De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

κελεύει γὰρ τέτταρα μὲν πρόβατα ἀποτίνειν βοῦς δὲ πέντε τὸν κλέπτην ἀνθ’ ἑνὸς τοῦ ὑφαιρεθέντος, ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, ὁ δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δ’ ἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν ὁ μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, ὁ δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν.

Κλέπτης δέ τίς ἐστι καὶ ὁ ἀνδραποδιστής, ἀλλὰ τοῦ πάντων ἀρίστου, ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκεν. τὰ μὲν οὖν ἄψυχα καὶ τῶν ζῴων ἃ μὴ μεγάλας ὠφελείας παρέχεται τῷ βίῳ διπλᾶ προστέταχεν ἀποδίδοσθαι παρὰ τῶν ὑφελομένων τοῖς κυρίοις, ὡς ἐλέχθη πρότερον, καὶ πάλιν τετραπλάσια καὶ πενταπλάσια ἐν ταῖς ἡμερωτάταις ἀγέλαις βοῶν τε καὶ προβάτων.

ἄνθρωπος δέ, ὡς ἔοικε, τὸν καλλιστεύοντα κλῆρον ἔλαχεν ἐν ζῴοις, ἀγχίσπορος ὢν θεοῦ καὶ συγγενὴς κατὰ τὴν πρὸς λόγον κοινωνίαν, ὃς αὐτὸν καίτοι θνητὸν εἶναι δοκοῦντα ἀπαθανατίζει. διὸ καὶ πᾶς, ὅτῳ ζῆλος ἀρετῆς εἰσέρχεται, τραχύς ἐστι τὴν ὀργὴν καὶ παντελῶς ἀμείλικτος κατὰ ἀνδραποδιστῶν, οἳ δουλείαν ἕνεκα κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν.

εἰ γὰρ ἐπαινετὸν πρᾶγμα δεσπόται ποιοῦσιν οἰκότριβας καὶ ἀργυρωνήτους, πολλάκις οὐκ ἐν μεγάλοις ὀνήσαντας, τῆς [*](1 περὶ SM Nicet.: ἐπὶ v 2 ποσότητα] πρόσταξιν Nicet. 3 εἰρημένων SM Nicet.: διειρημένων v 4 ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε Nicet.: om. SM (v) 5 ἀποτίνειν S Nicet.: ἀποτιννύειν M mg S 6 ἐπειδὴ] ἐπεὶ Nicet. δ΄ SM 7 ἐτησίους ἄρνας SM Nicet.: ἐτήσιον ἄρνα v ε΄ S, πέντε otn. Xicet. αὑτοὺς SM Nicet.: αὐτῆς v 8 γεννήμασιν S: γεννήματι M Nicet. δύο] δύω v δὲ v ἄροτον Mang. (Nicet.): οἱ ἄροτρον M, ἄρροτρον S ἀλοητόν S; ἀλοητὸν v 10 ἐτυμοτέραν M; ἑτοιμοτέρας coni. Mang. 11 tit. περὶ ἀνδραποδιστῶν add. S mg M, om. Nicet. δέ τίς Nicet.: om. SM (v) ἀντραποδιστής S1 12 ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκε SM: τῶν ἐπὶ γῆς Nicet. 14 ὑφελομένων SM Nicet.: φερομένων v πρότερον om. Nicet. 16 δέ Nicet.: δ’ SM ὡς ἔοικε om. Nicet. 17 ἔλαχεν ἐν ζώοις Nicet. (sic iam Mang.): ἔλαχε ζώοις SM ἀγχίσπορος—ἀπαθανατίζει (18.19)] ὡς κατ’ εἰκόνα θεοῦ γενόμενος Nicet. συγγενὴς SM: ἐγγενὴς v ἀγενὴς Mang.) τὴν om. Μ 18 ὃς M: ὡς S εἶναι δοκοῦντα SM: ὄντα v 19 ὅτῳ Nicet.: ᾧτινι SM (v) 19.20 τραχύς ἐστι τὴν ὀργὴν Nicet.: τραχύς ἐστιν ὀργὴν SM (v) 20 κατ’ Nicet. 22 ἐπαινετὸν v 23 οἰκοτρίβας v)

v.5.p.213
κατεχούσης δουλείας ἀπαλλάττοντες ἕνεκα φιλανθρωπίας ᾗ κέχρηνται, πόσης ἄξιοι κατηγορίας τυγχάνειν εἰσὶν οἱ τὸ πάντων ἄριστον κτῆμα, τὴν ἐλευθερίαν, ἀφαιρούμενοι τοὺς ἔχοντας, ὑπὲρ ἧς ἀποθνῄσκειν καλὸν τοῖς γεννηθεῖσιν εὖ καὶ τραφεῖσιν;

ἤδη τινὲς τὴν σύμφυτον μοχθηρίαν προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δ’ ὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·

οἳ χάριν κέρδους ἐκνομωτάτου πιπράσκουσιν ἀνδραποδοκαπήλοις καὶ οἷς ἂν τύχῃ δουλεύσοντας ἐπὶ ξένης ἀνεπανάκτους, μηδ’ ὄναρ τὸ τῆς πατρίδος ἔδαφος ἔτι προσκυνήσοντας ἢ χρηστῆς ἀπογευσομένους ἐλπίδος. ἧττον γὰρ ἂν ἠδίκουν ὑπηρετούμενοι πρὸς τῶν ἀνδραποδισθέντων· νυνὶ δὲ διπλάσιον ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθ’ ἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους.

αὐτοὶ μὲν γὰρ ἐπιστάμενοι τὴν παλαιὰν εὐτυχίαν τῶν ὑπηγμένων ἴσως ἂν μετανοήσαιεν ὀψὲ λαβόντες οἶκτον τῶν ἐπταικότων, τὸ τῆς τύχης ἄδηλον καὶ ἀτέκμαρτον καταιδεσθέντες· οἱ δὲ πριάμενοι δι’ ἄγνοιαν τοῦ γένους ὡς ἐκ πατέρων καὶ προπάππων οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει.

δίκη δ’ ἔστω κατὰ μὲν τῶν ἑτεροεθνεῖς ἀνδραποδισαμένων, ἣν ἂν τιμήσηται τὸ δικαστήριον, κατὰ δὲ τῶν τοὺς ὁμοφύλους πρὸς τῷ [*](2 κατηγορίας] τιμωρίας vel ὀργῆς coni. Mang. 3 ἀφ’ αἱρούμενοι SM: ἀναφαιρούμενοι v 5 προσαύξοντες SM: συναύξοντες v ἦθος αὐτῶν SM αὑτῶν scripsi): αὐτῶν ἦθος v 6 ἐπ’ seclusi (an οὐκέτ’ scribendum?) 7 δ’ SM: δὲ v 8 ἀλογίσαντες S 9 ἐνετράφησαν v: ἐνεγράφησαν SM ἐνσφραγίζεται SM: ἐνσφραγίζει v 10 ἀττιθάσων S, ἀτιθάσσων M (v) 11 ἀνδραποδοκαπήλοις Nicct. (coni. Mang.): ἀνδράποδα καπήλοις SM 11. 12 δουλεύσοντας M: δουλεύσαντας S, δουλεύοντας Nicet. 12 ἀνεπανάκτους Mang. (cf. vol. I 171,2): ἀνεπάκτους Nicet., ἀνεπάκτου SM ἔδαφος om. M 13 ἀπογευσομένους Nicet. (Mang.): ἀπογευσαμένους S, ἀπογευσομένης M 15 ἀπεμπωλοῦντες S (v) δύω v 17 μετανοήσαιεν SM: μετανοήσειαν V 18 τύχης Mang.: ψυχῆς SM 22 δὲ v ἑτερωεθνεῖς S 23 ὁμοφύλους Mang. (Nicetae cod. Vat. 1611): ἀλλοφύλους SM τῳ] τὸ S 11 — 13 pergit Nicetas: καὶ πιπράσκουσιν οὐ μόνον τοὺς ἀλλοφύλους ἀλλὰ καὶ τοὺς ἀπὸ τοῦ αὐτοῦ ἔθνους ἀνδραποδοκαπήλοις καὶ οἷς ἄν τύχῃ δουλεύοντας — ἀπογευσομένους ἐλπίδος. —214,1 pergit Nicetas: δίκη δ’ ἔστω — θάνατος ἀπαραίτητος. ἀλλά τοιοῦτος μὲν ὁ περὶ κλοπῆς νόμος. 22 Exod. 21,17. Deut. 24,7. of. loseph. Ant. lud. I V § 271 ἐπ’ ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία.)

v.5.p.214
ἀνδραποδίσασθαι καὶ πεπρακότων θάνατος ἀπαραίτητος· ἤδη γὰρ οὗτοί γε συγγενεῖς εἰσιν οὐ πόρρω τῶν ἀφ’ αἵματος κατὰ μείζονα περιγραφὴν γειτνιῶντες.

„Καὶ ἐν ἀγρῷ“ καθάπερ εἶπέ τις τῶν πάλαι „φύονται δίκαι“, ἐπειδὴ πλεονεξίαι καὶ ὁ τῶν ἀλλοτρίων ἵμερος οὐκ ἐν ἄστει μόνον ἀλλὰ καὶ ἔξω πόλεώς ἐστιν, ἅτε μὴ τόπων διαφοραῖς ἀλλὰ διανοίαις ἀκορέστων καὶ φιλαπεχθημόνων ἀνδρῶν ἐνιδρυμένος.

ἀφ’ οὗ καὶ τῶν πόλεων αἱ εὐνομώταται διττοὺς ἐπιμελητὰς καὶ ἄρχοντας αἱροῦνται τῆς κοινῆς εὐκοσμίας καὶ ἀσφαλείας, τοὺς μὲν ἐντὸς τοῦ τείχους, οὓς ἀστυνόμους προσαγορεύουσι, τοὺς δ’ ἐκτός, οἷς ὄνομα οἰκεῖον τίθενται, καλοῦσι γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες;

ἐὰν οὖν τις ποιμὴν ἢ αἰπόλος ἢ βουκόλος ἢ συνόλως ἀγελάρχης ἀγρὸν ἑτέρου βόσκῃ καὶ κατανέμῃ φειδὼ μηδεμίαν ποιούμενος μήτε καρπῶν μήτε δένδρων, ὅμοιον ἀποτινέτω κτῆμα προσόδου τῆς ἴσης.

καὶ ἀγαπάτω τοῦθ’ ὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον ἢ φυγὴν ἢ τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλ’ αὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ.

προφάσεις γὰρ ἀεὶ ζητῶν, αἷς ἐπελαφριεῖ τὰ ἀτυχήματα, δι’ ὑπερβάλλουσαν ἡμερότητα καὶ τὴν ἐκ φύσεως καὶ μελέτης φιλανθρωπίαν, εὗρεν ἀπολογίαν οὐκ ἀπῳδὸν ὑπὲρ τοῦ νομέως, τὴν φύσιν τῶν θρεμμάτων ἄλογον οὖσαν καὶ ἀπειθῆ, καὶ μάλισθ’ ὅταν ὀρέγηται τροφῆς.

ἔστω μὲν οὖν ὑπόδικος, ὅτι τὴν ἀρχὴν ἤλασε τὴν ἀγέλην εἰς ἀνεπιτήδειον χωρίον· μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν [*](2 τῶν ἀφ’ αἵματος SM: τῶν om. v κτὰ μείζονα περιγραφὴν Mang.: καὶ τὰ μείζονα περὶ γραφὴν S, καὶ τὰ μείζονα γραφὴν M 4 tit. περὶ βλάβης add. S mg M εἶπεν S 5 ἥμερος S1, ἵμερος corr. S2 7 καὶ add. Mang., om. SM ἀφ’ οὗ SM: ἀφ’ ὦν v 8 αἰ εὐνομώτατοι M 9 οὓς om. M 10 προσαγορεύουσιν S τοὺς Mang.: τοῖς SM δὲ v τίθενται SM: ἐπιτίθενται V καλοῦσιν S τὸ πᾶν SM: om. v 12 λοίμη S 14 βόσκῃ M: βοσκήση S (v) 15 ἀποτεινέτω S (Mang.), ἀποτιννύτω M κτῆμα] τμῆμα conicio προσόδου τῆς ἴσης M, προσόδους τῆς ἴσης S: πρόσοδον τὴν ἴσην V 16 τοῦτ’ S1 17 ὃς M (Mang.): ὡς S 21 ἐπελαφριοῖ M 23 οὐκ ἀπῳδόν SM: om. v 24 μάλιστ’ S) [*](12 sqq. Exod. 225.)

v.5.p.215
μὲν τοῦ κακοῦ λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δ’ ἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν.

Βλάπτουσι δ’ οὐ μόνον κατανέμοντες βοσκήμασιν ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς.

προσήκει δὲ μήτ’ ἐν οἰκίαις μήτ’ ἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός.

ἐν γοῦν τοῖς ἀσυμβάτοις πολέμοις ἡ πρώτη καὶ μέση καὶ τελευταία δύναμίς ἐστι διὰ πυρός, ᾗ πιστεύουσι μᾶλλον ἢ ταῖς πεζῶν καὶ ἱππέων καὶ ναυμάχων τάξεσι καὶ ταῖς ὅπλων καὶ μηχανημάτων ἀφθόνοις παρασκευαῖς· πυρφόρον γάρ τις οἰστὸν βαλὼν καιρίως εἰς πολὺν νηῶν στόλον αὐτοῖς ἐπιβάταις κατέφλεξεν ἢ στρατόπεδα πολυάνθρωπα μετὰ τῶν παρασκευῶν, ἐφ’ αἷς ἐπεποίηντο τὰς τοῦ νικᾶν ἐλπίδας, ἐξανάλωσεν.

ἐὰν οὖν εἰς ἀκανθώδη φορυτὸν πῦρ ἐμβάλῃ τις, ὁ δ’ ἀναφλεχθεὶς προσεμπρήσῃ ἅλω πυρῶν ἢ κριθῶν ἢ ὀρόβων ἢ δράγματα ἀσταχύων συγκεκομισμένα ἢ βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος ὁ τὸ πῦρ ἐμβαλών, ἵν’ ἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν.

[*](2 δὲ V ἀπαλῶν τε scripsi: ἀπαλῶν ἅτε SM ἐμφορουμένην S2M: ἐμφορουμένων S1 (v) 4 tit. περὶ τοῦ μὴ ἀπερισκέπτως πῦρ ἐξάπτειν ἀκάνθαις add. S mg M βλάπτουσιν S 6 νέμεταί τε SM: τε om. v 8 ἀλογεῖ SM: om. V καὶ SM: μὲν v 8.9 ἕως ἂν πάντα scripsi: ἕως ἂν τὰ S1, ἕως πάπα S2M (v) 9 αὐτῆς M 9. 10 μήτε . . . μήτε v 11 ἐνερριπίσθη S ἐνέπρησε SM: ἀνέπρησε v 12 ῥείσης (sic) M 13 δύναμις ἐστὶ(ν) SM: ἐστὶ om. v 14 πιστεύουσα Mang. (Richt.) ἱππέων SM: ἵππων v τάξεσιν S 15 μηχανημάτων Mang.: ναυμαχητῶν SM 16 λβὼν S1, βαλὼν corr. S2 17 ἡ SM: καὶ v 19 πῦρ ἐμβάλῃ SM: παρεμβάλῃ v δὲ V 21 ἀποτιννύτω SM (v) 23 φύσει SM: om. v 24 δυναμένην ἠρεμεῖν ἱερώτατον: S ἱερώτατον cum sequentibus coniungendum esse vidit Mang.) 18 Exod. 226.)
v.5.p.216

Ἱερώτατον παρακαταθήκη τῶν ἐν κοινωνίᾳ πραγμάτων ἐστίν, ἐπὶ τῇ τοῦ λαβόντος κειμένη πίστει. δάνεια μὲν γὰρ ἐλέγχεται διὰ συμβολαίων καὶ γραμμάτων, τὰ δ’ ἄνευ δανείων ἐν χρήσει φανερῶς διδόμενα τοὺς θεασαμένους ἔχει μάρτυρας.

παρακαταθηκῶν δ’ οὐχ οὗτος ὁ τρόπος, ἀλλὰ μόνος τις αὐτὸς δίδωσι μόνῳ κρύφα, περιβλεπόμενος τὸν τόπον, μηδ’ ἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, ὁ μὲν ἵνα λάθῃ δούς, ὁ δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπ’ ἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δ’ ἐν καιρῷ κομιουμένου.