De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
καθάπερ οὖν ἀνθρώπους ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως ἂν ἑνὶ κελεύσματι συναγάγοι ὁ θεὸς ἀπὸ περάτων εἰς ὅ τι ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης πολυχρονίου πάντῃ πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδονῆς καὶ ἐπιθυμίας, δεσποινῶν ἐκτετιμημένων, ἐλεῶν ὁ σωτὴρ ἐξ ἀνοδίας εἰς ὁδὸν εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἣν οὐκ ἄν τις ἁμάρτοι λέγων καθόδου κρείττονα.
Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ’ ἐχθρῶν, κράτη πολέμων, εἰρήνης βεβαιώσεις καὶ τῶν κατ’ εἰρήνην ἀγαθῶν περιουσίαι, πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυσμενῶν ἐπαινουμένοις, τῶν μὲν διὰ φόβον, τῶν δὲ δι’ εὔνοιαν· λεκτέον δὲ καὶ τὰ τούτων οἰκειότερα, τὰ περὶ σῶμα.
φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο, τοῦ δ’ ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος κατάλυσιν καὶ βελτίωσιν ἠθῶν· ὑγείᾳ δ’ ἕψεται καὶ εὐαισθησία καὶ τὸ ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ γέγονεν [*](1 μεθορμιζομένοις F: μεθαρμοζομένοις AHP (v) 4 γαλήνην καὶ εἰρήνην F: εἰρήνην καὶ γαλήνην AHP (v) 5 αἰσχατιαῖς F ἂν add. Turn., om. codd. ὁ θεός FA: θεός HP (v) 6 ἀπό περάτων om. P ἐξ ἄλης H2: ἐξ ἄλλης FH1P, ἐκ ζάλης Α 7 καὶ κακωθέντα om. HP (Turn.) 8 ἐκτετιμημένων F: ἐκτετμημένων HP Τurn.), ἐκτεταμένων Α (Mang.) ἐλεῶν ΑΗ2: ἔλεον FH1P 8. 9 εὐπετῶς εἰς ὁδὸν transp. A 9 ἂν ἀγάγοι v (Turn.): ἀναγάγοι FHP, ἀναγάγῃ Α φεύγειν διεγνωκότα Α: διεγνωκότα φυγεῖν F, φεύγειν φυγεῖν) om. HP 10 ἁμάρτοι FA: ἁμάρτη HP (v) 11 καθόδου] καθόλου Α 12 εἴρηται v (Turn.): εἴρηνται codd. κράτη FA: κράτος HP (v) 13 πολεμίων Α βεβαιώσεις scripsi: βεβαίωσις codd. 14 παρεπόμενα] πρέποντα Α 15 ἐπαινούμενα Α 17 σῶμα F: τὸ σῶμα AHP (v) ἐπιπονοῦσι Α 18. 19 συστησαμένοις F 20 οὐκ ἂν γένοιτο F: οὐκ ἂν γένοιτ’ ἄν AHP (v) 21 ἐστιν] εἶ Α 23 γέγονεν A: σ προγέγονεν FP (v), προγέγονεν H, προσγέγονεν L) [*](19 Deut. 7,15.)
ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων ἄχρι στέγους οἰκίαν — οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα — διά τε πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·