De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Θάμαρ ἦν τῶν ἀπὸ τῆς Παλαιστίνης Συρίας γύναιον, ἐν οἰκίᾳ καὶ πόλει τραφὲν πολυθέῳ γεμούσῃ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων. ἀλλ’ ἐπειδὴ καθάπερ ἐκ σκότους βαθέος ἐδυνήθη βραχεῖαν αὐγὴν ἀληθείας ἰδεῖν, θανάτου κινδύνῳ πρὸς εὐσέβειαν ηὐτομόλησεν ὀλίγα φροντίσασα τοῦ ζῆν, εἰ μὴ μέλλοι καλῶς ζῆν· τὸ δὲ καλῶς ἀνέφερεν ἐπ’ οὐδὲν ἕτερον ἢ τὴν θεραπείαν καὶ ἱκεσίαν τοῦ ἑνὸς αἰτίου.
καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δ’ ὑστέρῳ κατ’ ἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλ’ ὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μετ’ αὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι. ἀλλ’ αὕτη μέν, εἰ καὶ ἀλλόφυλος, ἀλλ’ οὖν γε ἐλευθέρα καὶ ἐξ ἐλευθέρων καὶ οὐκ ἀσήμων ἴσως.
θεράπαιναι δὲ τῶν ὑπὲρ Εὐφράτην ἐν ἐσχατιαῖς τῆς Βαβυλῶνος γεννηθεῖσαι προικίδιαι μὲν ἐδόθησαν γαμουμέναις ταῖς τροφίμαις, ἄξιαι δὲ κριθεῖσαι παρελθεῖν εἰς εὐνὴν ἀνδρὸς σοφοῦ τὸ μὲν πρῶτον ἐκ παλλακίδων εἰς γαμετῶν ὄνομα καὶ σχῆμα παρῆλθον καὶ ἀντὶ θεραπαινίδων ἰσότιμοι ταῖς δεσποίναις ὀλίγου δέω φάναι κατέστησαν ὑπ’ ἐκείνων, ὅπερ ἦν ἀπιστότατον, πρὸς τὸ αὐτὸ ἀξίωμα παραπεμφθεῖσαι· φθόνος γὰρ οὐκ εἰσοικίζεται σοφῶν ψυχαῖς, οὗ μὴ παρόντος κοινοπραγοῦσι τῶν ἀγαθῶν.
οἱ δ’ ἐκ τούτων νόθοι παῖδες γνησίων οὐδὲν διήνεγκαν, οὐ μόνον παρὰ τῷ γεννήσαντι — θαυμαστὸν γὰρ οὐδέν, εἰ τοῖς μὴ ὁμογαστρίοις [*](1 τῶν] τὸν G2 τῆς om. S συρίης FG2P 2 οἰκία (corr. ex οἰκεία) καὶ πόλει S: οἰκεία πόλει ceteri (v) γεμούσῃ] γένους ἢ S 3 ἐπειδὴ] ἐπεὶ F ἐκ om. S 4 ἠδυνήθη F ἰδεῖν SP: ἐνιδεῖν FG2H (Turn.) θανάτω P 5 ηὐτομόλησεν SG2HP: ηὐτόνησεν F (Mang.) 6 οὐδένα FG2P ἢ τὴν S: ἢ ἐπὶ τὴν ceteri (v) 7 καίτοι S: καὶ τοῖς ceteri 8 ὑστέρω S: ὕστερον ceteri (v) 8.9 κατ’ ἐπιδικασίας νόμον scripsi: κατ’ ἐπιδικασίαν νόμου S, καὶ ἔχοντι ἐπιδικασίας νόμου ceteri (καὶ ἔχοντι ἐπιδικασίας νόμῳ v) 9 μὴ S: ceteri 10 ἀκηλίδοτον S αὐτῆς S τῆς om. G2 (v) 11 μετ’ αὐτὴν F: μεθ’ αὑτὴν ceteri (v) 12 ἀφορμὴ S: ἀρχὴ ceteri (v) γε om. S 13 καὶ οὐκ ἀσήμων ἴσως S: ἴσως καὶ οὐκ ἀσήμων G2HP (v), καὶ οὐκ ἀσήμων om. F θεράπαινα H1P 14 γενηθεῖσαι Η2, γενηθεῖσα H1P προικιδία P, προικίδια H1 15 τροφίμαις S: τροφιμαίαις ceteri (v) 16 σοφοῦ] σοφιστοῦ HP (Turn.) 18 ὀλίγον S1 ut vid., corr. S2 18. 19 ἀπιστότατον] ἀπόστατον H1P 19 τὸ om. H1P αὐτὸ om. S 20 ἀγαθῶν] ἄθλων F 22 μὴ· S: om. ceteri (Turn.)) [*](1 Gen. 38,6 sqq. 13 Gen. 29,24. 29. 30,3—13.)
κατ’ ἀντίδοσιν εὐνοίᾳ τὰς μητρυιὰς ὡς φύσει μητέρας ἐξετίμησαν· ἀδελφοί τε μέρει ἡμίσει τοῦ γένους νομισθέντες οὐκ ἐφ’ ἡμισείᾳ στέργειν ἀλλήλους ἠξίωσαν, ἀλλ’ εἰς τὸ διπλάσιον τὸ τοῦ φιλεῖν καὶ ἀντιφιλεῖσθαι πάθος συναυξήσαντες καὶ τὸ δοκοῦν ὑστερίζειν προσανεπλήρωσαν τοῖς ἐξ ἀμφοῖν γεγονόσιν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν συνδραμεῖν σπουδάσαντες.
Τί τοίνυν μεταδοτέον τοῖς ὡς ἴδιον ἀγαθὸν τὸ ἀλλότριον, εὐγένειαν, ὑποδυομένοις; οἳ δίχα τῶν εἰρημένων ἐχθροὶ δικαίως ἂν νομισθεῖεν καὶ τοῦ τῶν Ἰουδαίων ἔθνους καὶ τῶν πανταχοῦ πάντων, τοῦ μὲν ὅτι διδόασι τοῖς ὁμοφύλοις ἐκεχειρίαν ὀλιγωρεῖν ὑγιαίνοντος βίου καὶ βεβαίου πεποιθήσει προγονικῆς ἀρετῆς, τῶν δ’ ὅτι, κἂν ἐπ’ αὐτὴν φθάσωσιν ἀκρότητα καλοκἀγαθίας, οὐδὲν ὠφεληθήσονται διὰ τὸ μὴ τυχεῖν γονέων καὶ πάππων ἀνεπιλήπτων.
ἧς οὐκ οἶδ’ εἴ τις βλαβερωτέρα γένοιτ’ ἂν εἰσήγησις, εἰ μήτε τοῖς ἐξ ἀγαθῶν πονηρευομένοις ἐπακολουθήσει τιμωρὸς δίκη μήτε τοῖς ἐκ πονηρῶν ἀγαθοῖς ἕψεται τιμή, τοῦ νόμου δοκιμάζοντος ἕκαστον αὐτὸν ἐφ’ ἑαυτοῦ καὶ μὴ συγγενῶν ἀρεταῖς ἢ κακίαις ἐπαινοῦντος ἢ κολάζοντος.
[*](1 ὁ πάντων κοινὸς S: ἀπάντων μόνος ceteri (v) παρεῖχεν F: παρέχειν SG2HP (παρέχει Turn.) 1.2 παρὰ ταῖς μητρυιαῖς] τοῖς ἐκ μητρυιῶν F 2 τὸ πρὸς προγόνους scripsi: τοὺς προγόνους SG2HP, τοῖς προγόνοις F; τό εἰς προγόνους Turn. (v) μῖσος ἀναιρούμεναι] μισοῦσαι· αἱ δ’ οὐ μόνους S 3 ἄλεκτον S: ἄληκτον ceteri (v) κηδαιμονίαν S πρόγονοι codd. (v) 4 ὡς φύσει] ὥς φησι F 5 μέρει ἡμίσει scripsi: μέρει ἥμισυ S, μέρει ἥμισυ τῆ μίξει G2, μέρει τῆ μίξει F, μόνη τῆ μίξει HP (v) νομισθέντες S (Mang.): μερισθέντες ceteri ἐφ’ ἡμισείᾳ στέργειν S: ἐφ’ ἡμισείας στοργῆς ceteri (v) στοργῆς: desinit F prima manus, reliqua supplevit man. rec. ἀλλήλοις S 6 ἀντιφιλεῖν Vat. 379 9 τί τοίνυν μεταδοτέον Vat. 379: ἔτι τοίνυν μεταδοτέον αὐτοῦ SG2H2 (v), ἔτι τοίνυν μεταδοτέον αὐτοῖς H1P; λόγου pro αὐτοῦ coni. Wendl., αὖ τοῦ λόγου 10 ἂν addidi 11 καὶ τοῦτο ἰουδαίων ἔθνος H1P 12 ἐκκεχειρίαν Η ὑγιαίνοντος Vat. 379: ὑγιαινούσης ceteri (v) 13 βίου καὶ βεβαίου scripsi: βεβαίου Vat. 379, καὶ οὐ S, βεβαίου καὶ οὐ G2HP (v) ; (ὑγιαίνοντος) βίου (pro βεβαίου) coni. Mang. τῶν] τοῦ (corr. ex τὸ) S 13. 14 ἐπ’ αὐτὴν om. HP (Turn.) 14 εἰς ἀκρότητα Turn. 16 εἰ om, S εἰ μήτε] ἐπὰν δὲ Vat. 379 17 ἐπακολουθήσῃ G2, ἐπακολουθήσωσι Vat. 379 μήτε S: οὔτε G2HP (v), οὐκοῦν Vat. 379 18 ἕψεται S: ἔχεται G2HP, ἔρχεται Vat. 379 (Turn.) δοκιμάζοντος S Vat. 379: δικάζοντος G2HP (v) ἕκαστον αὐτὸν G2H2 Vat. 379: αὐτὸν ἕκαστον S, ἕκαστον αὐτῶν H1P ἐφ’ ἑαυτοῦ SHP: ἀφ’ ἑαυτοῦ G2 Vat. 379 καὶ om. HP (v) 19 μὴ ἐπὶ coni. Wendl. ἢ κακίαις om. HP (Turn.))