De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις ὁ τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ — καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο —, μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.
ἀλλὰ καὶ τούτῳ τριῶν γενομένων παίδων καὶ συναπολελαυκότων τῆς πατρῴας δωρεᾶς εἷς ἐτόλμησε τὸν αἴτιον τῆς σωτηρίας πατέρα κατακερτομεῖν γέλωτα καὶ χλεύην, εἴ τι παρεσφάλη μὴ καθ’ ἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν ἃ κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μετ’ αὐτὸν ἀρχὴ κακοδαιμονίας· ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς.
[*](1 ἀνθρωπείῳ S (ει corr. ex ι) μιαίνει S 2 δὴ om. FN ἡ om. τῇ om. HP (v) 3 ἣν om. FN ὁ om. G2HP (v) ἀνθρωπίων S ἐστύγησεν S 4 προβαλόμενος F (v) ὥρισε τιμωρίας S: τιμωρίας ὥρισεν ceteri (v) 6 λύπας καὶ φόβους ἐπαλλήλους coni. Mang. ἐπαλλήλοις om. FN 7 σφόδρα om. S δοκήμων S 8 ἀνάγραπτον om. S εἶναι addidi (ἐστηλιτεῦσθαι conieceram) ἐν om. S 9 ὃς ἐν S: ἐν γοῦν ceteri 10 πανολεθρία SG2 ὀρῶν S: ὀρέων ceteri (v) 11 καὶ ἐπιτάσει om. FN; καὶ ἐπιδόσει coni. Mang. τὴν] τῆς S1, corr. S2 πλημύρης S κατεπίνοντο S, κατεπιαίνετο N 12 μόνος om. FN σώζεται S εὑράμενος SN 14 συναπηλαυκότων S εἷς] ἧς S1, corr. S2 15 χλεύγην S1 εἴ τι περ ἐσφάλη F 15. 16 μὴ παρεσφάλη transp. S, μὴ παρεσφάλη μὴ G2P 16 ἰδόσιν S 17 ἃ κρύπτειν] ἀποκρύπτειν S ἢν θέμις N τοιγαροῦν] τοῖς γὰρ οὑν S 17. 18 οὐκ ὤνατο S: ἀπὸ ceteri (v) ; οὐκ ἀπώνατο coni. Mang. 18 τοῖς] τῆς K 18. 19 μετ’ αὐτὴν H1P 19 ἀρχϊκακοδαιμονίας ἐστὶν F ἐστιν add. etiam N) ἀρχὴν SH1P τυχεῖν S)[*](7 sqq. Gen. 6,9 sqq. 12 Clem. Alex. Strom. II 19 p. 481 P. Νῶε δὲ ὁ μὴ γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. 13 sqq. Gen, 9,18 sqq.)Ἀλλὰ τί τούτων μεμνῆσθαι προσῆκεν ἀφέμενον τοῦ πρώτου καὶ γηγενοῦς; ὃς ἕνεκα εὐγενείας οὐδενὶ θνητῷ σύγκριτος, χερσὶ μὲν θείαις εἰς ἀνδριάντα τὸν σωματοειδῆ τυπωθεὶς ἀκρότητι τέχνης πλαστικῆς, ψυχῆς δὲ ἀξιωθεὶς ἀπ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων, ἐμπνεύσαντος θεοῦ τῆς ἰδίας δυνάμεως ὅσον ἐδύνατο δέξασθαι θνητὴ φύσις, ἆρ’ οὐχ ὑπερβολή τις εὐγενείας μηδεμιᾷ τῶν ἄλλων ὅσαι διωνομάσθησαν εἰς σύγκρισιν ἐλθεῖν δυναμένη;
τῶν μὲν γὰρ τὸ κλέος ἐκ προγόνων εὐτυχίας — ἄνθρωποι δὲ οἱ πρόγονοι, ζῷα ἐπίκηρα καὶ φθαρτά, καὶ αἱ τούτων ἀβέβαιοι καὶ ἐφήμεροι τὰ πολλὰ εὐπραγίαι —, τοῦ δὲ πατὴρ [μὲν] θνητὸς οὐδείς, ὁ δὲ ἀίδιος θεός·
οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ’ ὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφ’ οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.
[*](1 προσῆκον P 2 γηγενοῦς] εὐγενοῦς S ἕνεκεν N 3 εἰς add. Turn., om. codd. σωματοειδῆ] σώματος ἤδη S ἀκρότητι δὲ τέχνης N 4 δ’ S γέννησιν HP (v) 5 ἰδίας FN: θείας ceteri (Turn.) ἐδύνατο S: ἡδύνατο ceteri (v) 6 ἆρ᾿ οὐχ S: ἣν ἀρ’ οὐχ F, ἢν ἄρ᾿ οὐχ ceteri (v) τις FN: τῆς ceteri (v) μηδεμιᾷ scripsi: μὴ δὲ ῥία S, μηδεμιᾶς ceteri (v) ὅσαι scripsi: ὅσα διωνομάσθη S, ἀϊδίων (ἰδίων N) ὀνομασθεῖσαν ceteri; αἱ (sic) ὠνομάσθησαν v 7 δυναμένη S: δυναμένης ceteri (v) τῶν S: ὧν ceteri γενειὰς 8 εὐτυχίας FG2: εὐτυχία N, εὐτυχίαις S, ἀτυχίας HP, εὐτυχίας L; εὐγενείας ν ἐπίκαιρα S 9 αἱ τούτων post τὰ πολλὰ transponendum vidertur 10 μὲν seclusi ὁ δέ ἀΐδιος S: οὐδὲ αἴτιος ἀλλ’ ἢ ceteri (v) οὗ] ὁ Η1Ρ 12 ἀπακολουθήσαντα HP: ἐπακολουθήσαντος FG2, ἐπακολουθήσεται S1, θήσαιε S2 13 προτεθέντων S: προστεθέντων G2HP, προστιθέντων F 14 ἀγαθοῦ τε καὶ S (Mang.) 15 alt. καὶ] ἢ F εἵλατο S 16 ἀληθινῶν S2 (λη et ιν in ras.) εἰκότως] εἰκὼς ἀθανάτου S (Clem. Al): ἀντ’ ἀθανάτου ceteri (v) 17 σφαλεὶς codd.: ἀποσφαλεὶς v καὶ ῥᾷστα v (Turn.): αἳ ·ῥᾷστα F, ἐραστὰ ceteri 18 μετέβαλον F)[*](1 sqq. Gen. cap. 3. 10 sqq. Clem. Alex. l. l. (ante verba ad p. 328,12 adnot.) αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται· ἐπεὶ τί τόν Ἀδὰμ ὠφέλησεν ἡ τοιαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς, αὐτός γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τά μέν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν, ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.)Ἀλλ’ οὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας· Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπ’ ἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλ’ οὖν ὑπὸ τοῦ συνειδότος, ὃ μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται.
πολύπαις ἦν ὁ πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’ ἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλ’ ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ ἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.
πάλιν ἐκ τοῦ δοκιμασθέντος κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν [ὅτι μὴ χεῖρας καὶ ταύτας ἕνεκά τινος οἰκονομίας] ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε ταῖς γνώμαις· ὁ μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, ὁ δὲ μείζων ἀπειθής, [ἐκ] τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς ἔχων, ὑφ’ ὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μετ’ αὐτὸν καὶ μετανοεῖν εὐθὺς ἐφ’ οἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν ἕτερον ἢ δι’ ὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι.
τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ ἔλεον χαρίζονται τὴν ὑπήκοον [*](1 καινοὶ G2 2 τοὺς κολοκἀγαθίας οm. S 3 ἰουδαῖοι H1P δίχα om. HP 5 ἐπ’ add. Turn., om. codd. 5. 6 εἰ—ἐλεγχθέντας SF: οm. G2HP 7 δικαστηρίων F πρώτως H2 9 μόνος] μὲν S 10 πατρίων S 12 ἀοιδίμου S εὐγενείας] συγγενείας Mang. ex Clem, Al. 13.14 verba ὅτι μὴ—οἰκονομίας seclusi 14 ὅμοιον om. F περιφερόμενοι coni. Mang. 15 ἀμφοτέροις τοῖς γονεῦσιν S: τοῖς γονεῦσιν ἀμφοτέροις ceteri (v) 16 pr. καὶ om. S οὕτως FG2HP (coni. Mang.), οὗτος S: ὄντως v 16. 17 μείζων ἀπειθὴς ἐκ τῶν om. S 17 ἐκ seclusi; καὶ coni. Mang. τῆς γαστρὸς S 17. 18 ἀκρατῶς ἔχων] ἀκρατής S 18 πρεσβείων S: πρεσβειῶν ceteri τῷ v (Turn.): τῶν codd. 19 φονᾶν] φόνον F 21 τίθεται Η1Ρ ἁπάσας S: αὐτάς ceteri (v) 22 κατ’ ἔλαιον F) [*](7 sqq. Clem. Alex. l. l. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, δι’ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἴς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενεῖς (l. εὐγενείας). ἐκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος καὶ τἀς εὐχάς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γάρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. 9 Gen. 24,36. 25,5. 6. 15 Gen. 25,27. 18 Gen. 25,29—34. 27,27 sqq.)
καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας.
Οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δ’ ἐν τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δ’ εἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ ἀνάπλεως εὐφημίας ὁ βίος.
τοῦ τῶν Ἰουδαίων ἔθνους ὁ πρεσβύτατος γένος μὲν ἦν Χαλδαῖος, πατρὸς δὲ ἀστρονομικοῦ τῶν περὶ τὰ μαθήματα διατριβόντων, οἳ τοὺς ἀστέρας θεοὺς νομίζουσι καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, παρ’ οὓς τό τε εὖ καὶ τὸ χεῖρον ἑκάστοις φασὶν ἀποβαίνειν, οὐδὲν ἔξω τῶν αἰσθητῶν αἴτιον ὑπολαμβάνοντες εἶναι.
τούτου δὲ τί ἂν εἴη χαλεπώτερον ἢ μᾶλλον ἀπελέγξαι τὴν ἐν τῇ ψυχῇ δυσγένειαν δυνάμενον δι’ ἐπιστήμης τῶν πολλῶν καὶ δευτέρων καὶ γενητῶν εἰς ἀνεπιστημοσύνην ἰούσῃ τοῦ ἑνὸς καὶ πρεσβυτάτου καὶ ἀγενήτου καὶ ποιητοῦ τῶν ὅλων καὶ διά τε ταῦτα ἀρίστου καὶ διὰ μυρία ἄλλα, ἃ διὰ μέγεθος ἀνθρώπινος λογισμὸς οὐ χωρεῖ;
ὧν ἔννοιαν [*](1 ἀγαθὸν μέγιστον Wendl. coll. Clem. AI. 2 εἴ γε] εἴτε S ἀσμένως S (sed ω ex ο corr.) 3 ἠξιούτω G2 ἀπαυθαδισάμενος scripsi: αὐθαδησάμενος S, ἀπαυθαδίσας ΗΡ, ἀπαυθαδιάσας FG2 (v) 4 δραπετεύσας S: ἀποδρὰς ceteri (Turn.) τῆς καλῆς ἐπιστασίας S: om. ceteri (Turn.) αὐτῶ SF τε om. S 6 τοῦ] τῶ Η1Ρ 9 pr. αἰ om. S 10 μυρίαι F τὴν codd.: τοὺς v 11 οἷς FH2: ἧς ceteri 12 ἀνάπλεος S ὁ βίος S: ὁ τούτων βίος ceteri (v) τῶν om. FE Ἰουδαίων] ἰδαίων S 13 γένος scripsi: γένει FE, γένους ceteri (v) χαλδαῖος FG2E: χαλδαίου ceteri (v) 14 νομίζουσιν S 15 οὓς] οἷς ΗΡ alt. τὸ om. SF ἑκάστοις om. F 16 φασὶν FE: φησὶν ceteri (v) ἀποβαίνειν FE: ἀποβαίνει ceteri ὑπολαμβάνων H1P 17 εἴη] ἢ HP 18 δυνάμενον suspectum 19 γεννητῶν FHP ἰούσῃ Mang.: om. S, ἰούσης ceteri πρεσβύτου S, πρεσβυτέρου F 20 ἀγενήτου FG2E: γενητοῦ S, γεννητοῦ HP (Mang.) 21 διὰ om. S ἀνθρωπίνοις λογισμοῖς S οὐ χωρεῖ; ὦν] οὐ χώρων S ὦν (S)G2H1P: ὃν FEH2 (v) ἔννοιαν S: ἐν νῶ ceteri (v)) [*](12—332,13 Ε (= Philonis quod fertur opusc. περὶ κόσμου II p. 602,13—603,6 Mang.): καὶ ὁ τοῦ Ἰουδαίων ἔθνους πρεσβύτατος γένει μὲν ἣν Χαλδαῖος—τὸ προνοοῦν τοῦ τε κόσμου)
ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει· καὶ οὐ πρότερον ἀνῆκεν ἢ τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίας — τοῦτο γὰρ ἀμήχανον —, ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας.
διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς — ἰδιώτης γὰρ ἦν —, ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ.
καὶ δῆτα θεραπεύοντες αὐτὸν διετέλουν ὡς ἄρχοντα ὑπήκοοι τὸ περὶ πάντα μεγαλεῖον τῆς φύσεως αὐτοῦ καταπληττόμενοι τελειοτέρας οὔσης ἢ κατὰ ἄνθρωπον· οὐδὲ γὰρ [*](1 ἐπιθιάσας S1, corr. S2 καταλιπεῖν HP γενεὰν] συγγένειαν coni. Mang. 2 ἐγκαταμενοῦσιν S: ἐγκαταμενοῦσιν Η1 (Turn.), ἐγκαταμένουσαι ceteri (Mang.) 3 ἀπάται om. S ἀνήνυτον S: ἔννοιαν ἀνήνυτον ceteri (v): διάνοιαν ἀνήνυτον coni. Maug. κατασκευάζουσαι S: κατασκευάζουσιν ceteri (v) τὴν S; εἰς τὴν ceteri (v) 4 ὅλων S: τῶν ἄλλων ceteri (v) αὗ S: om. ceteri (v) μεταναστείη (sic) Turn. 5 μεταναστήσεται] μεταναστῆναί τε FE τὴν ἀπάτην FE μεθαρμοσαμένης Ε (Mang.): μεθαρμοσάμενος F, μεθαρμοσαμένη ceteri 7 χρησθέντα S: τὰ χρησθέντα ceteri (v) 8 ἀοκνοτάτῃ σπουδὴ S: ἀοκνοτάτην σπουδὴν ceteri (Turn.) καὶ ζήτησιν FEHP ᾔνει] εἴη S1G2, ἴη S2 τρανωτέρας SG2PE 10 καὶ τῆς προνοίας E διὸ καὶ FE: δίκαιον S, δίκαιον· διὸ καὶ G2HP; ᾗ δίκαιον· διὸ καὶ v 11 ἐπειδὴ καὶ πρῶτος om. S ἀκλινῆ] ἀκριβῆ Ε ὡς] ὅς SP 12 τὸ] τῶ S ἀνώτατον τὸ προνοοῦν E 13 δ’ S πίστιν Mang.: ἐπιστήμην codd. τῶν S: om. ceteri (v) ἀρετὴν Η1Ρ βεβαιότητα Ε συνεκτᾶται (sic) F 14 καὶ SH2: ὡς G2, ὡς καὶ FH1P πάσα· F 15 τῆς παρασκευῆς F τὴν om. SP 16 φρονήματος #x003E; vel ὑπόπλεως coni. Mang. δῆτα S: δὴ ceteri 17 φρονήματος τῶ . . . μεγαλείω S μεγαλεῖον om. F 18 καταπληττόμενοι om. F) [*](1 Gen. 12,1. 10 Gen. 15,6 14 Gen. 23,6. 14 sqq. Clem. Alex. Strom. II 19 p. 482 Ρ. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ „βασιλεὺς παρὰ θεοῦ σὺ ἑ ἡμῖν εἶ“ (Gen. 23,6), ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διά ζῆλον ἀρετῆς ὑπακουόντων τῶ σπουδαίῳ.)
ἆρ’ οὐκ ἂν εἴποις τὸν μετανάστην τουτονί, τὸν πάντων ἔρημον οἰκείων καὶ φίλων, εὐγενέστατον εἶναι, τῆς πρὸς θεὸν συγγενείας ὀρεχθέντα καὶ σπουδάσαντα μηχανῇ πάσῃ γνώριμον αὐτῷ γενέσθαι καὶ ταχθέντα μὲν τάξιν ἀρίστην τὴν ἐν προφήταις, πιστεύσαντα δὲ μηδενὶ τῶν ἐν γενέσει πρὸ τοῦ ἀγενήτου καὶ πάντων πατρός, καὶ βασιλέα δέ, ὡς ἔφην, παρὰ τοῖς ὑποδεξαμένοις νομισθέντα, μήθ’ ὅπλοις μήτε στρατιωτικαῖς δυνάμεσιν, ὡς ἐνίοις ἔθος, λαβόντα τὴν ἀρχήν, ἀλλὰ χειροτονίᾳ θεοῦ τοῦ φιλαρέτου τοὺς εὐσεβείας ἐραστὰς αὐτοκρατέσιν ἐξουσίαις γεραίροντος ἐπ’ ὠφελείᾳ τῶν συντυγχανόντων;
οὗτος ἅπασιν ἐπηλύταις εὐγενείας ἐστὶ κανών, δυσγένειαν μὲν τὴν ἐξ ἀλλοκότων νόμων καὶ ἐκθέσμων ἐθῶν, ἃ λίθοις καὶ ξύλοις καὶ συνόλως ἀψύχοις ἰσοθέους ἀπένειμε τιμάς, καταλιποῦσι, καλὴν δ’ ἀποικίαν στειλαμένοις πρὸς ἔμψυχον τῷ ὄντι καὶ ζῶσαν πολιτείαν, ἧς ἔφορος καὶ ἐπίσκοπος ἀλήθεια.
Ταύτην τὴν εὐγένειαν οὐ μόνον θεοφιλεῖς ἄνδρες ἀλλὰ καὶ γυναῖκες ἐζήλωσαν, ἀπομαθοῦσαι μὲν ἀμαθίαν τὴν σύντροφον περὶ τιμῆς τῶν χειροκμήτων, παιδευθεῖσαι δὲ τὴν περὶ μοναρχίας ἐπιστήμην, ᾗ [*](1 αὐταῖς] αὐτοῦ F ἐπιθιάζων S 2 οὖν F μετασχεθείη G2 μετέβαλλε SG2: μετέβαλε FHP (Turn.) 3 χρόαν SP: χροιὰν ceteri (v) 4 εἰσῳκίσατο FG2HP: εἴσω κατῳκήσατο S (εἰσωκήσατο Mang.) 4. 5 περιτιθέντος περιτεθέντος ceteri 5 ἐξαίρετον] ἐξαίσιον FL2 (Turn.) πιθῶ S 6 εἴποις S: εἴποι τις ceteri (v) τουτονί] τοῦτον εἰ S alt. τὸν] τῶν S 8 συγγενείας S: εὐγενείας ceteri (Turn.) αὐτῶ] αὐτὸ FG2 9 καὶ ταχθέντα SF: καταχθέντα G2, καταδεχθέντα HP ἀρίστην τὴν S: τὴν ἀρίστην ceteri (v) 10 δὲ SF: om. ceteri (v) ἀγενήτου S: ἀγεννήτου ceteri 10. 11 καὶ βασιλέα S: καὶ post ἔφην transp. ceteri (v) 11 δ’ S ὅπλων H (Turn.) 13 φιλαρέτου S: παναρέτου ceteri (v) τοὺς S: καὶ τοὺς ceteri (v) ; τοῦ conicio εὐσεβείας SG2: εὐσεβεῖς ceteri (Turn.) 14 γεραίροντας H1P, γεραίροντες L (Turn.) ἐντυγχανόντων S 15 ἐπηλύταις S: ἐπηλύτοις ceteri (v) ἐστὶ κανών S: ἐστὶν ὁ κανών ceteri (v) δυσγένειαν μὲν om. F 16 νόμων S: νομίμων ceteri (v) ἐθ(??)ῶν S καὶ ante συνόλως om. F 17 ἰσοθέοις G2 ἀπένειμε—ἔμψυχον (18) om. F ἀπένειμε v: ἀπένειμαν SG2, ἀπένειμον (sic) Η2, ἀπέλιπον H1P 18 ἧς] οἷς S 20 ταύτης G2H1P 22 χειροκμήτων HP: χειροτμήτων SG2, χειροδμήτων F τὴν om. HP (Turn.))