De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Τῶν μὲν οὖν διὰ τοῦ προφήτου Μωυσέως λογίων τρεῖς ἰδέας [*](II p. 408 Μ.) εἶναι συμβέβηκε, τὴν μὲν περὶ κοσμοποιίας, τὴν δὲ ἱστορικήν, τὴν δὲ τρίτην νομοθετικήν. ἡ μὲν οὖν κοσμοποιία παγκάλως πᾶσα καὶ θεοπρεπῶς μεμήνυται, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ γενέσεως οὐρανοῦ καὶ λήξασα εἰς ἀνθρώπου κατασκευήν· ὁ μὲν γὰρ ἀφθάρτων τελειότατος, ὁ δὲ θνητῶν. ἀθάνατα δὲ καὶ θνητὰ ἐν γενέσει συνυφαίνων ὁ ποιητὴς εἰργάσατο τὸν κόσμον, τὰ μὲν [γενόμενα] ὡς ἡγεμονικά, τὰ δ’ ὡς ὑπήκοα [καὶ] γενησόμενα.

τὸ δὲ ἱστορικὸν μέρος ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν καὶ τὰ ὁρισθέντα ἑκατέροις ἐπιτίμια καὶ γέρα ἐν ἑκάσταις γενεαῖς. τοῦ δὲ νομοθετικοῦ τὸ μὲν καθολικωτέραν ὑπόθεσιν ἔχει, τὸ δ’ ἕτερον τῶν κατὰ μέρος νομίμων εἰσὶν ἐντολαί· κεφάλαια μὲν δέκα, ἅπερ λέγεται κεχρησμῳδῆσθαι οὐ δι’ ἑρμηνέως ἀλλ’ ἐν τῷ ὑψώματι τοῦ ἀέρος σχηματιζόμενα καὶ ἄρθρωσιν ἔχοντα λογικήν, τὰ δ’ ἄλλα τὰ κατ’ εἶδος [μέρη] διὰ τοῦ προφήτου θεσπισθέντα.

περὶ ὧν ἁπάντων ὅσα καιρὸς ἐν ταῖς προτέραις συντάξεσι διεξελθὼν καὶ προσέτι τῶν ἀρετῶν ἃς ἀπένειμεν [*](1 tit. περὶ ἄθλων καὶ ἐπιτιμίων HP (καὶ ἀρῶν addidi ex Euseb. Hist. eccl. II 18,5), τοῦ αὐτοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων F, τοῦ αὐτοῦ φίλωνος περὶ ἄθλων καὶ ἐπιτιμιῶν Α 2 τῶν scripsi: τἀς codd. (v) ante διὰ add. τῶν AHP (v), omisi cum F μωϋσέος P, μώσεως FAH λογίων om. F 3 μὲν FA: μέν γάρ HP (v) τῆς κοσμοποιίας Α δ’ F 4 παγκάλως πᾶσα A: πᾶσα om. F, πᾶσα παγκάλως P (γρ. καλῶς mg Ρ2), πᾶσα καλῶς Η (Turn.) 5 λαβοῦσα V: AHP (v) 6 θνητῶν F: θνητῶν φθαρτός HP (v), θνητῶν φθαρτικώτατος Α; καὶ φθαρτῶν coni. Mang. 8 γενόμενα seclusi et ὡς addidi, deinde καὶ seclusi; ὑποταγησόμενα pro γενησόμενα coni. Μang. 9 δ’ F ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν codd.: ἀναγραφὴ πονηρῶν καὶ σπουδαίων βίων ἐστὶ v 10 ἐπίτιμα Η καὶ γέρα F: καὶ om. AHP ἐν om. H ἑκάστοις H γενεαῖς περιέχει vel μηνύει conicio 11 καθολικωτέραν ὑπόθεσιν Α: καθολικώτερον τὴν ὑπόθεσιν FHP; καθολικωτέραν τὴν ὑπόθεσιν v 11.12 τῶν κατά μέρος scripsi: τῶν κατὰ om. codd.: τῶν ἐν μέρει coni. Mang. 12 νομίμων] νόμων P (fort. recte) μὲν scripsi: δὲ AHP (v), om. F 14 δὲ F alt. τὰ om. A μέρη seclusit Mang. 16 διελθὼν Α ἃς ἀπένειμεν] αἳ βραβεύουσιν Α)

v.5.p.337
εἰρήνῃ τε καὶ πολέμῳ μέτειμι κατὰ τὸ ἀκόλουθον ἐπὶ τὰ προτεθέντα καὶ τοῖς ἀγαθοῖς ἆθλα καὶ τοῖς πονηροῖς ἐπιτίμια.

συνασκήσας γὰρ ὑφηγήσεσι καὶ προτροπαῖς μαλακωτέραις καὶ πάλιν ἐπανατάσεσι καὶ νουθεσίαις ἐμβριθεστέραις τοὺς κατ’ αὐτὸν πολιτευομένους ἐκάλεσεν εἰς τὴν ὧν ἐπαιδεύθησαν ἐπίδειξιν· οἱ δὲ παρελθόντες ὥσπερ εἰς ἱερὸν ἀγῶνα γυμνὴν τὴν ἑαυτῶν προαίρεσιν ἀνέφηναν εἰς ἐναργέστατον ἔλεγχον τῆς ἀληθείας.

εἶτα οἱ μὲν ἀθληταὶ τῷ ὄντι ἀρετῆς ἀνευρίσκοντο μὴ ψεύσαντες τῆς ἐπ’ αὐτοῖς χρηστῆς ἐλπίδος τοὺς ἀλείπτας νόμους, οἱ δὲ ἄνανδροι καὶ ἀγεννεῖς ὑπὸ τῆς ἐμφύτου μαλακίας τὰς ψυχάς, πρὶν ἢ δυνατώτερόν τι ἀντιβιάσασθαι, προκαταπίπτοντες αἰσχύνη καὶ γέλως θεατῶν ἐγίνοντο.

δι’ ἣν αἰτίαν οἱ μὲν βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἄλλων ὅσα νικῶσι δίδοται μετελάμβανον, οἱ δὲ οὐκ ἀστεφάνωτοι μόνον ἀπῄεσαν, ἀλλὰ καὶ ἧτταν ἐπονείδιστον ἐνδεξάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἀργαλεωτέραν· ἐκεῖ μὲν γὰρ ἀθλητῶν σώματα κλίνεται ῥᾳδίως ὀρθοῦσθαι δυνάμενα, ἐνταῦθα δὲ ὅλοι βίοι πίπτουσιν, οὓς ἅπαξ ἀνατραπέντας μόλις ἔστιν ἀνεγεῖραι.

Τῆς δὲ προνομίας καὶ τιμῆς καὶ τοὐναντίον κολάσεως τάξεις ἐναρμονίους ὑφηγεῖται, κατ’ ἄνδρας, κατ’ οἴκους, κατὰ πόλεις, κατὰ χώρας καὶ ἔθνη, κατὰ κλίματα γῆς μεγάλα. πρότερον δ’ ἐρευνητέον τὰ ἐπὶ τιμαῖς, ἐπειδὴ καὶ λυσιτελέστερα καὶ ἡδίω πρὸς ἀκρόασιν, ἀρχὴν λαμβάνοντας τὴν ἀφ’ ἑνὸς ἑκάστου τῶν ἐν μέρει.

φασὶ τὸν παλαιὸν ἐκεῖνον Τριπτόλεμον Ἕλληνες ἀρθέντα μετέωρον ἐπὶ πτηνῶν δρακόντων τὸν τοῦ σίτου καρπὸν εἰς ἅπασαν τὴν γῆν κατασπείρειν, ἀντὶ βαλανηφαγίας ἵν’ ἔχῃ τὸ ἀνθρώπων γένος ἥμερον καὶ ὠφέλιμον καὶ ἡδίστην [*](1 προταθέντα coni. Mang. 2 ἐπιτίμια corr. ex ἐπίτιμα Η 3 ἐπαναστάσεσι F 4 καί αὐτὸν FP: ὑπ’ αὐτὸν ΑΗ (ὑπ᾿ αὐτοῦ v) 5 ἐπαιδεύθησαν FP: ἐνομοθέτησεν ΑΗ (v) ἀπόδειξιν Α 6 post ἀγῶνα add. τοῖς κατ’ αὐτόν A (cf. 1.4) γυμνὴν P: om. FAH (v) 7 εἶθ’ F ἀθληταὶ] ἀσκηταὶ coni. Mang. τῶ ὄντι FP: om. AH (v) 8 δ’ V 9 ἄνανδροι F: ἄνανδροι καὶ μαλακοὶ AHP (v) ἀγενεῖς H ἡ P, ἢ οm. F 10 τι δυνατώτερον transp. F βιάσασθαι P, ἀναβιώσασθαι L ἀναβιάσασθαι Τurn.) 11 ἐγίνοντο F: ἐγένοντο AHP (v) καὶ om. Turn. 12 δ’ F 13 ἀπίεσαν P ἐπονείδιστον codd.: ὑπονείδιστον Turn. ἐνδειξάμενοι AP 14 ἀργαλεώτερον Α 15 δυνάμενοι Α δ’ F 16 μόλις F: μόγις AHP (v) ἐγεῖραι F 19 καὶ ἔθνη FHP: καὶ κατὰ ἔθνη Α (κατά ἔθνη Mang.) 20 pr. καὶ om. Α ἥδιστα F2 21 λαμβάνοντας Α: λαβόντας FHP (v) ἐφ’ ἑνός ἑκάστου Α ἀφ’ ἑ. ἑ. scripsi): ἀφ’ ἑκάστου HP, ἐφ’ ἑκάστου F (v) 23 ἅπασαν] ἅπαν F1 24 ἔχοι F) [*](8—11 DR fol. 138v Φίλωνος: οἱ ἄνανδροι ὑπὸ—γέλως ἑαυτῶν (sic) 22 cf. A pollod. Bibl. I 5,2. Himer. Or. 253.)

v.5.p.338
τροφήν. τοῦτο μὲν οὖν ὥσπερ πολλὰ καὶ ἄλλα τοῖς εἰωθόσι τερατεύεσθαι μύθου πλάσμα ὂν ἀπολελείφθω σοφιστείαν πρὸ σοφίας καὶ γοητείαν πρὸ ἀληθείας ἐπιτετηδευκόσιν.

ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι.

ταῦτα μὲν οὖν ὑπερκείσθω· τὴν δ’ ἀναγκαιοτάτην σπορὰν ἐπισκεπτέον, ἣν ὁ ποιητὴς ἐν ἀρετώσῃ χώρᾳ κατέσπειρε, λογικῇ ψυχῇ.

ταύτης δ’ ὁ πρῶτος σπόρος ἐστὶν ἐλπίς, ἡ πηγὴ τῶν βίων. ἐλπίδι μὲν γὰρ κέρδους ὁ χρηματιστὴς ἐπαποδύεται πολυτρόποις ἰδέαις πορισμῶν, ἐλπίδι δ’ ὁ ναύκληρος εὐπλοίας περαιοῦται τὰ μακρὰ πελάγη· ἐλπίδι δόξης καὶ ὁ φιλότιμος αἱρεῖται πολιτείαν καὶ κοινῶν πραγμάτων ἐπιμέλειαν· δι’ ἐλπίδα βραβείων καὶ στεφάνων καὶ οἱ τῶν σωμάτων ἀσκηταὶ τοὺς γυμνικοὺς ἀγῶνας διαθλοῦσιν· ἐλπὶς εὐδαιμονίας καὶ τοὺς ἀρετῆς ζηλωτὰς ἐπαίρει φιλοσοφεῖν, ὡς ταύτῃ δυνησομένους καὶ τὴν τῶν ὄντων φύσιν ἰδεῖν καὶ δρᾶσαι τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἀρίστων βίων θεωρητικοῦ τε καὶ πρακτικοῦ τελείωσιν, ὧν ὁ τυχὼν εὐθύς ἐστιν εὐδαίμων.

ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς.

ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ [*](1 οὑν οm. P 2 ἄτε ante μύθου fort. inserendum μύθου πλάσμα ὂν F: κατά πλάσμα οἷον μῦθος ὢν Α, κατὰ πλάσμα οἷον μύθου ὂν HP; οἶον πλάσμα μύθου ὂν Mang. σοφιστείαν πρὸ σοφίας FP: πρὸ σοφίας om. AH (add. mg. H) 2.3 καὶ γοητείαν ἔχον, οὐ μὴν ἀφορῶν πρὸς ἀλήθειαν (om, ἐπιτετηδευκόσιν) A 3.4 τῶν ὅλων θεὸς Α 4 προευτρεπίσατο FHP: ηὐτρεπίσατο Α (Mang.) τοῖς ζώοις F: τοῖς om. ΑΗΡ (v) ἀνεὶς FA (Mang.): ἀνιεὶς HP 5 γηγενέσιν] γένεσιν F 6 ἀλλ’ ὅσα F 7. 8 πρόκειται προμαθούσης φύσεως Α (Mang.) 8 ἀναμνήσεις om. Η (Turn.) 9 δὲ Α 11 μὲν F: om. AHP (v) 12 καὶ πολυτρόποις H 13 μακρὰ om. F 16 ἀσκηταὶ F: ἀθληταὶ AHP (Turn.) διαθλοῦσιν FHP: ἐναθλοῦσιν Α, ἀθλοῦσιν L (Turn.) 18 τἀκόλουθα F 19 θεωρητικήν τε καὶ πρακτικὴν Α εὐθύς ἐστιν F: ἐστιν εὐθὺς AHP (v) 22 διεφθάρησαν A 22.23 ἐπιμελεῖσθαι FA: ἐπιμεμελῆσθαι HP (v) 24 αὐτοῖς F ὑπαίτιοι—θεῷ (25) om. Α δὲ P 25 γεννήσεως Α αὐτῆς] αὑτοῖς Α)

v.5.p.339
ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. τί οὖν ἆθλον πρόκειται τῷ στεφανωθέντι τὸν ἀγῶνα τοῦτον; τὸ μικτὸν ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ζῷον, ὁ ἄνθρωπος, οὔθ’ ὁ αὐτὸς οὔθ’ ἕτερος ὢν τοῦ λαβόντος.

τοῦτον Χαλδαῖοι μὲν προσονομάζουσιν Ἐνώς, εἰς δ’ Ἑλλάδα γλῶτταν μεταληφθείς ἐστιν ἄνθρωπος, τὸ κοινὸν ὄνομα τοῦ γένους ἴδιον λαβών, ἆθλον ἐξαίρετον, ὡς δέον μηδένα νομίζεσθαι τὸ παράπαν ἄνθρωπον, ὃς ἂν μὴ ἐπὶ θεὸν ἐλπίζῃ.

Μετὰ δὲ τὴν ἐλπίδος νίκην ἀγὼν δεύτερός ἐστιν, ἐν ᾧ μετάνοια ἀγωνίζεται τῆς μὲν ἀτρέπτου καὶ ἀμεταβλήτου καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσης φύσεως ἀμοιρήσασα, ζήλῳ δὲ καὶ ἔρωτι τοῦ βελτίονος ἐξαίφνης κατασχεθεῖσα καὶ σπεύδουσα καταλιπεῖν μὲν τὴν σύντροφον πλεονεξίαν καὶ ἀδικίαν, μεθορμίσασθαι δὲ πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς.

ἆθλα καὶ ταύτῃ προτίθεται διττὰ ἐπὶ διττοῖς κατορθώμασιν, ἀπολείψει μὲν αἰσχρῶν, αἱρέσει δὲ τῶν καλλίστων. τὰ δ’ ἆθλα ἀποικία καὶ μόνωσις· φησὶ γὰρ ἐπὶ τοῦ τὰς μὲν σώματος νεωτεροποιίας ἀποδράντος, αὐτομολήσαντος δὲ πρὸς ψυχήν·

„οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5,24). αἰνίττεται δὲ ἐναργῶς διὰ μὲν τῆς μεταθέσεως τὴν ἀποικίαν, διὰ δὲ τοῦ μὴ εὑρίσκεσθαι τὴν μόνωσιν· καὶ σφόδρα οἰκείως· εἰ γὰρ τῷ ὄντι ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἐπάνω τῶν παθῶν ἀψευδῶς ἔγνωκεν ἵστασθαι, [πρὸς] μετανάστασιν εὐτρεπιζέσθω φεύγων ἀμεταστρεπτὶ καὶ οἶκον καὶ πατρίδα καὶ συγγενεῖς καὶ φίλους.

ὁλκὸν γὰρ ἡ συνήθεια, ὡς δέος εἶναι, μὴ καταμείνας ἁλῷ τοσούτοις ἐν κύκλῳ φίλτροις ἀποληφθείς, ὧν αἱ φαντασίαι τὴν ἐγγενομένην ἡσυχίαν τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακινήσουσι καὶ μνήμας ἐναύλους, ὧν ἐπιλελῆσθαι [*](1 ἀδιάφορον Turn. 3 alt. οὔτε ΗΡ 4 προσονομάζουσιν F: ὀνομάζουσιν ΑΗΡ (Turn.) εἰς δ’ ἑλλάδα ΑΗΡ: ὃς εἰς ἑλλάδα F (Mang.) 5 γλῶσσαν Α μεταληφθείς] μεταβληθείς L (Turn.) 7 ἐλπίσῃ F 9 ἀμεταβλήτου FA: ἀμετανοήτου HP (v) κατὰ τὰ αὐτά P, κατ’ αὐτά Α 13 καὶ ταύτῃ FA: γάρ ταύτῃ HP; γὰρ ταῦτα v 13. 14 διπλᾶ ἐπὶ διπλοῖς Α 15 ἀποικία] ἀποίκιλλα· μετάθεσίς τε Α 16 σώματος A: τοῦ σώματος FHP (v) 17 ηὑρίσκετο Α 18 pr. δέ om. F ἐναργῶς FA: καὶ ἐναργῶς HP (v) 19 οἰκείως] εἰκότως conicio 19—21 ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ καὶ ἐπάνω—ἵστασθαι F: ἐπάνω—ἵστασθαι ἄνθρωπος δὲ add. Α) καταφρονήσας ἡδονῶν καὶ ἐπιθυμιῶν AHP (v) 21 πρὸς μετανάστασιν F πρός seclusi): om. AHP (v) 23 δέος] δέον H1P μεταμείνας F 24 ἐναποληφθείς coni. Mang. ἐγγινομένην Α, γενομένην F) [*](4 sqq. Gen. 4,26. cf. de Abrahamo § 7 sqq.)

v.5.p.340
καλὸν ἦν, ἐνεργάσονται.

πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται.

κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον.