De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν· ἀδοξίᾳ δὲ εὔκλειαν· ὁ γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν· ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει.

πηρώσει γε μὴν αἰσθήσεων, ᾗ συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, ἣ πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.

οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, ἡ δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ ὅλων καθ’ ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.