De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ δὲ μὴ θυσιῶν χάριν ἀλλὰ θοίνης, τίς οὐκ ἂν τῆς ὑπερφυοῦς γαστριμαργίας ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵν’ ὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα δι’ ὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν.

ἀλλ’ ὅ γε νόμος ἔξω [*](1 ζωογονηθἐντος S: ζώου γεννηθέντος CG2, γεννηθέντος ζώου ceteri (v) κτείνει S τοῦτο om. S 3 ἐπέψευσται SCG2: ἔψευσται ceteri (Turn.) τά om. S καὶ οὐ S 4 δὴ] δεῖ S, om. Α βωμὸς om. in lac. G1 προσδέξηται S -εται scripsi): παραδέξαιτο ceteri (v) ποῖον S: τὸ ceteri (v) 5 οὐκ ἂν] κἂν S διατμηθὲν P αυτοῦ S φεύγων G2 6 αὐτό] τὸ S χρόνον ὑπομεῖναι transp. HP (v) ἀπομεῖναι F 7 ἀλλ’ αὐτίκα S: αὐτίκα δἑ ceteri (v) προνοία τινὶ S: τινὶ om. ceteri (v) 8 αἰρορ.ἐνης S: καιομένης eteri (v) 9 θοίνης] τροφῆς S τίς] τί S ὑπερφυἄς C 10 ὀρέξεις G1: αἰτιάσεις Α (ἑστιάσεις coni. Mang.), οm. ceteri (v) προβάλοιτο C κενὰς L (Turn.), καινάς γὰρ S ἐκτοπίους μὲν ἄν ἐκθύσαιτό τις ἡδονὰς S 11 οἱ τοιοῦτοι S: οἱ δ’ οἱ τοιοῦτοι G2, οἱ δὴ τοιοῦτοι cetcri (v) μεταδιώκουσι] διώκουσι F, μέντοι ἀδικοῦσι S κρεοφαγοῦσιν S, κρεηφαγοῦσι C 12 ἐν ταὐτῶ S: ἔκ τε ceteri (Turn.) μητέρων SC: τῶν μητέρων ceteri (v) τῶν ἐγγόνων G1 ὧν S: om. ceteri (Turu.) 13 ἀναμίξας S θελήσειεν ἀναπείρων ὀβελοῖς om. S θελήσειεν CG2: θελήσει ceteri καὶ ἀναπείρων G1 ὀβελοῖς, ἵν' scripsi: ὀβελοῖσιν CG2FHP, ὀβελοῖσι καὶ A, ὀβελίσκοις G1 ἐμφορήσαιτο S: ἐμφορήσασθαι ceteri (v) 14 δοκεῖν S, δοκῆ (sed fj ex εἴ corr.) AF διατελέσειν SCG2 (v) ἥσυχα CG1: ἡσυχῆ S, ἥσυχον ceteri ῥήξει Α δέ] τέ S σχετλιάσαντα SCG1: σχετλιάσαν FΗ2, σχετλιάσας AG2H1P (Turn.) 15 λοιδορήσεσθαι S: λοιδορήσασθαι ceteri 16 ἄσιτον S: ἄδεκτον F, ἄλεκτον ceteri (v) tit. διὰ τί ἔγκυον ζῶον προστάσσει μὴ θύεσθαι add. S, περὶ τοῦ μὴ θύειν τὰ ἔγκυα ζῷα mg G2 ὅ γε νόμος] ὁ γενόμενος SG2) [*](16 sqq. Clem. Alex. l. l. ἄντικρυς γοῦν καὶ ὅσα τῶν ζῴων κυοφορεῖ ὁ νόμος οὐκ ἐπιτρέπει ἄχρις ἂν ἀποτέκῃ σφαγιάyεσθαι, μακρόθεν ἐπισχὼν τὴν εὐχέρειαν τῶν εἰς ἄνθρωπον ἀδικούντων.)

v.5.p.308
τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν ἃ μηδ’ εἰς φῶς πω προῆλθεν, ἀλλ’ ὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν.

εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθ’ αὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν.