De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε μέρη σωμάτων ἀφαιρεῖ στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι,

τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν ἰδίαν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται σωτηρίως.

μακάριος οὖν καὶ οὗτος οὐχ ἧττον τοῦ προτέρου, συννοίας καὶ κατηφείας ἀμέτοχος ὤν, ἄλυπόν τε καὶ ἄφοβον ζωὴν καρπούμενος, αὐστηροῦ καὶ αὐχμηροῦ βίου μηδ’ ὄναρ προσαψάμενος διὰ τὸ πάντα τόπον τῆς ψυχῆς αὐτοῦ χαρᾷ προκατέχεσθαι.

Μετὰ τὸν αὐτομαθῆ δὲ καὶ πλουσίᾳ χρησάμενον τῇ φύσει τρίτος ὁ ἀσκητὴς τελειοῦται λαμβάνων γέρας ἐξαίρετον ὅρασιν θεοῦ. πάντων γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐφαψάμενος καὶ πᾶσιν [*](1 προονομάζουσιν L (Turn.) 2 φανερὸν F: om. AHP 3 τε καὶ F 4 ἀφ’ ἧς A κατεμπίπλαται Α 5 συμπάντων F: ἁπάντων AHP (v) 6 κακίας ἑκουσίου coni. Mang. coll. I. 15 8 γὰρ om. F 8. 9 μέρη σωμάτων F: σωμάτων μέρη AHPDH (v) 9 ἀφαιρεῖται Α τῆς τοῦ λοιποῦ σώματος A: om. FHPDH (Turn.) 10. 11 πλεόντων ADH 12 ἀποβολῆς] βλάβης F δ’ F 13 εἰδότι DH 14 φύσιν] προνοητικὴν δύναμιν DH καὶ] ἐπὶ DH 15 ἄνευ—εὐαρεστητέον om. DH εὐεργετητέον Α 15. 16 οὐκ εἴ τι] οὐκέτι P, ἐπεὶ DH 16 ἰδίαν FDH: om. AHP (v) ἀλλ’ εἰ FA: ἀλλ’ ἢ HPDH τρόπω Α πόλεως ὡς HP 17 τε om. FDH καὶ κυβερνᾶται σωτηρίως ADH: σωτηρίως καὶ κυβερνᾶται FHP σωτηρίως om. Mang. 19 αὐστηροῦ καὶ αὐχμηροῦ F: αὐχμηροῦ καὶ αὐστηροῦ ΑΗΡ ν) βίου om. Α 20 αὐτοῦ FA: αὐτὼ HP (v) 21 τὸν] τὴν L (Turn.) αὐτομαθεῖ coni. Mang. πλουσία FAP2: πλουσίω ΗΡ1 (v) 22 6 om. Α) [*](7—17 DH fol. 337r Φίλωνος: καθάπερ ἰατρὸς—καὶ κυβερνάται σωτηρίως.) [*](23—345,5 N fol. 159v: πάντων—ἄνω προῆλθον.)

v.5.p.344
ἐνομιλήσας οὐ παρέργως καὶ μηδένα πόνον ἢ κίνδυνον παρελθών, εἴ πως δυνηθείη τὴν ἀξιέραστον ἀλήθειαν ἰχνηλατῆσαι, παρὰ τῷ θνητῷ γένει πολὺν ζόφον ἀνεύρισκε κατὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ αἰθέρα· καὶ γὰρ ὁ αἰθὴρ καὶ ὁ σύμπας οὐρανὸς νυκτὸς αὐτῷ παρεῖχε φαντασίαν, ἐπειδὴ πᾶσα ἡ αἰσθητὴ φύσις ἀόριστος· τὸ δ’ ἀόριστον ἀδελφὸν σκότους καὶ συγγενές.