De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τότε μοι δοκοῦσιν ἄρκτοι καὶ λέοντες καὶ παρδάλεις καὶ τὰ παρ’ Ἰνδοῖς, ἐλέφαντές τε καὶ τίγρεις, καὶ ὅσα ἄλλα τὰς ἀλκὰς καὶ τὰς δυνάμεις ἀήττητα μεταβαλεῖν ἐκ τοῦ μονωτικοῦ τε καὶ μονοτρόπου πρὸς τὸ σύννομον· κἀκ τοῦ πρὸς ὀλίγον μιμήσει τῶν ἀγελαίων ἡμερωθήσεται πρὸς τὴν ἀνθρώπου φαντασίαν, μηκέτι ὡς πρότερον ἀνερεθισθέντα, καταπλαγέντα δ’ ὡς ἄρχοντα καὶ φύσει δεσπότην εὐλαβῶς ἕξει, ἔνια δὲ καὶ τοῦ χειροήθους ἅμα καὶ φιλοδεσπότου τῇ παραζηλώσει, καθάπερ τὰ Μελιταῖα τῶν κυνιδίων ταῖς κέρκοις μεθ’ ἱλαρωτέρας κινήσεως προσσαίνοντα.
τότε καὶ τὰ σκορπίων γένη καὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἄπρακτον ἕξει τὸν ἰόν· φέρει καὶ ποταμὸς ὁ Αἰγύπτιος ὅμοια τοῖς οἰκήτορσι τῆς χώρας ἀνθρωποβόρα ζῷα, τοὺς κροκοδείλους λεγομένους καὶ ποταμίους ἵππους, φέρει καὶ τὰ πελάγη μυρίας ἰδέας ἀργαλεωτάτων ζῴων· παρ’ οἷς ἅπασιν ἱερὸς καὶ ἄσυλος γένοιτ’ ἂν ὁ σπουδαῖος, ἀρετὴν τιμήσαντος
θεοῦ καὶ γέρας αὐτῇ παρασχόντος τὸ ἀνεπιβούλευτον. οὕτως μὲν ὁ πρεσβύτερος καὶ χρόνῳ καὶ φύσει καταλυθήσεται πόλεμος, ἡμερωθέντων καὶ μεταβαλόντων τῶν θηρίων πρὸς τὸ τιθασόν. ὁ δὲ νεώτερος καὶ ἐπιτηδεύσει γενόμενος ἐκ πλεονεξίας ῥᾳδίως διαλυθήσεται, τῶν ἀνθρώπων, ὥς γέ μοι δοκεῖ, δυσωπηθέντων, εἰ μελλήσουσιν ἀγριώτεροι ζῴων ἀλόγων ἐξετάζεσθαι, ὅτε τὰς ἀπὸ τῶν ἀλόγων ζημίας καὶ βλάβας ἐκπεφεύγασιν.
αἴσχιστον γάρ, ὡς εἰκός, φανεῖται, τὰ μὲν ἰοβόλα καὶ ἀνθρωποβόρα καὶ ἄμικτα καὶ ἀκοινώνητα ἔνσπονδα γεγενῆσθαι μεταβαλόντα πρὸς εἰρήνην, [*](1 καὶ παρδάλεις om. Α παρ᾿ Ἰνδοῖς ζῷα coni. Mang. 3 μεταβαλεῖν (Turn.): μεταβάλλειν codd. μονητικοῦ F 3.4 πρός τὸ σύννομον] καὶ σύννομα ἔσται Α 4 ἡμερωθήσεται codd.: ἡμερωθήσεσθαι v 5 μηκέθ’ F 6 δὲ Α ἕξει ss. P2: ἕξειν FAHP1 (v) 7 τοῦ FA: ἰῆς τοῦ HP τοῦ φιλοδεσπότου Α τῆ F (v): τί AHP; τῇ fort. secludendum (Wendl.) vel τι scribendum 8.9 προσσαίνοντα Mang.: προσαίνοντα codd. 9 τὰ Α: om. FHP (v) 10 post ἰόν add. F: οὐδενὸς ἀνθρώπων ζημία φέρει F: om. AHP (v) αἰγύπτου A ὅμοια AH1P: ὅμορα FH2 (v) ; ὅμοια καὶ βλαβερὰ couicio, ἥμερα coni. Mang. 12 φέρει HP: φέρῃ F, om. Α; οἴσει coni. Mang. εἰδέας F ἀργαλεωτάτω F: ἀργαλεωτάτων αὐτὴ Α, om. ΗΡ ν) ; ἀργαλεωτέρων ἔτι coni. Mang. 13 ἅπασιν F: πᾶσιν AHP (v) 6 ἱερὸς Α, 6 eras. F 14 αὐτὴ F: om. AHP (v) τὸ om. A οὕτω F 16 μεταβαλόντων A: μεταβαλλόντων FIP, καταβαλλόντων H1P τιθασόν HP: τιθασσόν FA (v) 18 γέ μοι FA: γ’ ἐμοὶ Η2 (v), ἔμοιγε H1P 19 τῶν ἀλόγων scripsi: τῶν ἄλλων codd. (v): τῶν αὐτῶν coni. Mang. βλάβας καὶ ζημίας F 20 ὡς om. L (Turu.) τὰ μὲν γὰρ A 21 μεταβαλόντα FP: μεταβάλλοντα (sic) Η, μεταβάλλοντα Α (v)) [*](1 sqq. cf. Iesai. 11,6 sqq.)
ἢ τὸ παράπαν οὖν, φησίν, οὐ διελεύσεται πόλεμος διὰ χώρας εὐσεβῶν, ἀλλ’ αὐτὸς καταρρυήσεται καὶ συντριβήσεται πρὸς ἑαυτόν, πρὸς οἵους ἔσοιτο ὁ ἀγὼν αἰσθανομένων τῶν ἀντιπάλων, ἅτε χρωμένους ἀνανταγωνίστῳ συμμαχίᾳ τοῦ δικαίου· μεγαλοπρεπὲς γὰρ καὶ περίσεμνον ἀρετὴ καὶ μόνη καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλων ἐξευμαρίζειν κακῶν.
ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται, καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν ἐπελθόντες.
ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος,“ φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι, καὶ παντελῶς ἀνυπόστατα.
ἐνίους δὲ τῶν ἐχθρῶν ἀναξίους ἔσεσθαί [*](1 δὲ F: δ’ AHP ἄνθρωπον F: τόν ἄνθρωπον AHP (v) 2 ἀσπονδεὶ F (coni. Mang.): ἀσπονδεῖ Η1Ρ, ἀσπονδεῖν AH2 (v) οὑν, φησίν om. HP (Turn.) 4 ἔσοιτο FA: ἐστὶν HP (v) post ἀγὼν add. ὡς ἀηττήτους A mg P2, καὶ ὡς ἀηττήτους Mang. 4. 5 ἀντιπάλων] πολεμίων Α 5 ἀνταγωνίστω Α 6 πάνσεμνον Α (Mang.) τῶν σοφῶν ἡ ἀρετὴ D ἱκανὴ φορὰς om. in lac. DRDL 7 ἐξευμενίζειν Α τινὲς om. F ᾄττωσιν F: λυττῶσιν AHP (v) ἀκαθέκτῳ F: αὐθεκάστῳ AHP (v) 9 καταλαζονεύσονται HP: καταλαζονεύονται FA καταθρασυνόμενοι Α 10 καινὸν ΗΡ 11 κραταιότερον Η 12 ἑκατοντάδες] ἑκατόν, τὰ δ’ F καὶ πρὸς et μυριάδες om. F 13 μηδὲ διώκοντος μηδενός Α (Mang.): μηδὲ διώκοντος H (Turn.), μηδὲν διώκοντος P, οὐδὲ διώκοντος οὐδενὸς F 14 ἐπιστρέψουσιν FHP: ἀντιστρέψουσιν Α (Mang.) εὐμάρειαν codd.: εὐμαρίαν v 16 καὶ στραταρχῶν FHP: καταστραταρχῶν Α (Mang.) πολέμων F ἔθνη F: ἔθνη τε AHP (v) 18 τοῦ θεοῦ F: θεοῦ ΑΗΡ (ν) θάρσος codd. (Mang.): θράσος v 19 ὧ F θάτερα F 20 ἀνυπόστατα Mang.: ἀνυπόστατον codd.) [*](2 sqq. Lev. 26,5. 5—7 DH fol. 120v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμιῶν fol. ν DR fol. 33v Φίλωνος: μεγαλοπρεπὲς καὶ περίσεμνον τῶν σοφῶν ἡ ἀρετὴ καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλω ἐξευμαρίζειν κακῶν. 11 Lev. 26,7. 8.) [*](12 Deut. 28,7. 15 Num. 247.)
τούτους δ’ οὐ μόνον τὴν ἐν πολέμῳ νίκην ἀναιμωτὶ βεβαίως ἕξειν, ἀλλὰ καὶ κράτος ἀρχῆς ἀνανταγώνιστον ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων, ἣ γένοιτ’ ἂν δι’ εὔνοιαν ἢ φόβον ἢ αἰδῶ. τρία γὰρ ἐπιτηδεύουσι τὰ μέγιστα καὶ συντείνοντα πρὸς ἡγεμονίαν ἀκαθαίρετον, σεμνότητα καὶ δεινότητα καὶ εὐεργεσίαν, ἐξ ὧν ἀποτελεῖται τὰ λεχθέντα· τὸ μὲν γὰρ σεμνὸν αἰδῶ κατασκευάζει, τὸ δὲ δεινὸν φόβον, τὸ δὲ εὐεργετικὸν εὔνοιαν, ἅπερ ἀνακραθέντα καὶ ἁρμοσθέντα ἐν ψυχῇ καταπειθεῖς ἄρχουσιν ὑπηκόους ἀπεργάζεται.
Ταῦτα μὲν δὴ πρῶτά φησι συμβήσεσθαι τοῖς ἑπομένοις θεῷ καὶ περιεχομένοις ἀεὶ καὶ πανταχοῦ τῶν προσταγμάτων αὐτοῦ καὶ ἑκάστῳ τῶν τοῦ βίου μερῶν ταῦτα ἐφαρμόττουσιν, ὡς μηδὲν νόσῳ πλαζόμενον ἐκδιαιτᾶσθαι· δεύτερον δὲ πλοῦτον, ὃς κατὰ τὸ ἀναγκαῖον εἰρήνῃ καὶ ἀρχῇ ἕπεται.
πλοῦτος δὲ ὁ μὲν τῆς φύσεως εὐτελής ἐστι τροφὴ καὶ σκέπη· τροφὴ μὲν οὖν ἄρτος καὶ ναματιαῖον ὕδωρ, ὃ πανταχοῦ τῆς οἰκουμένης ἀνακέχυται· σκέπης δὲ διττὸν εἶδος, τὸ μὲν ἀμπεχόνη, τὸ δὲ οἰκία, διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους παρακολουθούσας ζημίας· ὧν ἑκάτερον, εἴ τις ἐθελήσειε τὴν περίεργον καὶ περιττὴν ἀφελεῖν πολυτέλειαν, εὐποριστότατον.
οἳ δ’ ἂν ζηλώσωσι τὸν λεχθέντα πλοῦτον ἀσπασάμενοι τὰ φύσεως δῶρα, μὴ τὰ τῆς κενῆς δόξης, ὀλιγοδεΐαν καὶ ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς [*](1 τῶν ἀνθρώπων F: τῶν οm. AHP (v) 1.2 ἐπ’ αἰσχίστω ὀλέθρω transp. F 2 τούτους scripsi: τοῦτο codd. (τοῦτον v) 3.4 ἀνταγώνιστον Α 4 ἡ ἂν FA: οἳ γένοιντ᾿ ἂν ΗΡ (v) 6 δειλότητα F 8 δειλὸν FH2 δὲ F: δ’ AHP 9 ἐν τῆ Ψυχῆ Α 10 φησι om. Α 11 πανταχῆ HP 12 ἑκάστω F: ἐφ’ ἑκάστω HP, ἀφ’ ἑκάστου Α; ἀφ’ ἑκάστων v ταῦτ’ F μηδὲν scripsi: μηδένα codd. (v) νόσῳ] νόῳ (sic) coni. Mang. 13 πλαζόμενον codd. (Mang.): πλαζομένου Turn. 14 ἕπεται] παρέπεται conicio δ’ F 15 πανταχοῦ scripsi (sic etiam Wendl.): ἁ πανταχοῦ (sic) FH, ἁπανταχοῦ P, a πανταχοῦ A(v) 16 σκέπη Η 17 δὲ F: δ’ AHP κρυμοῦ] κρύους F 18 ἑκάτερον F: ἑκάτερα HP, ἑκατέρας Α ἐκατέρα v) θελήσειε F ἀφαιρεῖν Α 18. 19 πολυτέλειαν] τὸν λεχθέντα πλοῦτον Α 19 εὐποριστότατον ἕξει A τὸν λεχθέντα πλοῦτον F: τὰ λεχθέντα AHP (v) 20 τῆς om. Α ὀλιγόδειαν codd.: ὀλιγόδειαν v 21 περιουσίαν] τὴν ἐξουσίαν A 22 ἐπιπηδήσει A: ἐπιτηδεύσει FHP; ἐπελεύσεται v (Turn.)) [*](1 Ex. 23,28. Deut. 7,20. 14 sqq. cf. Wendland Beitr. z. Gesch. d. griech. Philos u. Religion p. 9. 15 sq.)