De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

λόγιον γάρ ἐστιν ὅτι τοῖς τὰς ἱεροπρεπεῖς ἐντολὰς φυλάττουσιν ὁ μὲν οὐρανὸς ὀμβρήσει καιρίους ὑετούς, ἡ δὲ γῆ καρπῶν παντοδαπῶν οἴσει φοράν, ἡ μὲν πεδιὰς σπαρτῶν, ἡ δ’ ὀρεινὴ τῶν ἀκροδρύων, καὶ ὅτι χρόνος οὐδεὶς ἀπολειφθήσεται κενὸς εὐεργεσίας, ἀλλὰ τῷ συνεχεῖ καὶ ἐπαλλήλῳ τῶν τοῦ θεοῦ χαρίτων „καταλήψεται ὁ μὲν ἄμητος τρύγητον, καταλήψεται δὲ ὁ τρύγητος σπόρον“

(Lev. 26, 5), ὡς ἀνελλιπῶς καὶ ἀδιαστάτως ἀεὶ τὰ μὲν συγκομίζειν, τὰ δὲ ἐλπίζειν, ἐφεδρευόντων ἑτέροις ἑτέρων, ἵνα τοῖς πέρασι τῶν προτέρων αἱ τῶν ὑστέρων ἀρχαὶ συνάπτουσαι κύκλον τινὰ καὶ χορείαν ἀποτελῶσιν ἀνεπιδεᾶ παντὸς ἀγαθοῦ.

τὸ γὰρ πλῆθος τῶν γινομένων ἐξαρκέσει καὶ πρὸς τὴν παραυτίκα χρῆσιν καὶ ἀπόλαυσιν καὶ πρὸς τὴν τοῦ μέλλοντος ἄφθονον περιουσίαν, νέων ἐπακμαζόντων παλαιοῖς καὶ τὴν ἐκείνων ἔνδειαν προσαναπληρούντων· ἔστι δὲ ὅτε καὶ ὑπ’ εὐφορίας ἀλέκτου τῶν πάλαι συγκομισθέντων φροντίσει τὸ παράπαν οὐδείς, ἀλλ’ ἀταμίευτα καὶ ἀθησαύριστα καταλείψουσι τοῖς βουλομένοις ἀφέντες τὴν χρῆσιν ἀδεᾶ.

οἷς μὲν γὰρ ὁ ἀληθινὸς πλοῦτος ἐν οὐρανῷ κατάκειται διὰ σοφίας καὶ ὁσιότητος ἀσκηθείς, τούτοις καὶ ὁ τῶν χρημάτων ἐπὶ γῆς περιουσιάζει, προνοίᾳ καὶ ἐπιμελείᾳ θεοῦ τῶν ταμείων ἀεὶ πληρουμένων, ἐκ τοῦ τὰς ὁρμὰς τῆς διανοίας [*](1 σεμνοὺς] συγγενεῖς coni. Mang. ἁρμοττούσης F: ἁρμοζούσης AHP (v) 2 ἀποδρὰς ἄσμενος] ἀποδρασάμενος F 3 τοῖς codd. Μang.): τοὺς Turn. 5. 6 καρπῶν παντοδαπῶν οἴσει F: παντοδαπῶν καρπῶν οἴσει AHP παντοδαπῶν οἴσει καρπῶν Mang.), καρπῶν om. L παντοδαπὸν οἵσει Turn.) 6 ἡ μὲν πεδιὰς σπαρτῶν om. PL (Turn.) ἡ δ’ F, ἡ δὲ Α: καὶ ἡ HP (Turn.) 7 οὐδεὶς] οὐδεὶς ἔρημος F 8 ἄμητος F: ἀμητὸς AHP (v) 9 τὸν τρύγητόν P τρύγητόν codd. (v) καταλήψεται om. F δὲ AH: 6 δὲ F, 6 om. P τρύγητός codd. (v) 9.10 ὡς ἀνελλιπῶς om. Α 11 ἑτέροις ἑτέρων F: ἑτέρων ἑτέροις AHP (v) ὑστέρων FA: ὕστερον HP (v) 12 ἀποτελῶσιν ἀνεπιδεᾶ F: ἀποτελῶσι μὴ ἐπιδεᾶ AHP (v) 13 πρὸς] εἰς F 16 δ’ F ὅτε (corr. ex ὅτι) F: ὅπου AHP (v) ὑπ’ om. Α ἀλέκτου τῶν] ἀλέκτων Α 17 φροντιεῖ conicio 18.19 6 ἀληθινὸς codd.: 6 om. DM (v) 19 ἐν οὐρανοῖς ἀνθρώποις DM) ἀπόκειται D ἀσκηθείς om. D; αὐξηθείς coni. Mang., ἄσκησιν conicio 20 γῆς om. N (in fine lineae) προνοία 61 Α 21 ἐκ] ἕνεκα conicio) [*](4 sqq. Lev. 26,3. 4. Deut. 11,13. 14. 18—360,4 DP fol. 368v Φίλωνος DM fol. DR fol. 276r Φίλωνος ἐκ τοῦ περὶ εὐχῆς καὶ εὐλογιῶν. οἶς 6 ἀληθινὸς πλοῦτος—εὐοδεῖν πέφυκεν ἡ κτῆσις. 18—360,6 Ν fol. 160v: οἷς μὲν ὁ ἀληθινὸς αναγκαιον ἕπεται.)

v.5.p.360
καὶ τῶν χειρῶν τὰς ἐπιβολὰς μὴ ἐμποδίζεσθαι πρὸς τὴν τῶν ἀεὶ σπουδαζομένων καλῶν κατόρθωσιν.

οἷς δὲ ὁ κλῆρος οὐκ ἔστιν οὐράνιος δι’ ἀσέβειαν καὶ ἀδικίαν, οὐδὲ τῶν ἐπὶ γῆς ἀγαθῶν εὐοδεῖν πέφυκεν ἡ κτῆσις· ἀλλὰ κἂν προσγένηται, τάχιστα ἀπεπήδησεν, ὡς παραγενομένη τὴν ἀρχὴν οὐκ ἐπ’ ὠφελείᾳ τῶν λαβόντων, ἀλλ’ ὑπὲρ τοῦ βαρῦναι τὴν ἀνίαν σφοδρότερον, ἥτις ἐκ τοῦ στέρεσθαι κατὰ τὸ ἀναγκαῖον ἕπεται.

τότε δή, φησίν, ὑπὸ τῆς ἄγαν εὐφορίας καὶ ἀφθονίας ὃ νῦν ὑπομένεις ἐργάσῃ· νῦν μὲν γὰρ μήτε τῶν νόμων μήτε τῶν πατρίων ἐθῶν αἰδῶ ποιούμενος ἀλλὰ πάντων ἀθρόως ἀλογῶν ὑστερίζεις μὲν τῶν ἀναγκαίων, θεραπεύεις δὲ τὰς τῶν δανειστῶν καὶ ὀβολοστατῶν οἰκίας ἐπὶ πολλῷ δανειζόμενος· τότε δ’, ὥσπερ ἔφην, δράσεις τοὐναντίον.

ὑπὸ γὰρ ἀφθόνου περιουσίας αὐτὸς ἄλλοις δανειεῖς, καὶ οὐκ ὀλίγα οὐδ’ ὀλίγοις, ἀλλὰ πολλὰ καὶ πολλοῖς, ὅλοις μὲν οὖν ἔθνεσι, πάντων καὶ τῶν κατὰ πόλιν καὶ τῶν κατὰ χώραν εὐτυχῶς ἀπαντώντων, τῶν μὲν κατὰ πόλιν ἀρχαῖς καὶ τιμαῖς καὶ εὐδοξίαις διά τε εὐδικίας καὶ εὐβουλία καὶ τοῦ διὰ λόγων καὶ πράξεων κοινωφελοῦς, τῶν δὲ κατ’ ἀγρὸν εὐφορίαις καὶ τῶν ἀναγκαίων, σίτου, οἴνου, ἐλαίου, καὶ τῶν πρὸς ἁβροδίαιτον βίον, ταῦτα δ’ ἐστὶ τὰ ἀμύθητα γένη τῶν ἀκροδρύων καὶ ἔτι βουκολίων αἰπολίων τῶν ἄλλων θρεμμάτων εὐτοκία.

ἀλλὰ τί τούτων ὄφελος, εἴποι τις ἄν, τῷ μὴ μέλλοντι κληρονόμους καὶ διαδόχους ἀπολιπεῖν; [*](1 τῶν χειρῶν τὰς ἐπιβολὰς D: τὰς τῶν χειρῶν ἐπιβολὰς codd. (v) ἐπιβουλὰς ΡDM 2 καλῶν add. D: om. codd. (v) 3 καὶ ἀδικίαν D: ἡ ἀδικίαν codd. (v) post ἀδικίαν add. καὶ γηίνας μερίμνας ἀπρεπεῖς D 4 κτίσις P ἀπεπήδησεν] ἀπεδήμησεν Α 6 σφοδρώτερον Η ἥτϊ (sic) Α τὸ ἀναγκαῖον codd: τὸ om. V 7 δὴ FA: δέ HP (v) εὐφορίας καὶ ἀφθονίας F: εὐφορίας HP (v), ἀφθονίας Α ὃ] ὃν F 8 ἐργάσῃ codd.: ἐργάζῃ v 9 ἀθρόον Α 10 βωλοστατῶν (sic) Α 11 ἐπὶ πολὺ Α ὥσπερ] ὡς F 12 γὰρ σεῖς om. F ἀφθόνου] φθόνου Α δανειεῖς F: δανιεῖς HP (v), δανιεῖς Α γρ. δανείσεις, ὅτι τὸ δανείζω ῥῆμα περισπώμενον μέλλοντα οὐ ποιεῖ· βαρβαρισμὸς γάρ ἐστι adnot. mg Α man. rec.) οὐδ’] ἐν Α 13 ἀλλὰ—χώραν (14) οm. HP 14 pr. πόλιν F: χώραν Α χώραν F: πόλιν Α ἀπαντώντων FHP (Turn.): ἐχόντων ἁπάντων Α (Mang.) 15 εὐδικίας H (coni. Mang.): εὐδικίας corr. ex εὐδοκίας L, εὐδοκίας FAP (v) εὐβουλίας] εὐσεβείας Turn. 16 κατ’ ἀγρὸν AHP: κατὰ χώραν F 16. 17 καὶ τῶν ἀναγκαίων Ε: καὶ om. AHP (v) 17 καὶ ἐλαίου Α (Mang.) 18 βουκόλων Α 19 αἰπόλων F1 corr. F2 20 καὶ διαδόχους ἀπολιπεῖν F: ἀπολιπεῖν καὶ διαδόχους Α, καὶ διαδόχους om. HP (Turn.)) [*](12 Deut. 15,6 28,12. 13.14 Deut. 28,3. 16 sqq. Deut. 7,13. 28,4.)

v.5.p.361
διὰ τοῦτο ἐπισφραγιζόμενος τὰς εὐεργεσίας φησίν· οὐδεὶς ἄγονος οὐδὲ στεῖρα γενήσεται, πάντες δὲ οἱ θεραπευταὶ θεοῦ γνήσιοι νόμον ἐκπληρώσουσι φύσεως τὸν ἐπὶ παιδοποιΐᾳ·

καὶ γὰρ ἄνδρες ἔσονται πατέρες καὶ πατέρες εὔπαιδες καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι, ὡς ἕκαστον οἶκον πλήρωμα εἶναι πολυανθρώπου συγγενείας, μηδενὸς ἐλλειφθέντος ἢ μέρους ἢ ὀνόματος τῶν ὅσα ἐπιφημίζεται τοῖς προσήκουσι, καὶ πρὸς τοὺς ἄνω, γονεῖς, θείους, πάππους, καὶ πρὸς τοὺς κάτω πάλιν ὁμοίως, υἱούς, ἀδελφούς, ἀδελφιδοῦς, υἱωνούς, θυγατριδοῦς, ἀνεψιούς, ἀνεψιαδοῦς, τοὺς ἐξ αἵματος πάντας.

ὠκύμορος δ’ ἢ ἀτελὴς οὐδεὶς ἂν γένοιτο τῶν κοσμουμένων τοῖς νόμοις οὐδέ τινος ἡλικίας ἄμοιρος ὧν ὁ θεὸς ἔνειμεν ἀνθρώπων γένει· ἀλλ’ ἐκ βρέφους ἐπαινὼν ἑξῆς ὥσπερ δι’ ἀναβαθμῶν, τεταγμέναις χρόνων περιόδοις ἑκάστης ἡλικίας τοὺς ὁρισθέντας ἀριθμοὺς συνεκπληρώσας, ἐπὶ τὴν τελευταίαν ἀφίξεται τὴν θανάτῳ μᾶλλον δ’ ἀθανασίᾳ γειτνιῶσαν, ὁ πρὸς ἀλήθειαν εὔγηρως, εὔπαιδα καὶ πολύπαιδα οἶκον ἀνθ’ αὑτοῦ καταλιπών.

τοῦτ’ ἐστὶν ὅπερ εἶπέ που προθεσπίζων, ὅτι "τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσεις“ (Exod. 23, 26), παγκάλως χρησάμενος τοῖς ὀνόμασι κυρίοις ἅμα καὶ προσφυέσιν. ὁ μὲν γὰρ ἀμαθὴς καὶ ἔκνομος „οὔτ’ ἐν λόγῳ,“ φασίν, „οὔτ’ ἐν ἀριθμῷ“, τῷ δὲ παιδείας καὶ νόμων ἱερῶν μεταποιουμένῳ πρώτη χάρις ἐστὶν ἐλλογίμῳ καὶ δοκίμῳ φανέντι μεταλαχεῖν ἀριθμοῦ [*](1 διὰ τοῦτο ἐπισφραγιζόμενος F: διὰ τοῦτο post φησὶ transp. Α, διὰ τοῦτο om. HP ἐπισφρ. διὰ τοῦτο Mang.) 3 ἐπὶ παιδογονία F ἔσονται ἄνδρες transp. Α 3, 4 καὶ πατέρες εὔπαιδες om. Α 4 καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι F: καὶ γυναῖκες μητέρες εὔτεκνοι Α (Mang.), καὶ μητέρες εὔτεκνοι (cet. om.) HP (Turn.) 4. 5 ἑκάστου (ου in ras. m. 2) τὸν οἶκον F 6 ὅσα] ἁ ἐπιφημίζεται F: ἐπιφημίζεσθαι AHP 7 πάππους F: πάππους, προπάππους ΑΗΡ πρὸς om. F κάτω πάλιν] κατά πόλιν Α ὁμοίως codd.: ὁμοίους v 8 υἱούς addidi υἱούς pro ὁμοίους coni. Mang.) ἀνεψιαδοῦς scripsi: ἀνεψιδοῦς codd. (v) 9 δ’ F: om. AHP ἂν om. F 10 κοσμουμένων τοῖς νόμοις F: κοσμουμένων νόμοις A (Mang.), κόσμου πενομένων νόμοις HP κ. γενομένων ν. Turn.) ὧν FA: ὢν HP; ἢν coni. Mang. ὁ θεὸς codd.: θεός v 12 ἑκάστων H 13 συνεκπλήσας F 14 ὁ codd.: ἡ L (ἣ v) 14. 15 καὶ πολύπαιδα οἶκον F: οἶκον καὶ πολύπαιδα Α (Mang.), καὶ πολύπαιδα om. HP (Turn.) 15 ἀντ’ αὐτοῦ A 16 προθεσπίζων FA: θεσπίζων HP (v) ἀναπληρώσεις Α: ἀναπλήσεις FHP (v) ; ἀναπληρώσω LXX 17. 18 κυρίως ἅμα καὶ προσφυῶς F 18 φασίν scripsi: φησίν codd. (v) 19 μεταποιουμένῳ] ἁπτομένῳ Α) [*](1 Exod. 23,26. Deut. 7, 14. 18. 19 οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ: Orac. ap. Phot. (Suid.) s. v. ὑμεῖς, (0 Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι. Schol. Theocr. 14,48. Iamblich. Vit. Pythag. 35 (259).)

v.5.p.362
καὶ τάξεως.

ὑπερφυῶς δὲ ἔχει καὶ ἡ πλήρωσις οὐ μηνῶν ἢ ἐνιαυτῶν ἀλλ’ ἡμερῶν, ὡς δέον ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν ἑαυτῆς καλοκἀγαθίας πεπληρῶσθαι· κρίνεται γὰρ οὐ ποσότητι ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν. ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβεν εἶναι κατορθουμένην.