De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν κατ’ αὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας [*](1 βαθύνουσι Α 2 ὥσπερ S: om. ceteri (Turn.) εἰηοηρεισμέὶον C, ἐπηρισμένον S αὐξήσῃ (G 1: αὔξηται H 2 (V), αὐξῆσαι ceteri δυνήσεται S: δύναται H 2 (v), δύνηται ceteri post δυνήσεται add. δὲ S 3 ἔτει—τετράδι δὲ om. in lac. G 1 ἔτει τε τετάρτῳ F ἀριθμὸν τετράὸα. τετράδι δὲ scripsi: κριθμὸν τετράδα S, ἀριθμόν· ιετράδι δέ C (v), ἀριθμό· τετράδα δὲ FG 2HP, ἀριθμόν· τετράδος δὲ Α 4 κελεύει δρέπεσθαι τὸν καρπὸν οὐ H 2 (v) 5 καθιεροῦν SCG 1 ἀφιεροῦν F 2, ἀφιεροῦσιν F 1, καθιεροῦσιν AG 2HP ἀπαρχὴν om. S πῆ μὲν ... πῆ δέ (6) C 6 τῇ] τὴν S δ’ S ἐλπἰὸα S: ἐλπίδι ceteri (v): ἐπ ἐλπίδι coni. Mang. τοῦ S: τὸ ceteri (Turu.): -m Mang. 7 ὁρᾶς SC: φορὰς, φορᾶς ceteri ὅσον—ὡς ἄνα om. in lac. G 1 ὅσοι CAG 2P τὸ ἵλεων SC: τὸ ἵλεω FH, τῶ ἵλεω AG 2P ἐπιδείκνονται C 1AP 8 πᾶσαν S: ἅπασαν ceteri (v) εἰδέαν S κἂν] ἂν S 9 τις om. S ἢ] ὰλόγων SG 1G 2: ἀγόνων ceteri (Turn.) ἐπὶ δὲ] ἔτι δὲ S, ἔπειτα G 1 10 πᾶσι S: πάντων AG 1P 2, πάσης ceteri (Turn.) ὁροῦ] ὁδοῦ F δένδρων φύσεως C ὅ τε γὰρ S: ὁ γὰοͅ ceteri (v) ταῖς κφαντάστοις SH 2: ταῖς ἀφάτοις AG 2, ταῖς ἀφάντοις CH 1P, κψόχοις ταῖς ἀφάντοις F, ὰψύχοις tum spat. c. 12 litt. G 1 11 οὐδὲν ἄν] οὐδένα S τῶν om. P 1, ss. F 2 τῆς ψυχῆς AF ἁμάρτει (sic) S, προσαρμόττοι Α 12 μὴ SG 1: μηδὲ ceteri (μηδὲν v) ἐπιχειρῶν νεωτερίζειν περ̣ι om. S ἄψυχα G 1 14 κατ’ αὐτὸ A κατ’ αὐτῶν F 1 14. 15 ποντευομένων S 1, corr. S 2 15. 16 κργαλεωτέρων καὶ ἐπαχθεστέρων Α 17 μάλιπα S: μάλισθ’ ceteri) [*](4 Lev. 19,24, cf. Iosiph. Ant.. lud. fV § 227.)

v.5.p.317
ἀφθόνους χορηγῶσιν.

ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶν τε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δ’ ἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλ’ οἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται· περιφαίνεται δ’ ἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δ’ ὅτε καὶ ὅλαις πόλεσι· „τίκτει γὰρ κόρος ὕβριν”, ὡς ὁ τῶν παλαιῶν λόγος.

διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθ’ ὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας· γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ.

καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, ὁ νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, ὁ μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δ’ αὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον [*](1 ἀφθόνως SA φύεται] φαίνεται S post ἠμελημένοις udd. πολλάκις FH 2 (v) 1.2 καὶ ἐν ἀφανέσιν CG 2 3 δ’ SA: δὲ ceteri παραύξησιν S: spat. c. 8 litt. κκὶ παραύξησιν G*, παραύξησιν καὶ εὐλάβειαν- F, εὐλάβειαν καὶ παραύξησιν ceteri (v) 3.4 οὐ λαμβάνει παραύξησιν transp. S 4 διά σπάνιν S: σπάνει ceteri (v) περιφαίνεται δ’ S: καὶ περιφἐρετι ceteri (Turn.) 5 χορηγὸν S ἔχουσι S 1, ἐχούσῃ S 2, om. Α τούτου S: om. ceteri (Turn.) πλοῦτον S, πλούτου καὶ δόξης Α G οἱ om. S πολὺν] πολλοὶ A 8 ἔστιν S ὁ om. CG 2 9 μωυσῆς παγ·lάλως transp. S 10 δ’ S 11 τῶν] τῶ S 1 μὲν om. FG 1H (v) πλησμονὴ S 12 γαστρός ἀdτρου S: τῶν τροφῶν ἀμέτρου G 1, τροφὰς ἀμέτρους C, τὰς τροφάς ἀμέτρους AG 2HP (v), τἀς ἀμέτρους τροφὰς F; τῆς τροφῆς ἀdτρου coni. Mang. οἰκείων G 2 ἀφθόνου SG 1 (Mang.): ἀφθόνους ceteri 13 γίγνονται CFP αὐτῶν AFHP αὑτῶν ἀκράτορες] αὐτοκράτορες S διαιρούμενοι SAFP 14 μία] μετὰ F θεραπεία A ἐλπίσι F ςοῦ θέο5 S: θεόν AG 2, θεοῦ ccteri 15 τοῦ ἡλίου F 16 πληροῦνται Α τὰ πάντα πληροῦται tran.sp. S θεός ὁ νοητὸς S: θεοποίητος CG 2 (Turn.), Mότητος GH, θεῶ ποιητός FTI, θεῶ ποιητῆ AP 17 ἀνάσχηται H 1P καὶ ἐπιλάμψῃ ψυχῇ om. S ψυχὴ C: ψυχή G 2, ψυχήν ceteri (v) τῶν om. F παθῶν καὶ κακιῶν S: κακιῶν καὶ παθῶν ceteri (v) 18 κὀτοειδεστάτης S) [*](8 Solon. frg. 8B 4. 11 Deut. 8,11 — 14.)

v.5.p.318

εἶδος ἐπιφαίνεται. στέλλειν δ’ ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοι„ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8,18)· ἄγαν παιδευτικῶς· ὁ γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.

ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτ’ ἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν· ἢ γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν ἢ δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται.

χρὴ δὲ καὶ τὸν φρόνιμον ἀγχίνους, ὡς ἔνι μάλιστα, τοὺς πλησιάζοντας [*](1 ἐμφαίνεται S, ἀναφαίνεται G 1 στέλλειν S: στέλλει ceteri δέ τι P καθαιρεῖν S: καθαιρεῖ CAFP 2, καθαίρει G’G-IIPi 2 ἀξιῶν post συλλέγειν transp. A ἐπιλέγει S: συλλέγειν ceteri δι’ κς] tov ἐστιν Α ἐχρῆν (sic) τὴν τοῦ S: om. ceteri (v) 3 ἀγαλιĺ.ατοφορεῖ CG 2 (v), ἀγα)ματοφ̔ορεῖν om. in lac. G 1 οὕτος] οὕτως S φησιν S ἰσχὺν δίδωσι transp. S ποιεῖν Α 4 ἄγαν] ἀγαπᾶν S 5 ῥωμαλ̓αῖον SH 6 λογιζόμενος G 1 τὸ S: om. ceteri (v) 7 διώσηται P, διασώσητι Η 1 8 μεταβολῆς αἰτίω transp. S ψυχὴ SG 2: ψυχὴ C, ψυχῆς ceteri (Mang.) δ’ SA εὐχάριστος SCG-: εὐχαρίστου ceteri (Mang.) ἀλαζονείας Turn., ἀλα,ρονεία Mang. 9 ἀχαριστίᾳ Mang. συγγενὴς F ὑπεροψία SH 2: ὑπεροψίας ceteri (Turn.) ἐὰν δέ φησιν S (cf. Clem. Α1.): om. ceteri (v) εὐρωστῇ—ὸηλούμενον (12) om. G 1 εὐρωστῇ S: εὐρωστεῖ ceteri (v) 10 κτησάμενος SC (Clem. Al.): ·ι̣τήματος ceteri, σώματος L (κτησάρ.ενος σώματος v) ἴσως om. H’P προσεδόκησε AFH’P 11 ποιεῖν AFHP τοῦτο C ἀκριβώτερον H 1P, ἀκριβέστερον AF 12 τὰ ἐναντία S: τἀναντία ceteri (v) vj om. Α 13 πλουτίσαντες S’, corr. S 2 ἢ καὶ δόξης AP 2 14 ἐπὶ μέγα om. S ἀτιμίας] τιμῆς HP γίνονται SCA: γίγνονται ceteri 15 φρόνημον SH’ ἀγχίνους S (cf. Clera. Α1.): καὶ ἀγχίνουν ceteri (ν) τοιούτους καὶ ante τοὺς πλησιάζοντας add. mg Β (v)) [*](3 sqq. Clem. Alex. l. l. p.480 P. θυσία δὲ αἰνέσεως ὑπὲρ ὁλοκαυτώματα. „οὗτος γάρ σοι“ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν“. t)sqq. pergit Clem. Ale.r. 1. 1. ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχὺν ἐν γνώσει ποίει δύνμιν. ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς διακόνους γενομένους τῆς θείας χάριτος σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ ὁ δίκαιος τοὺς δικαίους ἐκτελῇ.)

v.5.p.319
κατασκευάζειν καὶ τὸν σώφρονα ἐγκρατεῖς καὶ γενναίους τὸν ἀνδρεῖον καὶ τὸν δίκαιον δικαίους καὶ συνόλως ἀγαθοὺς τὸν ἀγαθόν. ταῦτα γὰρ ὡς ἔοικε δυνάμεις, ὧν ὅ γε ἀστεῖος ὡς οἰκειοτάτων περιέξεται· ἀδυναμία δὲ καὶ ἀσθένεια, τὰ ἐναντία, σπουδαίων ἀλλότρια ἠθῶν.

ἄλλως τε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην ἐξομοίωσιν. ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ὃ ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι.

κοινωφελεῖς γὰρ αἱ τοῦ πρώτου ἡγεμόνος δωρεαί, ἃς δίδωσιν ἐνίοις, οὐχ ἵν’ ἐκεῖνοι λαβόντες ἀποκρύψωσιν ἢ καταχρήσωνται πρὸς ζημίαν ἑτέρων, ἀλλ’ ἵν’ εἰς μέσον προενεγκόντες ὥσπερ ἐν δημοθοινίᾳ πάντας ὅσους οἷόν τε καλέσωσιν ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν αὐτῶν.

λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκτας τε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν.

τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας [*](1 ἐγκρατῆ καὶ γενναῖον AFH1P τὸν ἀνδρεῖον—δικαίους (2) om. S 2 τῶν ἀγαθῶν AP2 3 δύναμις SF (fort. recte) ὅ om. G2 οἰκείων AHP (v) ἀδυναμία S (Mang.): δύναμις ceteri 3.4 δυνάμει ὁ δέ καὶ G2 4 τἀναντία Α, τὰ ἐναντία om. G2 ἤθη ἀλλότρια S 6 παραλείποντα C 7 τοίνυν] γὰρ G1 φησίν CG2: om. ceteri (v) 7.8 δυνατωτέρου HP (v) 8 ὃ ἔπαθες] τὸ ἐμπαθὲς CG2 θεῶ HP τῶ] τὸ S 9 τὰ παραπλήσια SP 10 ἵνα Α 12 πάντες S οἷόν τε] οἴονται G2 καλέσωσιν S: καλέσουσιν C, καλέουσιν ’fHP, καλέωσιν Α, κοινωνοὺς συγκαλῶσιν G1 12. 13 ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν S: om. ceteri (Turn.) 13 λέγωμεν H1,P λέγω μὲν FG1H2 14 εὐέκτῃ] εὐεκτεῖ ἢ S καὶ ἐνδόξους S: om. ceteri (v) εὐέκτας τε S: καὶ εὐέκτας ceteri (v) 15 ἀπεργάσασθαι Turn. ἐντυγχάνοντας Mang: S, ἐντυχόντας ceteri 16 προτιμήσαντα SA (Mang.): προτιμήσαντας ceteri τοῖς SG1: τοῖς τὸ C, τοῦ C, τὸ AH1P τῶ FH2 (Turn.) 16.17 δυνατοῖς ἀντιβαίνειν F, δυναμένοις ἀντιβαίνειν om. C 17 ἐπιτάσει τῆς ἀλαζονείας scripsi: τοῖς ἐπίτασιν τῆς ἀλαζονείας F, ἐπὶ τοῖς τὰ τῆς ἀλ. Α, τοῖς ἐπὶ τὰς τῆς ἀλ. HP, τόν ἐπὶ τὰς τῆς ἀλ. G2, ὐπ’ ἀλαζονείας S (Mang.), ἐπ’ ἀλαζονεία C ἐπιτάσει—ἔχοντας (320,1) om. in lac. G1) [*](5 sqq. pergit Clem. Alex. Strom. II 19 p. 480 p. οὗτός ἐστι ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὁ γνωστικὸς ὁ μιμούμενος τὸν θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν (ἐγκρατευόμενος, ὑπομένων, δικαίως βιούς, βασιλεύων τῶν παθῶν, ὧν ἔχει, ὡς οἷός τέ ἐστιν εὐεργετῶν καὶ λόγῳ καὶ ἔργῳ. οὗτος „μέγιστος“ φησίν „ἐν τῇ βασιλείᾳ ὃς ἂν ποιῇ καὶ διδάσκῃ“,) μιμούμενος τὸν θεόν τῷ παραπλήσια χαρίζεσθαι· κοινωφελεῖς γὰρ αἱ τοῦ θεοῦ δωρεαί.)

v.5.p.320
ὡς ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας ὁ νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ· ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθ’ ὑπερηφανίας, „τὸν θεὸν παροξύνει“ (Num. 15,30). διὰ τί;

ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ ὁ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, ὁ δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν· ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼν „οὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλ’ ὅλον δαίμονα“ κατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν.

ἔστι δ’ αὐτῷ καθάπερ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατά τε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’ ἀστοῖς ὡς ξένοις·

πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν ὁ τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ ἄν, ὥς φησιν ὁ ἱεροφάντης, θεῷ.

[*](1 ὡς addidi, καὶ add. v ἀθεράπευτον F ἔχοντας SC: δυναμένοις ἔχοντας FG2HP, δυναμένοις ἔχουσιν A οὐκ om. Α 2 παραδέδωκε S 3 πράττειν τι transp. F μετ᾿ S1, corr. S2, μετά G2 4 ἀλαζονία S 5 δ’ Α, γὰρ S ὅτι μὴ θεῷ om. in lac. G1 κολαστὴς δὲ om. in textu C, add. mg C2 κολαστὴ AF, κολαστῆ G2H1P δ’ Α ἐπίληπτος S 7 δὲ S: δ’ ceteri ὅτι] οὐ Α ἀλόγου ὑπόπλεως transp. S 8 οὔτ᾿ . . . οὔθ᾿ Α ἀλλ’ ὅλον S (Mang.): om. in lac. G1, μᾶλλον ἢ ceteri 8.9 ὑπολαμβάνειν S1, corr. S2 10 ἡ om. S τε] δὲ AG2H1, γε Η2 τὰς om. F 11 ἀκροβατεῖ SC: ἀκροβύστειός τε F, ἀκροβατεῖται G2, ἀκροβατεῖ τε ceteri (v) 12 ἐπαίρει S 13 παραβλέπεται S ὄψεσιν S κέχρηται δὲ S (Mang.): καὶ χρῆται ceteri 14 θρέμμασιν S δ’ Α 15 κόλαξιν S 16 τε S: om. FG1, δὲ ceteri εἶναι οἴεται trausp. ΗP (Turn.) ἐντιμώτατος (sie) S: ἐπισημότατος Η (v), ἐπιτιμότατος ceteri 17 δικαιότατος σωφρονέστερος (sic) transp. S 18 λογιώτατος SA (Mang.): λογικώτατος ceteri ἐπιστημονικώτατος om. G2H (Turn.) 20 οὑν] ἂν Α καὶ κολαστῇ] καὶ om. H, κεκόλασται F)[*](3 pergit Clem. Alex. l. l. ὃς δ’ ἂν ἐγχειρῇ τι πράσσειν μεθ᾿ ὑπερηφανίας, τὸν θεὸν παροξύνει, φησίν· ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία. 8 Pind. frg. 280 (Bergk))
v.5.p.321

Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.

ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατ’ ἐπανόρθωσιν συνιστάμενα, ἥ τε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.

τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.

ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον [*](1 tit. περὶ μετανοίας add. SC mg G2: om. ceteri 2 φιλάρετος δέ AH2 (v) καὶ φιλάνθρωπος AHP 3 μώσης Α 4 εἶναι FG1G2: om. ceteri (Turn.) προτιθεὶς SG2: προθεὶς ceteri (Turn.) 5 μετανοοῦσι SCG2 Par.: μέγα νοοῦσι ceteri 5. 6 ἀπολαύσειν Α 6 γάρ Par.: γάρ καὶ S, μὲν ceteri (v) μὲν S Par.: οm. ceteri (v) 7 pr. ἡ om. SCG2 ἐν δέ ναυσὶν SG2 Par.: ἐν ναυσὶ δ’ C, ἐν δὲ ναυμαχίαις AFH1P, ἐν δὲ ναυτιλίαις G1H2 (v) alt. ἡ om. FHP1 (v) 8 μνήμη] γνῶσις S τὰ] καὶ Par. κατὰ F 9 συνιστάμενα, ἤ τε ἐκ νόσων SCG2, συνιστάμενα, ἡ ἐκ τῶν νόσων Par.: εἴς τε ἃ μέν δή τε κε νοσῶν F, εἴς τε ἇι δή τε κε νόσων AHP, εἰς τε σῶμα καὶ ναυτηλίαν καὶ ψυχὴν ἡ ἐκ νόσων G1 10 λήθης] ἀληθὴς S Par. ἐκγινομένη scripsi: ἐγγενομένη SF, ἐγγινομένη ceteri (V) ; ἐκ λήθης ἐγγινομένη coni. Mang. ἧς SCG2: ὧν G1 Par., om. ceteri 11 συγγενέστατόν τε F τό μετανοεῖν ἐστιν S Par.: ἐστιν om. H (v), ἐστι τὸ μετανοεῖν ceteri καὶ οὐκ S 12 τεταγμένον transp. Α, τεταγμένον post ἀγαθῶν transp. Par. ἀλλ’ ἐν τῆ SCG2: ἀλλ’ ἔτι AFH1P, ἀλλά τὰ G1H2 μετὰ ταύτην CG2: ἡμετέρα ταύτῃ (sic) S, μετ’ αὐτὰ Par., μετ’ αὐτὴν ceteri (Turn.) 13 μηδὲν SCG2 Par. Anton.: μηδὲ ceteri (Turn.) ἁμαρτάνειν Anton. 14 ἁμαρτάνοντα F Par. Anton. μεταβάλλειν Anton. 15 φρονήμου S 16 συνάγων τε καὶ Α προσκαλεῖται SCH: προκαλεῖται ceteri 17 ἀφηγήσεις HP ἀφευδιαν S1, corr. S2) [*](2—15 Par (isinus gr. 1630) fol. 88v Τοῦ φίλωνος περὶ μετανοίας: φιλάρετος—οὐκ 13—15 Anton. Mel. I 17 (Migne T. 136 Col. 832) Φίλωνος· τὸ μὲν συνόλως ἁμαρτάνειν—οὐκ ἀγνοήσαντος.)

v.5.p.322
προβεβλῆσθαι καὶ ἀληθείας καὶ ἀτυφίας ὡς ἀναγκαιοτάτων καὶ εὐδαιμονίας αἰτίων περιέχεσθαι μυθικῶν πλασμάτων κατεξαναστάντας, ἅπερ ἐκ πρώτης ἡλικίας ἁπαλαῖς ἔτι ψυχαῖς γονεῖς καὶ τίτθαι καὶ παιδαγωγοὶ καὶ μυρίοι ἄλλοι τῶν συνήθων ἐνεχάραξαν πλάνον ἀνήνυτον περὶ τῆς τοῦ ἀρίστου γνώσεως ἀπεργασάμενοι.

τί δ’ ἂν εἴη τῶν ὄντων ἄριστον ἢ θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλ’ ὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες.

Τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφ’ οἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δ’ ἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἡ ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα.