης δ’ ὁ πρῶτος σπόρος ἐστὶν ἐλπίς, ἡ πηγὴ τῶν βίων. ἐλπίδι μὲν γὰρ κέρδους ὁ χρηματιστὴς ἐπαποδύεται πολυτρόποις ἰδέαις πορισμῶν, ἐλπίδι δ’ ὁ ναύκληρος εὐπλοίας περαιοῦται τὰ μακρὰ πελάγη· ἐλπίδι δόξης καὶ ὁ φιλότιμος αἱρεῖται πολιτείαν καὶ κοινῶν πραγμάτων ἐπιμέλειαν· δι’ ἐλπίδα βραβείων καὶ στεφάνων καὶ οἱ τῶν σωμάτων ἀσκηταὶ τοὺς γυμνικοὺς ἀγῶνας διαθλοῦσιν· ἐλπὶς εὐδαιμονίας καὶ τοὺς ἀρετῆς ζηλωτὰς ἐπαίρει φιλοσοφεῖν, ὡς ταύτῃ δυνησομένους καὶ τὴν τῶν ὄντων φύσιν ἰδεῖν καὶ δρᾶσαι τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἀρίστων βίων θεωρητικοῦ τε καὶ πρακτικοῦ τελείωσιν, ὧν ὁ τυχὼν εὐθύς ἐστιν εὐδαίμων.
ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς.