De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ’ ἢ δι’ ἔρωτα τοῦ συνιόντος ἢ διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι.

πάνυ καλῶς διαταξάμενος ἕκαστα· πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλ’ ἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ [*](1 ἐπίησι S 2 εὐμόρφου—μὴ (3) om. S 3 αἰχμαλώτων G 2 ἐναπερύγῃς scripsi (cf. vol. IV 298,5): ἐναπερρυγεὶς S, ἐπαπερὑγης CG 2 (v), ἐπανεγείρης ceteri πάθος] πλῆθος G 2 5 ἐπικουφιεῖς S: ἐπικουφίσης CF, ἐπικουφίσεις ceteri (v) μὲν] μετὰ F 1, μὲν τὰς F 2 G τρίχας S (Clein. Α1.): χαίτας ceteri (v) δ’ S ἀπαμφιάσας A: ἐπαμφιέσς G 2, ἀπαμφιέσας ceteri (v) 7 δὲ SA: δ’ ceteri ἐπιτρΐψας Α 8 ἀποδακρῦσαι S: δακρῦσαι ceteri (v) μετὰ SCG 1G 2’: μετ’ ceteri μετὰ ἀδείας post μητέρα transp. S 9 τεθνεώτων coni. Mang.ἣ] ἲσως οἶα S θανάτου SAH 2: θανάτων ceteri 10 ἐν δουλεία S: ἐπὶ δουλείαν AF, ἐπὶ δουλεία ceteri (Tiirn.) ταύτην F νόμῳ] νομίμῳ C (v) 13 τοῦ] τούτου Α συνιόντος S: δυμβάντος ceteri (v) ὅσιον] ὁσίων S, ὅσον F’, ἴσων F 2 14 φαίνεται διαταξάμνος conicio διαταξάμενος ἕκαστα S: ἕκαστα διαταξάμενος ceteri (v) 15 εἴα F εἴασε χαλινον (sic) S ἀχάλινον — τὸ (16) om. F ἀrαυχενίζεσθαι S, ἀπαυ spat. 10 fere litt. G 1 1(5 ἐστείλατο S: ἀνέστειλε HP (v), ἔστειλε ceteri ἡμέραις λ΄ S χαλάσας S: ἐάσας ceteri (v)) [*](2 sqq. Deut. 21,10—13. cf. loseph. Ant. lud. IV §257 sqq. 3 sqq. pergit Clem. Alex. l. l. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλά τὰς λ΄ ἡμέρας ἐπιτρέψας, φησί, πενθῆσαι οὒς (ὡς cod., corr. Mang.) βούλεται, μετμφιάσας ὓστερον ὡς γαμετῇ νόμωῳ συνέρχου· οὔτε (οὐ conicio, οὐδὲ Dindorf) γ̀ρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδέ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας ἀλλ’ ἡ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ. ὁρᾶς φιλανθρωπίαν μετ’ ἐγκρατείας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι οὐκ ἐπιτοἐπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόrει δὲ τἥν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τἀς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἔρωτα· εἰ γάρ λογισμὸς ἀναπείθει γῆμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται.)

v.5.p.299
τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν ἢ μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ· λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν.

τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον ᾖ, δέδιεν ἰσχύν.