De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὃν καὶ μύστην γεγονότα τῶν θείων τελετῶν καὶ συμπεριπολοῦντα ταῖς τῶν οὐρανίων χορείαις καὶ περιόδοις ἐγέραρεν ὁ θεὸς ἠρεμίᾳ, βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσιν ἀνάγκαι ἐπιτιθέμεναι κατὰ πλεονεξίαν παθῶν δυναστείας· ἢ γὰρ περιέψυξέ τι ἢ περιέφλεξε[ν οὐρανὸς] καὶ αὐχμηρὸν ἢ τοὐναντίον ῥοῶδες ἀπειργάσατο· δι’ ὧν ἁπάντων ὁ νοῦς εὐθύνειν ἀδυνατεῖ τὴν τοῦ καθ’ αὑτὸν βίου πορείαν.
ἐνδιαιτώμενος δὲ ὑγιεινῷ σώματι κατὰ πολλὴν εὐμάρειαν ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μακαρίας καὶ εὐδαίμονος ζωῆς ἐπιλαχών· οὗτός ἐστιν ὁ πολὺν ἄκρατον σπάσας τῆς εὐεργέτιδος τοῦ θεοῦ δυνάμεως καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς·
οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν "ἐμπεριπατεῖν" οἷα βασιλείῳ, καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ἄρχοντος, ἁγίου ἅγιος·
οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ [*](1.2 σπουδαίω F: τοῖς σπουδαίοις AHP (v) 2 συνηρμοσμένην καὶ συνοικοδομουμένην οἰκίαν Α 3 ἄχρι] μέχρι F οἰκίαν h. I. om. Α συμφυέστατον H (Turn.) διά τε FHP: ἅτε Α (Mang.) 4 post χρησίμων add. ἐνεργοῦν ὦ (ἐνεργοῦν recepit Mang.) τόνδε FA: om. HP (v) 5 ὃν add. 5. 6 τῶν θείων om. Α 6 συμπεριπολοῦντα F: μόνον σ. AH1P, μόναις σ. H2 (v) γῶν οὐρανίων Α: τῶν om. FHP (v) 7 ἠρεμίᾳ] εὐημερίᾳ coni. Wendl. ἀμέθεκτον] ἀμέθελκτον coni. Mang, νόσων vel νοσημάτων vel κακιῶν conicio 8 γεννῶσιν ἀνάγκαι Μang.: ἀνάγκαι (om. γεννῶσιν) Α, γεννῶσι δυνάμεις FHP (v) 9 δυναστείαν coni. Mang. τι Α: τις FHP (Turn.) 10 περιέφλεξεν οὐρανὸς Α (Mang.): αὖον FUP (Turn.) ; οὐρανὸς seclusi 15 τοῦ om. Α 16 οὗτος ᾧ] τούτων οὑν Α φησιν: hic desinit F, cetera supplevit man. rcc. (lacobus Diassorimis) 18 ἐξαίρετος Α: ἐξαίρετος χάριτι HP ἐξαιρέτῳ χάριτι v)) [*](16—18 Lev. 26,12. 17. 18 DR fol. 195v Anton. Mel. II 87 Col. 1209 Φίλωνοζι οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων, ὥς ὅ DR) φησιν ὁ προφήτης, ὡς (ᾧ?) θεὸς (ὁ θεὸς DR) ἐμπεριπατεῖ οἷα βασιλείῳ (16). DR fol. 137r ἔστι γὰρ τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια, ὥς φησιν ὁ προφήτης τόν θεὸν ἐμπεριπατεῖν οἷα βασιλείῳ. τούτου καλεῖται θεὸς ὁ τῶν συμπάντων ἵδιος.)