De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον δι’ ἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλ’ ἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δ’ ἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν ὁ καρπὸς ἢ τροφή ἐστιν ἢ ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας ἢ καίοντας ἢ ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ ἡ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;
Ἐμέλησε δ’ αὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύν τε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ [*](1 τῶν SCG 2: om. ceteri διὰ om. S 2 τοῖς πάλαι S κοινωνητέον] τέλεον S 4 αὐτδ AP 1, ἑαυτῇ S τι τῶν om. S 5 ὅτε CG 2, ὅταν H 1P 6 ὤφελος S 1 τὸ λόγιον SCG 2: om. ceteri 7 τῶ πολέμω F (Mang.) 8 τοῖς om. FG 1 ἀναίδην S προσπιστεύειν F 2 (v), πιστεύειν S ὡς] οὓς S 10 t.εθορuήσασθαι S (μεθορμίσασθαι scripsi): μεθαρμόσασθαι ceteri (v) τό] τὸν SF 1 11 ὑπέρ] κατ’ G 1 τοῦ ἐχθροῦ F πρακτέον] πέπρακται ὃν S 12 οὐδὲν δὲ AP 2 (fort. recte) ἀλλ’ ἔνσπονδα πάντα S: ἀλλὰ πάντα ἔνσπονδα ceteri (v) ὠφέλημα S 13 pr. ἡ] ἡ S alt. ἢ—κτῆμα (14) om. S, κτῆμα om. C (fort. recte) 14 τί δὴ δεῖ πεπολεμῶσθαι S: τί δὴ δεῖται πολεμεῖσθαι A, τί δὴ δεῖται πόλεμός τε FG 2HP, τί δὴ δεῖ πολεμεῖν G 1, οὐ δεῖ πολεμεῖν C (Turn.) 15 καίοντας] κείροντας coni. Mang. ἢ ῥίζαις αὐταῖς ἀνασπῶντας om. S (in fiue paginae) αὐτὴ] αὐτὰ Α l6ἐπιρροαῖς S εὐκρασίαις ἀέρων S: ἀέρων εὐκρασίαις G 1, θέρους εὐκρασίαις ceteri (v) δεσμοὺς F 1, corr. F 2 18 ἐμέλλησεν S, ἐμέλλησε G 2 δὲ G 2 καθάπερ—ἀλειπτικὴν om. in lac. G 1 ἀγαθῶ προστάτῃ C: ἀγαθωτάτην G 2HP, ἀγαθωτατῶ F, ἀγαθώτατον A, ἀγαθῶ S τὴν ἀληπτικὴν S (ἀλειπτικὴν scripsi): om. C, ἄληπτον γῆν ceteri; ἀΑηπτον εἶναι v, ἀθλητικὴν coni. Mang. 19 ἀπεργάσασθαι S: om. ceteri (v)) [*](2 cf. Diog. La. I 87 (Bias) ἔλεγέ τε τὸν ἵίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας· τοὺς γὰρ πλείστους εἶναι κακούς. Soph. Ai. 678 ἐγὼ δ’ ἐπίσταμαι γάρ ἀρτίως ὅτι | ὅ τ’ ἐχθρδς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος, | ὡς καὶ φιλήσων αὖθις, ἔς τε τδν φίλον | τοσαῦτ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, | ὡς αἰὲν οὐ μενοῦντα. Heylbut, De Theoplirasti iibris Περὶ φιλίας p. 25. 20.)
κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι’ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ἵνα μηδὲν τῶν ἐπὶ ζημίᾳ παραναβλαστάνῃ τὴν αὔξησιν κωλῦον· τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι κατὰ μετουσίαν ἀπολαύσεως, οὐ μόνον ἐπειδὴ ἀτελὴς ἐξ ἀτελῶν ἔμελλεν ἔσεσθαι — καὶ γὰρ τῶν ζῴων ὅσα μὴ τέλεια οὐ τελειογονεῖ—, ἀλλὰ καὶ διότι βλάπτεσθαι τὰ νεόφυτα καὶ τρόπον τινὰ χαμαίζηλα ἔμελλε κωλυόμενα ἐρνοῦσθαι.