De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ [*](1 οὑν οm. P 2 ἄτε ante μύθου fort. inserendum μύθου πλάσμα ὂν F: κατά πλάσμα οἷον μῦθος ὢν Α, κατὰ πλάσμα οἷον μύθου ὂν HP; οἶον πλάσμα μύθου ὂν Mang. σοφιστείαν πρὸ σοφίας FP: πρὸ σοφίας om. AH (add. mg. H) 2.3 καὶ γοητείαν ἔχον, οὐ μὴν ἀφορῶν πρὸς ἀλήθειαν (om, ἐπιτετηδευκόσιν) A 3.4 τῶν ὅλων θεὸς Α 4 προευτρεπίσατο FHP: ηὐτρεπίσατο Α (Mang.) τοῖς ζώοις F: τοῖς om. ΑΗΡ (v) ἀνεὶς FA (Mang.): ἀνιεὶς HP 5 γηγενέσιν] γένεσιν F 6 ἀλλ’ ὅσα F 7. 8 πρόκειται προμαθούσης φύσεως Α (Mang.) 8 ἀναμνήσεις om. Η (Turn.) 9 δὲ Α 11 μὲν F: om. AHP (v) 12 καὶ πολυτρόποις H 13 μακρὰ om. F 16 ἀσκηταὶ F: ἀθληταὶ AHP (Turn.) διαθλοῦσιν FHP: ἐναθλοῦσιν Α, ἀθλοῦσιν L (Turn.) 18 τἀκόλουθα F 19 θεωρητικήν τε καὶ πρακτικὴν Α εὐθύς ἐστιν F: ἐστιν εὐθὺς AHP (v) 22 διεφθάρησαν A 22.23 ἐπιμελεῖσθαι FA: ἐπιμεμελῆσθαι HP (v) 24 αὐτοῖς F ὑπαίτιοι—θεῷ (25) om. Α δὲ P 25 γεννήσεως Α αὐτῆς] αὑτοῖς Α)
τοῦτον Χαλδαῖοι μὲν προσονομάζουσιν Ἐνώς, εἰς δ’ Ἑλλάδα γλῶτταν μεταληφθείς ἐστιν ἄνθρωπος, τὸ κοινὸν ὄνομα τοῦ γένους ἴδιον λαβών, ἆθλον ἐξαίρετον, ὡς δέον μηδένα νομίζεσθαι τὸ παράπαν ἄνθρωπον, ὃς ἂν μὴ ἐπὶ θεὸν ἐλπίζῃ.
Μετὰ δὲ τὴν ἐλπίδος νίκην ἀγὼν δεύτερός ἐστιν, ἐν ᾧ μετάνοια ἀγωνίζεται τῆς μὲν ἀτρέπτου καὶ ἀμεταβλήτου καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσης φύσεως ἀμοιρήσασα, ζήλῳ δὲ καὶ ἔρωτι τοῦ βελτίονος ἐξαίφνης κατασχεθεῖσα καὶ σπεύδουσα καταλιπεῖν μὲν τὴν σύντροφον πλεονεξίαν καὶ ἀδικίαν, μεθορμίσασθαι δὲ πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς.
ἆθλα καὶ ταύτῃ προτίθεται διττὰ ἐπὶ διττοῖς κατορθώμασιν, ἀπολείψει μὲν αἰσχρῶν, αἱρέσει δὲ τῶν καλλίστων. τὰ δ’ ἆθλα ἀποικία καὶ μόνωσις· φησὶ γὰρ ἐπὶ τοῦ τὰς μὲν σώματος νεωτεροποιίας ἀποδράντος, αὐτομολήσαντος δὲ πρὸς ψυχήν·