De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
πῶς δ’ ἡ προσβολὴ γέγονεν, ἄξιον διά τινος εἰκόνος ἰδεῖν. τὸν αἰσθητὸν τοῦτον ἥλιον μὴ ἑτέρῳ τινὶ θεωροῦμεν ἢ ἡλίῳ; τὰ δὲ ἄστρα μή τισιν ἄλλοις ἢ ἄστροις θεωροῦμεν; καὶ συνόλως τὸ φῶς ἆρ’ οὐ φωτὶ βλέπεται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεὸς ἑαυτοῦ φέγγος ὢν δι’ αὐτοῦ μόνου θεωρεῖται, μηδενὸς ἄλλου συνεργοῦντος ἢ δυναμένου συνεργῆσαι πρὸς τὴν εἱλικρινῆ κατάληψιν τῆς ὑπάρξεως αὐτοῦ.
στοχασταὶ μὲν οὖν οἱ ἀπὸ τῶν γεγονότων τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες θεωρεῖν, ὅμοιόν τι δρῶντες τοῖς ἀπὸ δυάδος μονάδος φύσιν ἐρευνῶσι, δέον ἔμπαλιν ἀπὸ μονάδος — ἀρχὴ γὰρ αὕτη — δυάδα σκοπεῖν· ἀλήθειαν
δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. τὸ μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32,25) συμβολικῶς· ἀλαζονεία μὲν γὰρ καὶ ὑπεροψία διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου πράγματος, οἰήσεως, συστολή.
σύμφορον δὲ οὐδὲν οὕτως ὡς τὸ κεχαλασμένον καὶ ἀνειμένον τῶν ὁρμῶν ἀνακοπῆναί τε καὶ ναρκῆσαι παρεθὲν τοὺς πνευματικοὺς τόνους, ἵν’ ἡ τῶν παθῶν ἄμετρος ἰσχὺς ἐξασθενήσασα πλάτος ἐμπαράσχῃ ψυχῆς τῷ βελτίονι μέρει.