De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

καταμύσας οὖν τὸ τῆς ψυχῆς ὄμμα τὸν ἔμπροσθεν αἰῶνα τοῖς συνεχέσιν ἄθλοις μόλις ἤρξατο διοίγνυσθαι καὶ τὴν ἐπισκιάσασαν διακρίνειν καὶ ἀποβάλλειν ἀχλύν· καθαρωτέρα γὰρ αἰθέρος ἀσώματος ἐξαίφνης ἐπιλάμψασα αὐγὴ τὸν νοητὸν κόσμον ἀνέφηνεν ἡνιοχούμενον.

ὁ δ’ ἡνίοχος ἀκράτῳ φέγγει περιλαμπόμενος ἐν κύκλῳ δυσόρατος καὶ δυστόπαστος ἦν, ταῖς μαρμαρυγαῖς τῆς ὄψεως ἀμυδρουμένης· ἡ δέ, καίτοι πολλοῦ ῥέοντος εἰς αὐτὴν πυρός, ἀντεῖχεν ἔρωτι ἐκτόπῳ τοῦ θεάσασθαι.

γνήσιον δὲ ἵμερον καὶ πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ ἠλέησε καὶ κράτος δοὺς τῇ τῆς ὄψεως προσβολῇ τῆς ἑαυτοῦ θέας οὐκ ἐφθόνησε, καθ’ ὅσον οἷόν τε ἦν χωρῆσαι γενητὴν καὶ θνητὴν φύσιν, οὐχὶ τῆς ὅ ἐστιν ἐμφαινούσης, ἀλλὰ τῆς ὅτι ἔστιν.

ἐκεῖνο μὲν γάρ, ὃ καὶ ἀγαθοῦ κρεῖττον καὶ μονάδος πρεσβύτερον καὶ ἑνὸς εἱλικρινέστερον, ἀμήχανον ὑφ’ ἑτέρου θεωρεῖσθαί τινος, διότι μόνῳ θέμις αὐτῷ ὑφ’ ἑαυτοῦ καταλαμβάνεσθαι. τὸ δ’ ὅτι ἔστιν, ὑπάρξεως ὄνομα καταληπτὸν ὄν, ἢ οὐ πάντες ἢ οὐχ ὁδῷ τῇ βελτίονι καταλαμβάνουσιν· ἀλλ’ οἱ μὲν ἄντικρυς ἀπεφήναντο μηδ’ ὅλως εἶναι τὸ θεῖον, οἱ δὲ ἐνεδοίασαν ἐπαμφοτερίσαντες ὡς οὐκ ἔχοντες εἰπεῖν, εἴτε ἔστιν [*](1 παρεισελθών HP (Turn.) 1.2 εἴ πως] ὅπως N 2 περὶ N 3 γένει FN: βίω καὶ γένει AHP (v) 4 καὶ γὰρ καὶ ὁ Α 6 καταμύσαν A οὖν scripsi (sic N): γοῦν FAHP (v) 7 μόλις scripsi: μόγις codd, (v) διοιγνύναι conicio 7.8 ἐπισκιάσασαν AFN: ἐπισκοτήσασαν HP (v) 9 ἀσώματος om. N 11 ἦν om. N 13 δ’ FN ἥμερον F ἵμερον καὶ om. D καὶ πόθον Α: om. FNHP (Turn.) πατὴρ καὶ σωτὴρ FND: σωτὴρ Α, πατὴρ HP (v) 14 αὐτοῦ Α 15 τε ND: τ᾿ FHP, om. Α γεννητὴν Α καὶ θνητὴν om. DR 16 pr. τῆς om. DC ὅ DR (ὅ in οἷον corr. DC): ὅς codd. (v) ; οἷος coni. Mang. alt. τῆς om. DC ἐκείνω DR μὲν om. A 17 ὃ καὶ—εἱλικριὶέστερον om. D ἑνὸς om. Turn. 18 θεωρεῖσθαι τινὸς D: τινὸς θεωρεῖσθαι codd. (v) μόνω AH1PND : μόνον FH2(v) 19 αὐτῶ Α: αὐτὸ FNPD, αὐτὸν H (ν) ὑφ᾿ ἑαυτοῦ FNDC: ὑφ᾿ αὑτοῦ AHP, καθ᾿ ἑαυτὸ DR 20 ὄνομα Α: ὀνόματι FNHP: ἔννοιαν κατάληπτον (sic) οὖσαν coni. Mang. τῇ om. F 22 δ’ F ἐνεδἱασαν F, ἐνεδύασαν N, ἐνεδοίαζον H1P ὡς] ἢ N) [*](13—19 DC fol. 44v DR fol. 55v (praecedit excerptum ex libro de mutatione nominum §15): γνήσιον πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ — καταλαμβάνεσθαι.)

v.5.p.345
εἴτε μή, οἱ δὲ καὶ ἔθει μᾶλλον ἢ λογισμῷ τὰς περὶ ὑπάρξεως θεοῦ κομίσαντες ἐννοίας παρὰ τῶν τρεφόντων ἔδοξαν εὐστόχως εὐσεβεῖν δεισιδαιμονίᾳ τὴν εὐσέβειαν χαράξαντες.