De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

οὗτός ἐστιν ὁ γόης, ὁ τὰ ἄψυχα θεοπλαστῶν, ὁ μέγας καὶ δυσάλωτος ἐπιτειχισμός, οὗ τοῖς σοφίσμασι καὶ στρατηγήμασι πᾶσα πόλις δελεάζεται προκαταλαμβάνοντος τὰς τῶν νέων ψυχάς· εἰσοικισάμενος γὰρ ἐκ πρώτης ἡλικίας ἄχρι γήρως ἐνίδρυται, πλὴν οἷς ἂν ὁ θεὸς αὐγὴν ἐπιλάμψῃ τῆς ἀληθείας· ἀληθείᾳ δὲ τῦφος ἀντίπαλον, ὃς μόλις μὲν ἀλλ’ οὖν κραταιοτέρᾳ δυνάμει νικηθεὶς ὑπεξίσταται.

τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ προσχρώμενον.

ὁὁ μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁὁ πρῶτος ἐκ τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ [*](2 τῶν ἀνθρώπων D: τῶν om. codd. (v) μετ’ F 3 ζήσασι D: om. codd. (Turn.) ἑνὸς ἀνδρός δικαιοσύνης οὐκ ἄξια ἐβίωσαν DR 8 τὸ addidi: τὸ pro τῷ scribere voluit Mang. 9 καὶ δόξης Α 11 ἐστιν] ἣν F 14 εἰσοικησάμενος H 15 ἐνίδρυται F: ἐνιδρύεται AHP (v) ἐπιλάμψῃ] ἐπιπέμψῃ conicio 16 ἀλήθεια 51 τύφου Α ὅς] ἧ F μόλις F: μόγις ΑΗΡ (v) 17 νικηθεὶς HP: κινηθεὶς FA κινηθεὶς δυνάμει transp. F τουτὶ F: τοῦτο ΑΗΡ (v) ἀριθμῶν. H1P ὀλίγων P 18 τὸν τῆς γῆς κύκλον F: τῆς γῆς τὸν κύκλον Α, τῆς γῆς κύκλον HP (v) 19 φθάνειν codd.: φθάνει Mang. post οὐρανὸν add. F verba (interpolata) καὶ τά πέρατα τοῦ κόσμου, μᾶλλον δέ καὶ τὴν μετά κόσμου (κόσμον?) οὐσίαν ἱμέρω γὰρ τοῦ θεωρεῖν F: γάρ τοῦ θεωρεῖν ἔρωτι Α (Mang.), καὶ τοῦ θεωρεῖν ΗΡ (Turn.) 20 συνεῖναι Α: συνιέναι FHP (Turn.) κατϊσχημένον Α ἀλέκτως L ( ἀλέκτως ὅ Turn.) 21 διερευνήσας διεξέλθῃ Α 25 μεθορμισάμενος FH: μεθορμησάμενος P, μεθαρμοσάμενος Α (Mang.) πρός] εἰς F διδακτὴ vel διδασκαλικῇ coni. Mang.)

v.5.p.342
πρὸς τελείωσιν, ἆθλον αἴρεται τὴν πρὸς θεὸν πίστιν· τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως αὐτήκοον καὶ αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ τὴν ἀρετὴν βραβεῖον ἀναδίδοται χαρά· τοῦ δ’ ἀσκητοῦ καὶ πόνοις ἀτρύτοις καὶ ἀκαμπέσι περιποιησαμένου τὸ καλὸν ὁ στέφανός ἐστιν ὅρασις θεοῦ. τοῦ δὲ πιστεύειν θεῷ καὶ διὰ παντὸς τοῦ βίου χαίρειν καὶ ὁρᾶν ἀεὶ τὸ ὂν τί ἂν ὠφελιμώτερον ἢ σεμνότερον ἐπινοήσειέ τις;

Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες. ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα.