De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἢ οὐχ ὁρᾶτε, ὅτι τῷ πάντα ἀρίστῳ νομοθέτῃ δι’ ἐπιμελείας ἐγένετο μηδὲ τῶν ἀλόγων τὰ ἔγγονα διαζευχθῆναι τῆς τεκούσης, ἄχρις ἂν γαλακτοτροφηθῇ; τὸ πλέον, ὦ γενναῖοι, δι’ ὑμᾶς, ἵν’, εἰ καὶ μὴ τῇ φύσει, μαθήσει γοῦν ἀναδιδάσκησθε τὸ φιλοίκειον, εἰς ἄρνας καὶ ἐρίφους ἀποβλέποντες, οἳ ἐν ἀφθόνοις χορηγίαις τῶν ἀναγκαίων τρυφᾶν οὐ κεκώλυνται, τῆς φύσεως μὲν τοιαῦτα παρασκευασαμένης ἐν ἐπιτηδειοτάτοις χωρίοις, ἐξ ὧν εὐμαρεῖς τοῖς δεησομένοις αἱ ἀπολαύσεις γενήσονται, νομοθέτου δὲ μετὰ πολλῆς προμηθείας ἐφορῶντος, ἵνα μηδεὶς ἐμποδίζῃ τὰς εὐεργέτιδας καὶ σωτηρίους τοῦ θεοῦ δωρεάς.

Βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν μητέρα καὶ ἔγγονον· καὶ γὰρ εἰ θυτέον, ἀλλ’ οὖν ἐν χρόνοις γε διαφέρουσιν· ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ [*](1 δι’ ἀνημέρου καὶ ἀττιθάσου ψυχῆς ὠμότητα S: οἱ ἀνήμεροι καὶ ἀτίθασοι (-σσοι AFH) ψυχῆς ὠμότητι ceteri (v) 1. 2 γενέσει φθορὰν S: γεννητικὴ φθορᾶς F, γετηταὶ φθορᾶς ceteri (Turn.) 2 καὶ S: om. ceteri (Turn.) ζωὴν θανάτω G1 ὁρᾶται G1 ὅτι om. Α πάντ’ A, πάντων HP (Turn.) 3 μηδὲν S 4 ἄχρι C1G2 πλέον] πλεῖστον Α 5 εἰ καὶ μὴ S: εἰ μὴ καὶ ceteri (Turu.) τῇ om. S ἀναδιδάσκεσθι Α 6 ἐρήφους S ἀφθονίαις G2 7 τῆς φύσεως F mg H, φύσεως AG1P: ὡς CG2Η, ἄλλως S 7.8 τοιαῦτα S: αὐτὰ ceteri (αὐτὰς v) 8 παρασκευασαυασαμένοις CG2H, παρεσκευίσμἐνους S 9 δεηθησομἐνοις S, δεομένοις CG2 δέ] δ’ εἰ S 10 προμηθείας G1: προνοίας C, ἀκριβείας S, προθυμίας ceteri (v) 12 titulum taraquam novi opusculi h. l. add. S: Φίλωνος περὶ γ΄ ἀρετῶν· περὶ ἡμερότητος καὶ ἐπιεικείας· περὶ τοῦ μὴ δεῖν ἐν ἡμέρα τῆ αὐτὴ θύειν μητέρα καὶ ἔγγονον· διὰ τί ἔγκυον ζῶον προστάσσει μὴ θύεσθαι, tit. περὶ τοῦ μὴ δεῖν ἡμέρα τῆ αὐτὴ θύειν μητέρα καὶ ἔγγονον add. mg G2 πολυτρόποις ἰδέαις post σπέρματα (13) transp. HP (v) εἰδέαις S ἡμερότατα F1, ἡμερώτατα F2 13 ἐγκατασπεῖραι (sic) ταῖς διανοίαις transp. HP (v) 14 προτέροις ἀπαγορεύων ἡμέρα τῆ αὐτὴ S (Clem. Al.): ἀπαγορεὐωναὐτῇ om. G1, προτέροις-αὐτᾐ om. ceteri (Turn.) συγκαταθύειν S (Clem. Al.): μὴ καταθύειν ἄμα G1, καταθύειν ceteri (Turn.) post καταθύειν add. τολμῶσι AP2 15 post ἔγγονον add. ἐθέλουσι FL (Turn.) θυτέον S: θυτὸν ceteri (Turn.) ἐν χρόνοις γε S: γε ἐν κρόνοις ceteri (v) 16 γενέσεως S: γενἡσεως, γεννἡσεως ceteri (v)) [*](14 Lev. 22,28. cf. loseph. Ant. lud. III §236 (supra p. 303,8). 14 pergit Clem. Alex. 1. 1. p. 478 P. πάλιν αὗ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρα τῇ αὐτῇ συγκαταθὐα ἔκγονον καὶ μητέρα.)

v.5.p.307
τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;

ἢ γὰρ ἐπὶ προφάσει θυσιῶν ἢ διὰ γαστρὸς ἀπόλαυσιν· εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα· τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μηδὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλ’ αὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι.