De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παρ’ οὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς

ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν. ὁ μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν.

ἔστι γὰρ ὁ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλ’ αὐτὸς αὐταρκέστατος ἑαυτῷ· ὁ δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει· [*](3 Μόνων Κ 4 ἀέναα] ἀένεα E, ἀένναα ceteri 5 εἰδέας S αἲ] αἱ S1EK1 φέρουσι VOFAH-: φέρουσαι ceteii 6 ἄγουσιν S 7 παρ’ οὐδὲν om. SVOFG θέμενοι] ἀποθέμενοι V-OF 7. 8 καινῶν δοξῶν E, κενοδόξων S (Maug.) 8 προσβλέποντος FH1, προβλἐποντι VO, ὡς βλέποντι AP2 9 πεπειρωμἐνω M 10 δορυφορούμενος Α οὐ ante φύσεως add. V2OK2F φύσεως om. M εὕρημα Κ: εὕρεμα G, εὕρεμα ceteri (v) ὣν] ὧν SBE, ὂν Α 13 tert. καὶ om. S 15 εὐκολίας] εὐτελείας F ὀλιγοδείας KAP: ὀλιγοδεείας ceteri ὀλιγοδείας v) 16 ἀνεπιδεής] ἀνενδεὴς ’M χρεῖος ὤν scripsi: χρέως ὢ corr. ex ὁ) ὢν S, χρήζων ceteri (v) 17 πολυδεής D (-ές DK): πολυτελὴς VOFH2, ὁ πολυτελὴς ceteri ὁ ante ἀεὶ add. BEKM ἀεὶ διψῶν] ἐπιδιψῶν S 19 ἀναρυπίζων S1 καὶ ἀναφλέγων om. AIIP (Turn.) μικρά τε αὗ KD: τε αὖ μικρὰ DR, αὖ μικρά AGHP (v), μικρά τε oni. SBEM, τε αὖ ora. VOF τείνει] τινί G, τινά DK, ἀπότεινέ V2OK2F) [*](16 cf. Clem. Alex. Poed. III 1 p. 250 p. ἀνενδεὴς δὲ μόνος 6 θεός. Strom. II IS p. 41 1 P. ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές. 17—19 DK fol. 82v DM fol. 39v DL fol. 67r DP fol. 24r et 87r Φίλωνος ἐκ τοῦ περὶ ἀρετῶν DR fol. 46r DV p. 378 Mei. Barocc. fol. 71r Φίλωνος 6 φαῦλος ἀιὶ πολυδεὴς — ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει.)

v.5.p.269
ὁ δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.