De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Ἐπεὶ δ’ ἐχθρῶν διττὸν εἶδος, τὸ μὲν ἀνθρώπων ἐκ πλεονεξίας ἐπιτηδεύσει γεγονός, τὸ δὲ θηρίων ἄνευ ἐπιτηδεύσεως ἀλλοτριότητι χρώμενον φυσικῇ, περὶ ἑκατέρου λεκτέον ἐν μέρει, καὶ πρότερόν γε τοῦ κατὰ τοὺς φύσει πολεμίους θῆρας· οὗτοι γὰρ οὐ μιᾶς πόλεως ἢ ἔθνους ἑνός, ἀλλὰ τοῦ σύμπαντος ἀνθρώπων γένους δυσμενεῖς εἰσιν, οὐ πρὸς ὡρισμένου χρόνου μῆκος, ἀλλὰ τὸν ἀόριστον καὶ ἀπερίγραφον αἰῶνα.
τούτων οἱ μὲν ὡς δεσπότην ἄνθρωπον δεδιότες ὑποπτήσσουσιν ἐγκότῳ μίσει, οἱ δὲ τολμηταὶ καὶ θρασύτεροι προεπιχειροῦσι καιροφυλακοῦντες, εἰ μὲν ἀσθενέστεροι τυγχάνουσιν, ἐξ ἐνέδρας, εἰ δὲ δυνατώτεροι, φανερῶς.
ἄσπονδος γὰρ καὶ ἀκήρυκτος εἷς πόλεμος οὗτος, ὡς λύκοις πρὸς ἄρνας, καὶ πᾶσι θηρίοις πρὸς πάντας ἀνθρώπους, ἐνύδροις τε καὶ χερσαίοις· ὃν θνητὸς μὲν οὐδεὶς δυνατὸς καθαιρεῖν, ὁ δ’ ἀγένητος μόνος καθαιρεῖ, ὅταν κρίνῃ τινὰς σωτηρίας ἀξίους, εἰρηνικοὺς μὲν τὸ ἦθος, ὁμοφροσύνην δὲ καὶ κοινωνίαν ἀσπαζομένους, οἷς φθόνος ἢ συνόλως οὐκ ἐνῴκησεν ἢ τάχιστα μετανέστη τὰ ἴδια προφέρειν εἰς μέσον ἀγαθὰ διεγνωκόσιν εἰς κοινὴν μετουσίαν καὶ ἀπόλαυσιν.
εἰ γὰρ ἐπιλάμψειέ ποτε τῷ βίῳ τὸ ἀγαθὸν τοῦτο καὶ δυνηθείημεν τὸν καιρὸν ἰδεῖν ἐκεῖνον, ἐν ᾧ χειροήθη ποτὲ γενήσεται τὰ ἀτίθασα. πολὺ δὲ πρότερον τὰ ἐν τῇ ψυχῇ θηρία τιθασευθήσεται, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἢ οὐχὶ εὔηθες ὑπολαμβάνειν, ὅτι τὰς ἀπὸ τῶν ἐκτὸς θηρίων βλάβας ἐκφευξόμεθα τὰ ἐν αὑτοῖς εἰς δεινὴν ἀγριότητα ἀεὶ συγκροτοῦντες; ὅθεν οὐκ ἀπελπιστέον, ὅτι ἐξημερωθέντων τῶν κατὰ διάνοιαν καὶ τὰ ζῷα ἡμερωθήσεται.
[*](2 γεγονός FAP: γένος H (Turn.) 3 προτέρου F γε om. Α 4 τοῦ FAH1P (Mang.): τὸ Η2 (v) οὐδεμιᾶς Α 5 ἑνός F: om. AHP (v) δυσμενεῖς πολέμιοι coni. Mang. 6 πρὸς ὡρισμένου A (Mang.): πρὸς ὡρισμένον FH2 (Turn.), προωρισμένον H1P 8 θρασύτεροι] πραΰτεροι Α προσεπιχειροῦσι Α 9 μὲν FA: μέν οὖν HP (v) τυγχάνουσιν F: τυγχάνοιεν AHP (v) alt. εἰ] οἱ P 12 οὐδεὶς μέν θνητὸς transp. Α δυνατὸς F: δύναται HP (v), om. Α καθαιρεῖν Η2: καθαίρειν F, καθαίρει AH1P ἀγέννητος codd. (v) 13 καθαιρεῖ H2: καθαίρει FAH1P μέν om F 14 ὁμοφροσύνην] ὁμοφρονικοὺς F 14. 15 οὐκ ἐνῴκησεν F: οὐ συνῴκησεν AHP (v) 15 προσφέρειν AP ἀγαθὰ εἰς transp. F 16 εἰς—ἀπόλαυσιν om. F εἰ γὰρ] εἴθε γὰρ coni. Mang. 17 τἀγαθὸν F 18 pr. τὰ om. L (Turn.) ἀτίθασα HP: ἀτίθασσα FA (v) πολὺ δέ scripsi: πολύ γε ΑΗ (v), πολὺ γὰρ FP 19 τιθασευθήσεται HP: τιθασσευθήσεται FA (v) εὑρεῖν F: οὐδέν HP (Turn.), εὑρεῖν οὐδέν Α (Mang.) 20 εὔηθες] ᾠήθης Α ἀπὸ Α: ὑπὸ FHPD (v) φευξόμεθα Α 21 τά δ’ AH2 αὐτοῖς codd. συγκροτοῦντες ἐσόμεθα Α 22 τὰ ἔξω vel ἐκτὸς ζῷα coni. Maug.)[*](20.21 DR fol. 229r Φίλωνος: εὔηθες—ἀγριότητα πρὸς ἀλλήλους συγκινοῦντες.)