De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Περὶ δικαιοσύνης καὶ τῶν κατ’ αὐτὴν ὅσα καίρια πρότερον [*](II p. 375 M.) εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπ’ ἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην.

θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δ’ ἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, [*](1 φῶνος περὶ γ' ἀρετῶν ἅς σὺν ἄλλαις ἀνέγραψε μωυσῆς περὶ ἀνδρείας καὶ φιλανθρωπίας καὶ μετανοίας S, περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείας καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας:—περὶ ἀνδρείας BEK, τοῦ αὐτοῦ φίλωνος τοῦ ἑβραίου περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείς καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας: περὶ ἀνδρείας M, φίλωνος περὶ ἀρετῶν ἤτοι ἀνδρείας καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας VO, τοῦ αὐτοῦ περὶ ἀρετῶν, ἀνδρείας καὶ εὐσεβείας καὶ μετανοίας καὶ φιλανθρωπίας F, περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείας καὶ εὐσεβείας HP, τοῦ αὐτοῦ φίλωνος περὶ ἀνδρίας Α, περὶ ἀνδρείας G 6 λόγος οὗτος ἀνακεφαλαίωσιν περιέχει τῶν ὄπισθεν εἰρημένων περὶ μώσεως ἤγουν βίου αὐτοῦ καὶ ἀρετῆς καὶ τῶν ἐκ θεοῦ πορισθέντων αὐτῷ χαρισμάτων mg V2OK 6.7 πρότερον εἰπὼν] προειπὼν BEK1M 7 εἰπὼν] εἶπον· S τῶν] τὸ H2 (v), τῶν eras. VK, oui. KO ἀνδρίαν AEFGO 8 ἀρειμάνειον K, ἀρειμανίαν G, ἀριμανίαν S (ἀρειμάνειον ν) ὀργὴν Β1Ε συμβόλῳ VO τὴν oni. Α ἐπιστήμη ’MAPV’ 10 ὅσους μυρίους transp. EKM 11 τῶν ἀντιπάλων katqebalon Α: ἀνελόντες τῶν ἀντιπάλων ceteri (Turn.) μέν] οὐ γάρ V2OF δὲ G, δ’ oin. SVOF 12 ἐκαρπώσαντο V2OKF τὰ om. A ευ ἐπικρινόντων coni. Mang. ἀκλεεῖς Κ 13 νίκη VOKF: νίκην ceteri (v) ; νικηταὶ coni. Mang. κομισθέντες Α)

v.5.p.267
αἵματος ἀνθρωπείου δεδιψηκότες.

εἰσὶ δ’ οἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς ἢ μακραῖς νόσοις ἢ ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοί τε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μηδ’ ὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τά τε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς.

οὗτοι μὲν οὖν τὴν ἀληθῆ διαπονοῦσιν ἀνδρείαν ἀσκηταὶ σοφίας ὄντες, ἐκεῖνοι δὲ τὴν ψευδώνυμον ἀμαθίᾳ, νόσῳ δυσθεραπεύτῳ, βιοῦντες, ἣν θρασύτητα κυρίως ἄν τις προσαγορεύσειεν, ὥσπερ φασὶν ἐν τοῖς νομίσμασι τὸ παράσημον ἐμφέρειαν τῆς ἀληθοῦς εἰκόνος.

Οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μηδ’ ὅσον ὑπ’ ἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν.

μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπ’ ἀνανδρίας κατέπεσον μαλακισθέντες· ἐνδεὴς δὲ παρ’ ἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον [*](1 δὲ Κ eras. V, om. OF 2 αὐτῶν VOF, αὐτοῖς om. A μακροῖς ΗΚ (v) 2. 3 κατεσκλετευμένων M, κατεσκλητευμένων H2, κατεσκηλιτευμένων VO 4 θαρραλεωτάτης V2OFH: θαρραλεότητος ceteri 5 μηδ’] οὐδ’ F κοινωφελεστάταις om. Α G δ’ ante εἰσηγήσεσι add. K τά τε ἴδια ἑκάστων om. Α τε] δὲ SG 7 χρησάμενοι SVOF: χρώμενοι ceteri (v) 9 ἀνδρίαν AEFGO ἀμαθία v: ἀμαθίαν codd. 10 νόσον δυσθεράπευτον Κ βιοῦντες] νοσοῦντες BEKM; συμβιοῦντες coni. Mang. 11 post παράσημον ss. παραβάλλεσθαι Κ2, add. προβάλλεσθαι V2OF ἐμφέρειν BEKM 13 οὐχ S1, corr. S2 δυσπόνητα Α τῶν] τὸν G 14 ὁμολογεῖται S καὶ πήρωσις om. OF 15 εἰδέαι S 16 ὑπόπλεω V2OKF: ora. Α, ὐπόπλεοι ceteri (v) 17 γενναιότατοι H (Turn.) 17. 18 ἀντιφιλονικοῦντες S 18 ἐπανατάσεις AH: ἐπαναστάσεις ceteri χλεὐγην S1, corr. S2 20 οὗ] οὐ AG d ante ψυχὴ add. AP2 ψυχὴ VOFH2: ψυχὴν ceteri 21 κατεπάλεσεν S (αι ss. S2), κατεπάλεσεν P 21.22 ὑπ’ ἀνανδρίας EVO: ὑπ’ ἀνδρίας Α, δι’ ἀνανδρίαν F, ἐπ’ ἀνανδρείας M, ὑπ’ ἀνανδρείας ceteri 22 δικάζουσι L (Turn.) 23 ἐστὶν S ἔχον M, ἔχων om. HP1 ἀκαθαίρετον] ἀναφαίρετον coui. Mang.)

v.5.p.268
πλοῦτον· ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι· τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν.

εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παρ’ οὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς

ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν. ὁ μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν.

ἔστι γὰρ ὁ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλ’ αὐτὸς αὐταρκέστατος ἑαυτῷ· ὁ δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει· [*](3 Μόνων Κ 4 ἀέναα] ἀένεα E, ἀένναα ceteri 5 εἰδέας S αἲ] αἱ S1EK1 φέρουσι VOFAH-: φέρουσαι ceteii 6 ἄγουσιν S 7 παρ’ οὐδὲν om. SVOFG θέμενοι] ἀποθέμενοι V-OF 7. 8 καινῶν δοξῶν E, κενοδόξων S (Maug.) 8 προσβλέποντος FH1, προβλἐποντι VO, ὡς βλέποντι AP2 9 πεπειρωμἐνω M 10 δορυφορούμενος Α οὐ ante φύσεως add. V2OK2F φύσεως om. M εὕρημα Κ: εὕρεμα G, εὕρεμα ceteri (v) ὣν] ὧν SBE, ὂν Α 13 tert. καὶ om. S 15 εὐκολίας] εὐτελείας F ὀλιγοδείας KAP: ὀλιγοδεείας ceteri ὀλιγοδείας v) 16 ἀνεπιδεής] ἀνενδεὴς ’M χρεῖος ὤν scripsi: χρέως ὢ corr. ex ὁ) ὢν S, χρήζων ceteri (v) 17 πολυδεής D (-ές DK): πολυτελὴς VOFH2, ὁ πολυτελὴς ceteri ὁ ante ἀεὶ add. BEKM ἀεὶ διψῶν] ἐπιδιψῶν S 19 ἀναρυπίζων S1 καὶ ἀναφλέγων om. AIIP (Turn.) μικρά τε αὗ KD: τε αὖ μικρὰ DR, αὖ μικρά AGHP (v), μικρά τε oni. SBEM, τε αὖ ora. VOF τείνει] τινί G, τινά DK, ἀπότεινέ V2OK2F) [*](16 cf. Clem. Alex. Poed. III 1 p. 250 p. ἀνενδεὴς δὲ μόνος 6 θεός. Strom. II IS p. 41 1 P. ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές. 17—19 DK fol. 82v DM fol. 39v DL fol. 67r DP fol. 24r et 87r Φίλωνος ἐκ τοῦ περὶ ἀρετῶν DR fol. 46r DV p. 378 Mei. Barocc. fol. 71r Φίλωνος 6 φαῦλος ἀιὶ πολυδεὴς — ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει.)

v.5.p.269
ὁ δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.

οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν· ἀδοξίᾳ δὲ εὔκλειαν· ὁ γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν· ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει.

πηρώσει γε μὴν αἰσθήσεων, ᾗ συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, ἣ πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.

οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, ἡ δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ ὅλων καθ’ ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.

νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν· ὑγεία δὲ [*](1 ὁ ὀλιγοδεής ’P, καὶ ὀλιγοδεής ADL Georg. μεθόριον VOK2FDL Georg. 2 τὸ σῶμα BEKMDM τὸ θνητὸν V2OKF μὴ om. M πολυδεὲς D: πολυειδὲς Georg., πολυτελές codd. 3 οὕτως SG: οὕτω ceteri 4 δέ SVOFG: ἂν δ’ ceteri καλοκαγαθίας Κ 5 ἀπὸ SVOF: ἀπ’ ceteri ἀενάου BEK-: ἀεννάου ceteri (v) G πλήθεσι S: πλῆθος G, πλήθει ceteri (v) 7.8 κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων S: oni. ceteri (Turn.) 9 θνητῶν SK1 πληρώσει SG ἧ συζῶντες V2OF: αἷς ζῶντες ceteri (v) 10 μύριοι VOF προσαπέθανον V2OF μηδὲ Η (Turn.) 11 τῶν om. BEKMA διάνοια SV1GHP τὴν διάνοιαν V2OK2F 12 τῶν τοῦ σώματος ΒΕΚM (Mang.) ὅλῳ—παντί] παντάπασιν ἐγκρινομένη V2OF φασί] φησί G, φωτὶ Κ παντὶ] πάντων SBEKMG 13 οἱ corr. in ἡ Α καταθεᾶται (d corr. ex ῶν) Α 14 δεομένη ἡ corr. ex οἱ) A 17 πᾶσαν SVOF: ἅπασαν ceteri (v) 15 ἀστὴρ οὖσα SVOF: d; τηροῦσα ceteri αὐτὴ SVOF: αὕτως (sic) Κ, αὕτη ceteri (v)) [*](1—3 DR fol. 212v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριῶν ἀρετῶν DM fol. 80v DL fol. 170V DP fol. 78r et 238r Φίλωνος DV p.365 Εὐαγρίου Max. Ecl. cap. 13 lo. Georgides Laur.VII 15 fol. 71 r Φίλωνος: ὁ σπουδαῖος ὀλιγοδεής—διὰ διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.) [*](1.2 Clem. Alex. Slrom. II 18 p.471P. 1 P. 6 γάρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μέν ἐνδεές διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτἑαν δεῖσθαι δεδιδαγμένος.)

v.5.p.270
ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆς τε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας.

ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.

πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατ’ ἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο.

καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·

εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.

[*](1 ἐστὶν S ἐπιθυμίαν] ἐπιμυθίαν L (Turn.) 3 ἐστὶ τῆς ὑγείας trausp. Α, τῆς ὑγείας otn. M ὑγίας Ε, ὑγιείας F εὐφροσύνη Α 4 σωτηρία G 5 φορᾶς VOKFH-: φθοράς ceteri ὑποβρύχιον VOF: βρύχιον ceteri (v) 6 ἀλλὰ SAG: ἀλλ’ ceteri ψυχοῦσα B-MGH: ψύχουσα ceteri 7 ἀθανατίζουσα BEKM πάντα VOF: πᾶν SB1EGH1P, πάντων B2KMAH2 τὰ εἰρημένα V2OF: τούτων Α, τῶν εἰρημένων ceteri 7.8 ὑφυγήσεις εἰσὶν S 9 εὐπαθεῖς S δὲ SMFG: δ’ ceteri εὐπειθεστέρους M 10 τὸ σῶμα VOKHP (v), τῶν σῶμα F τῶν ἐκτὸς VOF ἓν μὲν οὑν τέλειον Α 10. 11 ἡγουμένους Β2KMV2OF (coni. Maug.): ἡγούμενοι SB1EV1H1P, ἡγούμεναι Η2 (v), ἡγούμενον G. ἡγούμεθα Α 11 τὸ . . . βιοῦν codd.: τὸν . . . βίον v τἄλλα FG ἀγωγὰ] ἀγαθὰ A 12 τοῦτο Κ (conieceram): τούτοις VOFA, τούτους ceteri (τοῦτον ν) καὶ SGH: κἂν ceteri μὴ post προτέρων transp. Α πρότερον GHP (v) 13 εἰς SA: ἐς ceteri (v) ἐπιρώμην S1, ἐπὶ ῥώμην G1 14 ἐν τόποις om. M 15 εἰρηκὼς] εἰρηνικῶς M δέ F ὅσα καιρὸς SVG: ὅσα 6 καιρὸς ἀπῄτει V-OF, ὅσα δίδωσιν 6 καιρὸς ceteri (v) δικαιῶν S δικαιῶ corr. Mang.): δίκαιον ceteri μὴ om. F 16 τιθεμένοις 16 τιθεμένων S τούτου Α; ταύτης conicio 17 δεῖ νοῆσαι v: νοῆσαι δεῖ G, ἔστι νοῆσαι Ap2, νοῆσαι (om. δεῖ) ceteri ἀνδρίας AEFG 18 ἐπειδὴ M 19 ἐπὶ διαφορᾶ AK, ἐπειδὴ ἄφθορα G)[*](4 Plat. Gralyl. 411e σωφροσύνη δὲ σιυτηρία οὗ νῦν δὴ ἐσκέμμεθα, φρονψσεως.)
v.5.p.271

Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος ἢ σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ δι’ εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.

ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα—τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται —, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.

ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.