De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

μέγιστον οὖν ἀδίκημα δρῶν ὁ παρακαταθήκην ἀρνούμενος μὴ ἀγνοείτω, ψεύσας μὲν ἐλπίδος τὸν ἐπιτρέψαντα, μοχθηρὰ δ’ ἤθη κατασκεπάσας λόγοις ἐπιεικέσιν, ἀπιστίαν δὲ καθυποκρινάμενος νόθην πίστιν, ἀσυμβάτους ἀποφήνας δεξιὰς καὶ ἀτελεῖς ὅρκους· ὡς ἀνθρωπείων τε καὶ θείων ὠλιγωρηκέναι καὶ διττὰς ἀρνεῖσθαι παρακαταθήκας, τὴν μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων.

ἐὰν δ’ ὁ μὲν λαβὼν ὡς ἱερὸν χρῆμα παρακαταθήκην ἄψαυστον οἴηται δεῖν φυλάττειν, σέβων ἀλήθειάν τε καὶ πίστιν, οἱ δὲ τῶν ἀλλοτρίων ἔφεδροι βαλαντιοτόμοι καὶ τοιχωρύχοι παρεισφθαρέντες ὑφέλωνται, συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα].

εἰ δὲ μὴ συλληφθεῖεν οὗτοι, προσίτω γνώμῃ ἑκουσίῳ ὁ λαβὼν εἰς τὸ [*](1 tit. περὶ παρακαταθηκῶν add. S mg M 3 συμβολαίων Mang.: συμβολέων SM δὲ V 4 διδόμενα SM: γινόμενα v δὲ v 5 δίδωσιν S 6 μηδὲ v 7 φιλοδέσποτον SM: φιλοδεσποτῶν V 8 λάθῃ M (coni. Mang.): λάβη S ὁ δ’ S ἵν’ M ἀγνοεῖται SM 9 μεσιτεύῃ M ὑπ’ ἀμφοῖν scripsi: ἐπ’ ἀμφοῖν SM (v) 10 ἀπαιτεῖται S τοῦ δ’ SM: τοῦ δὲ ὡς v 12 ἐπιτρέψοντα S δὲ Y 13 κατασκεπάσας scripsi: κατασκευάσας SM (v) ; κατασκιάσας coni. Mang. ἀπιστίαν scripsi (sic fortasse M): ἀπιστία S(M?) ; ἀπιστίᾳ v 14 ἀνθρωπείων M, ἀνθρωπίων S: ἀνθρωπίνων v 18 δὲ v ἄψαυστον M οἱ (coni. Mang.): ἄψευστον S 19 οἴηται S: οἴεται M (v) 20 τειχωρύχοι M 21 ἐκτεινέτωσαν S, ἐκτιννύτωσαν M τὰ κλεπτῶν εὑρεθέντα seclusit Mang. 22 προσίτω Mang. (cf. LXX): προείτω S, προίτω M 1 cf. Ioseph. Ant. lud. IV § 285 παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα ὁ παραλαβὼν φυλακῆς ἀξιούτω. 16. 17 cf. Hom. Od. λ 109. μ 323. 18 Exod. 227. 22 Exod. 22,8. d. loseph. Am. lud. IV § 287 εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν ὁ πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὑτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν, οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω.)

v.5.p.217
θεῖον δικαστήριον καὶ ἀνατείνας τὰς χεῖρας εἰς οὐρανὸν ὀμνύτω κατ’ ἐξωλείας ἑαυτοῦ, μήτε τι μέρος τῆς παρακαταθήκης νοσφίσασθαι μήτε ἑτέρῳ κοινοπραγῆσαι μήτε ὅλως συνεπιψεύσασθαι κλοπὴν οὐ γενομένην· ἄτοπον γὰρ ἢ τὸν μηδὲν ἠδικηκότα ζημιοῦν ἢ τὸν συνδραμόντα εἰς φίλου πίστιν ὑφ’ ἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι.

παρακαταθῆκαι δ’ οὐ μόνον ἐν ἀψύχοις εἰσίν, ἀλλὰ καὶ ζῴοις, ὧν διττὸς ὁ κίνδυνος, ὁ μὲν πρὸς τὰ ἄψυχα κοινὸς διὰ κλοπῆς, ὁ δὲ ἴδιος καὶ ἐξαίρετος διὰ θανάτου. λέλεκται μὲν οὖν περὶ τοῦ προτέρου, χρὴ δὲ καὶ περὶ τοῦ δευτέρου προσνομοθετεῖν.

ἐὰν οὖν ἐν παρακαταθήκῃ θρέμματα τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα ὁ λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως ὁ πιστεύσας, ὀμνύναι δ’ ἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον.

ἐὰν δὲ λάβῃ τις μὴ ὡς παρακαταθήκην ἀλλ’ ἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ἢ ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ ἢ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος ὁ λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί;

ὅτι ἐνδέχεται μὴ παρόντος τοῦ κυρίου τὸν χρώμενον ἢ πόνοις ἀποτρῦσαι συνεχέσι τὸ ζῷον, ὡς ἀποκτεῖναι, ἢ παραρρῖψαι τὸ σκεῦος ὀλιγωρήσαντα τοῦ ἀλλοτρίου, ταμιεύειν δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις.

Ἀκολουθίαν δ’ εἰ καί τις ἄλλος δεινὸς ὢν θεάσασθαι πραγμάτων ἀπαγορεύσεις ἐπαλλήλους ἑξῆς νομοθετεῖ, στοχαζόμενος εἱρμοῦ καὶ συνῳδὰ τοῖς προτέροις τὰ ἑπόμενα συνυφαίνων. τὴν δὲ τῶν λέγεσθαι μελλόντων ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς [*](2 ἐξωλείας M (Mang.): ἐξολίας S μήτε τι μέρος SM: μήτε ἱμέρω v παραθήκης SM, corr. Mang. 3 κοινοφραγῆσαι (sic) v γενομένην SM: γινομένην V 5 πίστιν SM: τάξιν v ἐκείνου M 6 ἐν ἀψύχοις SM: ἐν τοῖς ἀψύχοις v 9 ἐν παρακαταθήκῃ scripsi τὰ ἐν τι Mang.): παρακαταθήκη M, παρακαταθήκην S 11 τυγχάνῃ M 12 ἴσως SM: om. v 13 δὲ v 15 εἰ τὰ seclusi, ἢ τὰ coni. Wendl. 16 κλαπῆ M, κλαπεῖ S: κλαπείη v ἀποθάνῃ M, ἀποθάνει S: ἀποθάνοι v συντρίβοντος M 17 ἐκεῖνο S 18 ἀποτινύτω S1: ἀποτιννύτω S2M (v) 19 χρώμενον SM: χρησάμενον v ἀποτρῦσαι συνεχέσι(ν) SM: συνεχέσι ἀποτρῦσαι v 22 εἰ καί τις M, εἰ κέ τις S: εἴ τις v πραγμάτων] προσταγμάτων coni. Mang. 23 προσνομοθετεῖ coni. Mang. 26 καὶ οὐ ψεύσεσθε SM: καὶ om. v) [*](6 Exod. 22,9. 9 Exod. 22,10. 13. 11 Exod. 22,10. 11. 11 Exod. 22,14. 15)

v.5.p.218
πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε“ (Lev. 19,11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·

ὅ τε γὰρ κλέπτης ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἀρνεῖται καὶ ψεύδεται, δεδιὼς τὰς ἐκ τοῦ ὁμολογῆσαι τιμωρίας, ὅ τε ἀρνούμενος ἑτέρῳ σπουδάζων προσβάλλειν τὸ ἔγκλημα συκοφαντεῖ καὶ τέχνας ἐπινοεῖ, δι’ ὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν δι’ ὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ’ ὁ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα.

Ἔνατον μέν ἐστι τουτὶ τῶν δέκα κεφαλαίων, τῶν δὲ ἐν τῇ δευτέρᾳ στήλῃ τὸ τέταρτον ἀριθμῷ, μυρία δὲ τὸν ἀνθρώπινον βίον ὀνῆσαι δυνάμενον, εἰ φυλάττοιτο, ὡς καὶ τοὐναντίον ἀμελούμενον βλάψαι.

ψεκτὸς [*](5) μὲν γὰρ ὁ συκοφάντης, ὁ δὲ τὰ ψευδῆ μαρτυρῶν μᾶλλον ὑπαίτιος· ὁ μὲν γὰρ αὑτῷ βοηθῶν, ὁ δ’ ἄλλῳ συμπράττων πονηρός ἐστιν, ἐν δὲ συγκρίσει κακῶν ἀνδρῶν ὁ δι’ αὑτὸν ἁμαρτάνων τοῦ δι’ ἕτερον ἧττον ἄδικος.

καὶ τὸν μὲν κατήγορον ὑποβλέπεται πᾶς δικαστὴς ὡς ὀλίγα φροντίζοντα τῆς ἀληθείας ἕνεκα τοῦ περιγενέσθαι, διὸ καὶ προοιμίων ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπ’ αὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ [*](1 οὐκ ὀμεῖσθε v: οὐ κομιεῖσθαι SM τῶ ὀνόματι S, τὸ ὄνομα M: ἐπὶ τῷ ὀνόματι v 4 δεδειὼς S1 5 σπουδάζων M: σπουδάζειν S1. σπουδάζει S2 (v) συκοφαντεῖ M: συκοφαντῶν S (v) 7 ἐπειδὴ γὰρ scripsi: ἐπειδήπερ SM (v) 8 πίστιν SM: om. V 9 ἐργάζεσθαι SM: ἐργάσασθαι v δὲ v 10 βέβηλος SM: ἀβέβηλος v ἀγαθὸν καὶ seclusi; ἄγιον vel ἀγαστὸν (pro ἀγαθὸν) coni. Manix. 13 ἔννατον SM (v) δέκα] ι΄ SM 16 ψευδῆ M: ψεύδη S (v) 17 δὲ v ἐστιν S2M: om. S1(v) 18 ἀνδρῶν om. Flor. Laur. ἐξαμαρτάνων Flor. Paris. 21 μηδὲν SM: om. v 22 ἐπ’ αὐτῶ SM: ἐφ’ αὐτῷ v 23 τὸ seclusi et πραγμάτων scripsi: τὸ πρᾶγμα τῶν SM (v) 24 ὠφελημοτάτων S προσαγωγότατα, οἷς scripsi: προσαγωγότατος SM; προσαγωγοτάτοις Mang.) [*](8 ἄτεχνον πίστιν: cf. Arist. Rhet. 1 15 p. 1375 a 21. —19 Flor. Laur. nr. 13 Flor. Par. 3: Φίλωνος: ἐν συγκρίσει—ἄδικος.)

v.5.p.219
δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ.

διὸ πολλαχοῦ παραινεῖ τῆς νομοθεσίας ἀδίκῳ μηδενὶ συναινεῖν, μήτε ἀνθρώπῳ μήτε πράγματι· προκαλεῖται γὰρ ἡ συναίνεσις ἐφ’ ὑγιεῖ μὴ γενομένη τὰ ψευδῆ μαρτυρεῖν, ἐπεὶ καὶ πᾶς, ὅτῳ πρόσαντες καὶ ἐχθρὸν τὸ ἄδικον, ἀληθείᾳ φίλος.

ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου.

ἔνιοι γὰρ τὰ τοῖς πολλοῖς δοκοῦντα, κἂν παρανομώτατα ᾖ, νόμιμα καὶ δίκαια εἶναι νομίζουσι, κρίνοντες οὐκ εὖ· φύσει γὰρ ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δ’ ἀντίπαλον ὄχλου φορά.

ἐὰν οὖν κατὰ θιάσους καὶ πολυανθρώπους ὁμίλους ἀγειρόμενοί τινες νεωτερίζωσι, τούτοις οὐ συναινετέον ὡς τὸ ἀρχαῖον καὶ δόκιμον τῆς πολιτείας νόμισμα παρακόπτουσι·

  • σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
  • νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία μεῖζον κακόν.
  • ἀλλὰ τοσαύτῃ τινὲς ὑπερβολῇ

    χρῶνται μοχθηρίας, ὥστ’ οὐ μόνον ἀνθρώπων ἀγένητα κατηγοροῦσιν, ἀλλ’ ἐπιμένοντες τῇ μοχθηρίᾳ διαίρουσι καὶ τείνουσι τὸ ψεῦδος ἄχρι οὐρανοῦ, τῆς μακαρίας καὶ εὐδαίμονος θεοῦ φύσεως καταμαρτυροῦντες· εἰσὶ δ’ οὗτοι τερατοσκόποι καὶ οἰωνοσκόποι καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας.

    προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλ’ ἔστιν ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου πάνθ’ ὅσα προφέρεται, καθ’ ὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν [*](2 πράγματι SM: τῷ πράγματι v 3 ἡ] ᾗ Mang. Richt. ὑγιῆ M τὰ ψευδῆ μαρτυρεῖν SM: τῷ ψευδομαρτυρεῖν v 4 πρόσαντες SM: πρόσαντές v ἀληθεία SM: ἀληθείας v 5 μὴ om M 6 παρανομίαν Mang.: παρανομία SM 8 ἔνιοι Mang.: ἔνια SM δοκοῦντα SM: om. v 10 δὲ v φορά SM: φοράν V 11 ἀγειρόμενοι M, ἀγηρόμενοι S: ἐγηρόμενοι v νεωτερίζωσι scripsi: νεωτερίζοιεν M, νεωτερίζεσθαι 8 (v) 12 τούτοις M (Mang.): τούτους S 13 παρακόπτουσιν S 14 χεῖρας SM (v) 17 ἐπιμένοντες SM: ἐπὶ μέν τε (sic) v, quod in ἐπιμανόντες corrigere voluit Mang. 17. 18 διαίρουσι (sic) M, διαιροῦσι S 18 τείνουσι SM: τέμνουσι v 19 δὲ v τερασκόποι M 20 θύται S, θύται M: θύται V ἐκπονοῦσιν S 20.21 κακοτεχνίαν SM: ἀτεχνίαν v 21 ἐνθέου Mang.: ἐντέχνου SM 22 κατοκωχῆς scripsi: κατακωχῆς SM (v) προφήτης μὲν SM: προφήτης τε μὲν v 23. 24 προφέρεται ἐρέται S, προσφέρεται M: προφέρει v 24 καὶ ante καθ’ add. Mang., om. SM ἀγνοίᾳ] ἀνοίᾳ coni. Mang.) [*](1.2 Exod. 23,1. Deut. 19, 16—19. 6 Exod. 23,2. 14. 15 Eurip. frg. 200,3. 4)

    v.5.p.220
    τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκηκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιΐαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει.

    τῶν δὲ τὴν παράσημον καὶ βωμολόχον μαντικὴν ζηλούντων ἕκαστος ταῖς εἰκασίαις καὶ στοχασμοῖς ἀνοίκειον τάξιν παρατίθησι τὴν τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλ’ ὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων ὁμίλων.

    τὸν τοιοῦτον εὐθυβόλῳ ὀνόματι ψευδοπροφήτην προσαγορεύει, κιβδηλεύοντα τὴν ἀληθῆ προφητείαν καὶ τὰ γνήσια νόθοις εὑρήμασιν ἐπισκιάζοντα. χρόνῳ δὲ παντάπασιν ὀλίγῳ διακαλύπτεται τὰ τοιαῦτα στρατηγήματα, τῆς φύσεως οὐκ ἀεὶ κρύπτεσθαι φιλούσης, ἀλλ’ ὁπόταν καιρὸς ᾖ τὸ ἴδιον κάλλος ἀναφαινούσης ἀηττήτοις δυνάμεσιν.