De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὡς γὰρ τοῖς ἐκ νόσου μακρᾶς ἀρχομένοις ἀναλαμβάνειν εὐάλωτά πώς ἐστι τὰ σώματα μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν, οὕτως καὶ οἷς ἡ ψυχὴ νῦν πρῶτον ὑγιάζεται πλαδῶσιν οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται, ὡς δέος εἶναι, μὴ πάλιν ἐξορμήσῃ τὸ πάθος, ὃ πέφυκεν ἐκ τῆς τῶν εἰκαιοτέρων συνδιαιτήσεως ἀνερεθίζεσθαι.

Μετὰ δὲ τοὺς μετανοίας ἀγῶνας τρίτα ἆθλα τίθεται δικαιοσύνης, ἧς ὁ μεταποιησάμενος λαμβάνει γέρα διττά, τὸ μὲν σωτήριον ἐν κοινῇ φθορᾷ, τὸ δὲ ταμίαν καὶ φύλακα γενέσθαι ἐξ ἑκάστης ζῴων ἰδέας ἡρμοσμένων ζυγάδην εἰς δευτέραν γένεσιν ἀντὶ τῆς ἀπολλυμένης.

ἠξίωσε γὰρ ὁ ποιητὴς τὸν αὐτὸν καὶ τέλος γενέσθαι τῆς κατακρίτου γενεᾶς καὶ ἀρχὴν τῆς ἀνυπαιτίου, διδάσκων τοὺς ἀπρονόητον εἶναι τὸν [*](1 ἐργάσονται Α 2 οὐκέτι τῆς ὄψεως] ἔτι τῆς ὄψεως οὐ Α 3 τῷ πάθει] τά πάτη L (Turn.) 4 ἐρεθισθήσεται F 6 ἀσπαζόμενος codd.: ἀσπασάμενος Turn. γάρ om. Α οἴκοις Α 7 ἀπροοράτως F: ἀπροόπτως AHP (v) 9 ἐστί om. L (Turn.) πρῶτον FA: om. HP Τurn.) 10 ὡς γὰρ] ὥσπερ Escur. μακρὰν H1P 11. 12 μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν FP: om. AH Escur. (v) 12 οὕτως FA: οὕτω HP Escur. οἶς—ὑγιάζεται] ψυχὴ ὑγιαζομένη Α (prob. Mang.) νῦν πρῶτον F: ὡς νύν πρότερον HP, ἄρτι πρώτως Escur. 13 νοεροὶ] ἱεροὶ Α εἶναι] ὂν Escur. 14 πάλιν πάλιν (sic) Escur. ἐξορμήσῃ scripsi): παλινδρομήσῃ FAHP (v) τῶν F Escur.: om. AHP (v) 16 δέ om. F μετανοίας F: τῆς μετανοίας AHP (v) τρίτα] τρία L1 (Turn.) 18 φύλαξ Η (Turn.) γενέσθαι Α: om. FHP1, add. mg P2 ἐξ ἑκάστης codd.: ἐξ om. V 19 ἡρμοσμένων AH2: ἡρμοσμένον FH1P, ἡρμοσμένου L (Turn.) ζυγάδην Mang.: ζυγά δ’ ἣν F, ζυγὰ δὲ ἦν AHP 20 κατακρίτου] καταρρύπου (sic) DR, καραῥύπον (sic) DH) [*](10—15 Escur. X—I—13 fol. 237v: ὥσπερ τοῖς ἐκ νόσου μακρᾶς—ἀνερεθίζεσθαι.) [*](20—341,3 DR fol. 128v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων DH fol. 242r Φίλωνος: τὸν δικαιοσύνης μεταποιησάμενον Νῶε ἠξίωσεν ὁ ποιητὴς τὸν αὐτὸν—ἑνὸς ἀνδρὸς δικαιοσύνης οὐκ ἄξια ἐβίωσαν.)

v.5.p.341
κόσμον λέγοντας ἔργοις, οὐ ῥήμασιν, ὅτι καθ’ ὃν εἰσηγήσατο νόμον ἐν τῇ φύσει τῶν ὅλων αἱ σύμπασαι μυριάδες τῶν ἀνθρώπων μετὰ ἀδικίας ζήσασαι ἑνὸς ἀνδρὸς οὐκ ἄξιαι δικαιοσύνῃ συμβιοῦντος. τοῦτον Ἕλληνες μὲν Δευκαλίωνα, Χαλδαῖοι δὲ Νῶε ἐπονομάζουσιν, ἐφ’ οὗ τὸν μέγαν κατακλυσμὸν συνέβη γενέσθαι.

Μετὰ δὲ τὴν τριάδα ταύτην ἑτέρα τριὰς ὁσιωτέρα καὶ θεοφιλεστέρα γίνεται μιᾶς συγγενείας· πατὴρ γὰρ καὶ υἱὸς καὶ υἱωνὸς ἐπὶ τὸ αὐτὸ τέλος ἔσπευσαν τοῦ βίου τὸ τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων εὐαρεστῆσαι, καταφρονήσαντες μὲν ὧν θαυμάζουσιν οἱ πολλοί, δόξης καὶ πλούτου καὶ ἡδονῆς, γελάσαντες δὲ καὶ τῦφον, ὃς ἐκ ψευσμάτων ἀεὶ συνυφαίνεται καὶ καταποικίλλεται πρὸς ἀπάτην τῶν ὁρώνταν.