De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἶτα προσεπεσκέψατο, τίς οὐσία τοῦ ὁρατοῦ καὶ εἰ πάντων ἡ αὐτὴ τῶν κατὰ τὸν κόσμον ἢ ἑτέρων ἑτέρα καὶ ἐκ τίνων ἕκαστα ἐτελέσθη, καὶ τὰς αἰτίας δι’ ἃς ἐγένετο καὶ δυνάμεις αἷς συνέχεται καὶ πότερον αὗται σώματα ἢ ἀσώματοι.

ἡ γὰρ περὶ τούτων καὶ τῶν παραπλησίων ἔρευνα τί ἂν ἄλλο ἢ φιλοσοφία προσαγορεύοιτο; τί δὲ τῷ σκοπουμένῳ ταῦτα θεῖτο ἄν τις οἰκειότερον ὄνομα ἢ φιλόσοφον; τὸ γὰρ περὶ θεοῦ σκοπεῖν καὶ κόσμου καὶ τῶν ἐν αὐτῷ κοινῶς ζῴων τε καὶ φυτῶν καὶ περὶ νοητῶν παραδειγμάτων καὶ πάλιν αἰσθητῶν ἀποτελεσμάτων καὶ τῆς καθ’ ἕκαστον τῶν γεγονότων [*](1 πρὸς] ἐπὶ S καιρῶν] καρπῶν ΑΗ2 (Mang.) οἶς scripsi: ὧ S2, ὡς ceteri (v) 2 τελεσφορεῖται SF: τελεσφορεῖσθαι ceteri (v) μυρί’ ἄλλα πρὸς τούτοις transp. M μυρί᾿ MGH1P θαυμάσια· καὶ] θαυμάσια κάλλη coni. Mang. 2. 3 περιαθρήσας ἃ S 3 alt. κατὰ SF: om. ceteri (Mang.) καὶ ἀέρα F: καὶ (om. ἀέρα) S, καὶ ἀέρα τὰ κατὰ ceteri (κ. ἁ. καὶ τὰ κατὰ v) τάδε πάντα om. πάντα om. S, πάντα τάδε transp. M 4 ἕκαστα ἐπεδείξατο S δι’ αὐτοῦ FMGP, αὑ ex αὖ corr. Η1, διὰ τοῦ S 4. 5 καταλαβεῖν δι’ αὐτοῦ transp. M 5 διὰ τῆς ὁράσεως S: δι’ ὁράσεως ceteri (v) ἰδὼν om. S1, add. S2 αὐτῶ FM, αὐτῶν S2 αὐτὸ S1) μόνων M 6 καὶ φύσει φιλόκαλος F εἰκότα SF: εἰκότ’ ceteri 7 ταῦτα SF: ταῦτ’ ceteri αὐτοματισθέντα S 8 ὀνομάζειν] νομίζειν coni. Mang. 9 πεπεράσθαι (sic) Α; πεπεράτωται coni. Mang. δὲ SM: δ’ ceteri 10 τῶν om. M περιλαμβανόμενα 2 περιλαμβανόμενος ceteri (Turn.) ὡς om. AH2 ἐγέννησας (sic) G 12 ὁ ante καὶ τῶν add. F προεσκέψατο S 13 τῶν om. S τὸν κόσμον F: τὸν om. ceteri (v) ἑτέρων ἑτέρα F: ἑτέρα ἕτερα H1P) ἑτέρων ceteri (v) 14 ἕκαστα SFM: ἕκαστ’ ceteri ἐγένοντο S 14. 15 συνέχονται S 15 καὶ om. AH2 πρότερον AH2 αὐταὶ S σώματα SF: σώματ’ ceteri 16 τῶν παραπλησίον H1P, τῶν πλησίον S ἂν om. S 17 τί—θεῖτο] τί δ’ ἔστω σκοποῦμεν· ὧ ταῦτα τ’ (om. θεῖτο) S ταῦτα om. FH1P (Turn.) Ι7. 18 φιλοσόφου conicio 18 τὸ] τῷ Richt. θεοῦ] κόσμου F καὶ κόσμου om. SF αὐτῷ] κόσμω S 19 κοινῶν F, κοινῶς om. SH2 ζῴων τε om. SF)

v.5.p.204
ἀρετῆς τε καὶ κακίας φιλομαθῆ καὶ φιλοθεάμονα καὶ τῷ ὄντι φιλόσοφον διάθεσιν ἐμφαίνει.

μέγιστον μὲν δὴ τοῦτο τῷ βίῳ τῶν ἀνθρώπων ἀγαθὸν ὄψις παρέχεται· δοκεῖ δέ μοι ταύτης ἠξιῶσθαι τῆς προνομίας, ἐπειδὴ τῶν ἄλλων αἰσθήσεων συγγενεστέρα ψυχῇ καθέστηκεν· ἅπασαι μὲν γὰρ τὴν πρὸς διάνοιαν ἔχουσιν οἰκειότητα, αὕτη δὲ καθάπερ ἐν ταῖς οἰκίαις τὴν ἐγγυτάτω γένους πρώτην καὶ ἀνωτάτω τάξιν εἴληχε.

τεκμηριώσαιτο δ’ ἄν τις ἐκ πολλῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι χαιρόντων μὲν ὀφθαλμοὶ γανοῦνται καὶ μειδιῶσι, λυπουμένων δὲ συννοίας γέμουσι καὶ κατηφείας; εἰ δὲ πλεονάζοι καὶ πιέζοι καὶ ἀναθλίβοι τὸ ἄχθος, ἐκδακρύουσι καὶ κρατούσης μὲν ὀργῆς οἰδοῦσι καὶ ὕφαιμον καὶ πυρωπὸν ἐμβλέπουσιν, ἵλεων δὲ καὶ εὐμενές, εἰ χαλάσαι ὁ θυμός.

καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ σκοπεῖν αἱ κόραι πεπήγασι τρόπον τινὰ συνεννοοῦσαι, τῶν δὲ εὐηθεστέρων ὑπ’ ἠλιθιότητος πλάζεται καὶ ἡ ὅρασις οὐκ ἠρεμοῦσα· καὶ συνόλως τοῖς τῆς ψυχῆς πάθεσι συμπάσχουσιν ὀφθαλμοὶ καὶ ταῖς ἀμυθήτοις τροπαῖς συμμεταβάλλειν πεφύκασι διὰ τὴν οἰκειότητα· δοκεῖ γάρ μοι μηδὲν οὕτως ὁ θεὸς ἐμφανὲς ἀφανοῦς ἀπεργάσασθαι μίμημα

ὡς ὄψιν λογισμοῦ. ἐάν τις οὖν εἰς τὴν ἀρίστην καὶ ἡγεμονικωτάτην τῶν αἰσθήσεων ὅρασιν ᾖ ἐπιβεβουλευκώς τῳ καὶ καταφανῇ μὲν ἐλευθέρου ὀφθαλμὸν ἐκκόψας, τὰ αὐτὰ ἀντιπασχέτω, δούλου δὲ μή· [*](1 φιλομαθῆ τε καὶ ΜAH2 2 διάθεσιν] διάνοιαν S μὲν δὴ F μὲν om. ceteri (v) τῶ βίω τῶν ἀνθρώπων SF: τῶ γένει τῶν βροτῶν AH2, τῶν βροτῶν ἀνθρώπων ceteri (v) 3 ἀγαθῶν M παρέχεται] γὰρ ἔχεται S ταύτης] ταῦτ᾿ AH2 4 συνεργεστέρα H1; ἐνεργεστέρα Turn. ψυχὴ FGH1Ρ, ψυχῆς S 5 πρὸς τὴν transp. ΑΗ2 αὕτη δὲ add. H1: om. ceteri καθάπερ SH1: καθάπερ δ’ ceteri 6 καὶ πρώτην F εἴληφε P, ἔλαχε AH2 8 γανοῦνται] γάννυνται AH2H1 (v) μειδιῶσιν S γέμουσιν S 9 κατηφίας S1 πλεονάζοι Mang.: πλεονάζῃ S1, πλεονάζει S2, πλεονάσαν ceteri (v) πιέζει καὶ ἀναθλίβει S 9. 10 ἐκδακρύουσιν S 10 οἰδοῦσιν S alt. καὶ om. S 11 ἵλεων MH1P: ἵλεω ceteri εὐμενεῖς AH2 χαλάση S1, χαλάσει S2 12 καὶ σκοπεῖν SF: ἢ σκοπεῖν ceteri (v) αἱ κόραι πεπήγασι S: πεπήγασιν αἱ κόραι MGAH2, πεπήγασι FH1P1, αἱ κόραι ss. Η1 add. mg P2 συνεννοοῦσαι codd.: συννοοῦσαι v 13 δὲ S: δ’ ceteri ὑπ᾿ ἠλιθιότητος πλάζεται F: πλάζεται ἀπὸ ἠλιθιότητος MGH1P (v), πλάζεται (πλάζουσι S2) οἱ δ’ ἀπὸ ἠλιθιότητος S, ἀπὸ ἠλιθιότητος post ἠρεμοῦσα transp. AH2 14 πάθεσιν SGH1 οἱ ὀφθαλμοὶ MA (Mang.) 16 οὕτω M ἐργάσασθαι H1P (v) 17 ἐάν] εἰ M 18 ᾖ] ἢ SG, εἴη M, om. F τῳ scripsi: αὐτῶ corr. H1 (Turn.), om. AH2, τῶ ceteri καὶ om. F καταφανεῖ F 18.19 μὲν ἐλευθέρου H1P: ἐλευθἐου uὲν ceteri) [*](15—17 Maximi Ecl. cod. Barb. 1 158 (cap. νθ᾿): Φίλωνος: δοκεῖ — λογισμοῦ.)

v.5.p.205
οὐχ ὅτι συγγνώμης ἐστὶν ἄξιος ἢ ἔλαττον ἀδικεῖ, ἀλλ’ ὅτι πονηροτέρῳ χρήσαιτ’ ἂν ὁ πεπονθὼς ἀντιπηρωθέντι τῷ δεσπότῃ, μνησικακήσοντι τῆς συμφορᾶς τὸν ἀεὶ χρόνον καὶ ἀμυνουμένῳ καθ’ ἑκάστην ἡμέραν ὡς ἐχθρὸν ἄσπονδον ἀφορήτοις καὶ βαρυτέροις τῆς δυνάμεως ἐπιτάγμασιν, οἷς πιεζόμενος καὶ τὴν ψυχὴν ἀπορρήξει.

προὐνόησεν οὖν ὁ νόμος τοῦ μήτε τὸν ἐπιβεβουλευκότα ἀθῷον ἀφεθῆναι μήτε τὸν πεπηρωμένον προσαδικηθῆναι κελεύσας, εἴ τις ἐκκόψειε θεράποντος ὀφθαλμόν, ἀνενδοιάστως ἐλευθερίας μεταδιδόναι.

οὕτως γὰρ ὁ μὲν ἀνθ’ ὧν ἔδρασε διττὴν ἐνδέξεται ζημίαν, ἅμα τῇ τιμῇ καὶ τὴν ὑπηρεσίαν ἀφαιρεθείς, καὶ τρίτον ἑκατέρου τῶν λεχθέντων χαλεπώτερον, ἀναγκαζόμενος ἐν τοῖς μεγίστοις εὐεργετεῖν ἐχθρόν, ὃν ἴσως ηὔχετο κακοῦν ἀεὶ δύνασθαι, ὁ δὲ ἀνθ’ ὧν ὑπέμεινε παρηγορίαν ἕξει διπλῆν, οὐ μόνον ἐλευθερωθεὶς ἀλλὰ καὶ ἀργαλέον καὶ ὠμὸν δεσπότην ἐκφυγών.

Προστάττει δὲ κἂν εἴ τις ὀδόντα θεράποντος ἐκκόψειεν, ἐλευθερίαν χαρίζεσθαι τῷ θεράποντι. διὰ τί; ὅτι ζωὴ μὲν τίμιον, ὄργανα δὲ ζωῆς ἐτεκτήνατο ἡ φύσις ὀδόντας, οἷς τὴν τροφὴν οἰκονομεῖσθαι συμβέβηκεν. ὀδόντες δὲ οἱ μέν εἰσι τομίαι τῷ τέμνειν σιτία καὶ ὅσα ἄλλα ἐδώδιμα, διὰ τοῦτο ταύτης τῆς προσηγορίας ἀξιωθέντες, οἱ δὲ μύλαι τῷ τὰ διατμηθέντα εἰς μείονα λεαίνειν δύνασθαι.

παρ’ ἣν αἰτίαν [*](1 ἐστὶν SAH2: ἔστ’ ceteri (v) ἀλλ’] ἡ M, ἀλλ’ om. GH1P, ss. H1 2 ἀντιπηρωθέντι τῶ δεσπότη SF : ἀντιπεπονθότι τῶ δεσπότη ceteri; τῷ δεσπότῃ om. Turn., τῷ δεσπότῃ ἀντιπηρωθέντι Mang. μνησικακήσοντι Mang.: μνησικακήσαντι codd. 3 ἀμυνομένω SMA 4 καὶ ἄσπονδον AH2 ἀφορητοτέροις Η1 (Turn.) 5 οἷς] ὧ καὶ S πιαιζόμενος S1 ἀπορρήξει] ἀπαγορεύσει coni. Mang. οὑν om. S1, add. S2 τοῦ S1, τῶ S2, τὸ H2 6 ἐπιβεβουλευκότα SFH2: ἐπιβεβουλευκότ᾿ ceteri 7 κελεύσας S: κελεύσας ἵν’ ceteri (v) ἐκκόψειε F, ἐκκόψει S εἰ in ras.): ἐκκόψῃ ceteri (v) 8 μεταδιδόναι scripsi: μεταδιδῶ S1FAH2 (v), μεταδιδότω ceteri οὕτως S: οὕτω ceteri 9 ἐνδέξεται scripsi: ἐνδείξεται F, ἐνδέχεται S, ἐκδέχεται M, ἐκδέξηται GH1P, ἐκδέξεται AH2 (v) τῆ τιμὴ FAH2: τῇ om. ceteri (Turn.) καὶ om. AH2 ἀφαιρεθεῖσι G 11 ὁ δὲ SF: ὅδ’ H1P ὁ δ’ ceteri 13 alt. καὶ om. AH2 14 tit. περὶ ἐκκοπῆς ὀδόντων add. S mg M εἴ τις SF: εἴ om. ceteri (v) ἐκκόψειεν SF: ἐκκόψῃ ceteri (v) 15 ζωὴν S1 ut vid. (v eras.), ζῆν AH2 ὄργανον ML (Turn.) 17 δὲ S: δ’ ceteri οἱ] εἰ P τομίαι F: om. ceteri (v) ; ὀδόντων . . . τομεῖς coni. Mang. coll. Poll. II 91 τῶ FMG: τῶν SH1P, τοῦ AH2 τέμνοντι G ὅσα SF: ὅσ’ ceteri 18 ἄλλα SFA: ἀλλ’ ceteri διὰ τοῦτο om. F (fort. recte) τῆς om. Turn. οἱ δὲ] αἱ δὲ F 19 μύλαι SFMG: μύλοι H1P (v), om. AH2 τῷ] τὸ M, ἐπὶ τῶ AH2 μεί(??)ονα F (coni. Mang.): μείζονα ceteri λιαίνειν S1, corr. S2) [*](14 Exod. 2127.)

v.5.p.206
ὁ ποιητὴς καὶ πατὴρ οὐδὲν εἰωθὼς δημιουργεῖν, ὃ μὴ πρός τινι τέτακται χρείᾳ, τοὺς ὀδόντας οὐχ ὥσπερ τῶν ἄλλων μερῶν ἕκαστον κατὰ τὴν πρώτην γένεσιν εὐθὺς εἰργάζετο, διανοηθεὶς ὅτι βρέφει μὲν γαλακτοτροφεῖσθαι μέλλοντι περιττὸν ἄχθος γενήσονται, μαστοῖς δὲ πηγάζουσιν, οἷς ἄρδεται ἡ τροφή, χαλεπὴ ζημία κατὰ τὴν ὁλκὴν τοῦ γάλακτος ὀδαξωμένοις.

τὸν ἐπιτήδειον οὖν καιρὸν προϊδόμενος—ἔστι δ’ οὗτος, ἡνίκα τὸ βρέφος ἀπότιτθον γίνεται—τὴν ἔκφυσιν τῶν ὀδόντων, ἣν ἐταμιεύσατο πρότερον, ἀνέφηνεν, ὅτε δύναται ἤδη τῆς τελειοτέρας ἀνέχεσθαι τροφῆς ὀργάνων ὧν εἶπον δεομένης τὴν διὰ τοῦ γάλακτος ἀποστρεφόμενον.

ἐὰν οὖν τις εἴξας ἀλαζονείᾳ θεράποντος ὀδόντα ἐκκόψῃ τὸν ὑπηρέτην καὶ ὑποδιάκονον τῶν ἀναγκαιοτάτων, τροφῆς τε καὶ ζωῆς, ἐλευθερούτω τὸν ἀδικηθέντα, στερόμενος καὶ αὐτὸς τῆς ἐκ τοῦ πεπονθότος λατρείας τε καὶ ὑπηρεσίας.

ἰσότιμον οὖν, φήσει τις, ὀδοὺς ὀφθαλμῷ; πρὸς ἃ γέγονεν ἑκάτερον, εἴποιμ’ ἄν, ἰσότιμον, πρὸς μὲν τὰ ὁρατὰ ὀφθαλμός, πρὸς δὲ τὰ ἐδώδιμα ὀδούς. εἰ δὲ καὶ συγκρῖναί τις ἐθελήσει, σεμνότατον μὲν εὑρήσει τῶν ἐν σώματι μερῶν ὀφθαλμὸν ἅτε θεωρὸν ὄντα τοῦ σεμνοτάτου τῶν κατὰ τὸν κόσμον, οὐρανοῦ, χρήσιμον δὲ ὀδόντα ὡς ἂν τροφῆς, τοῦ χρησιμωτάτου πρὸς τὸ ζῆν, ἐργάτην· καὶ ὁ μὲν τὰς ὄψεις ἀποβαλὼν οὐ κεκώλυται βιοῦν, τῷ δὲ ἐκκοπέντι τοὺς ὀδόντας ἐφεδρεύει θάνατος οἴκτιστος.

εἰ δή τις ἐπιβουλεύει περὶ τὰ μέρη ταῦτα τοῖς οἰκέταις, μὴ ἀγνοείτω λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζων τούτοις χειροποίητον· τί γὰρ ὄφελος ἀφθονίαν μὲν εἶναι τροφῶν, τὰ δὲ πρὸς τὴν διοίκησιν αὐτῶν ὄργανα σεσυλῆσθαι καὶ [*](1 τέτακται S: τάξηται AH2, τετάξεται ceteri (v) 2 ἕκαστον μερῶν transp. F 3 εἰργάσατο AH2 βρέφη G 5 ἄρδεται] ἀρδεύεται Η1 (Turn.) ἡ om. S 6 ὀδαξωμένοις F: ὀδραξωμένοις S, ὀδαξουμένοις MG (v), ὀδαυξουμένοις H1P, δακνουμένοις Α, διακνουμένους Η2 τὸν δ’ ἐπιτήδειον καιρὸν 2 προ·ἰδόμενος v: προειδομένου S, προειδόμενος ceteri 7 γίνηται M, γένηται S 8 τὸ πρότερον ΑΗ2 ἀπέφηνεν Μ ὅτε δύναται e. gr. addidi 8. 9 ἐνέχεσθαι S 9 διὰ] δὲ M 9. 10 ἀποστρεφομένων F 10 ὀδόντ’ GH1P 11 τε om. S 12 στερούμενος SM καὶ αὐτὸς codd.: καὶ oni. v 13 ἰσότιμος G φήσει scripsi: φησί codd. (v) 14 μὴ πρὸς ἁ Η1 (Turn.) ἑκάτερα S εἴποιμι M ἰσότιμον FAH2: ἰσότιμα ceteri (Turn.) 15 καὶ om. ΑΗ2 συγκρίνειν F 16 ἐθελήσει SF: θελήσειε ΑΗ2, θελήσει ceteri (v) σεμνότερον AH2 17 τοῦ σεμνοτάτου] τῶν σεμνοτάτων· ἅτε S τῶν] τοῦ M, τῶν oin. AH2 τὸν om. FAH2 18 δὲ SF: δ’ ceteri ὀδόντα] ὄντα S ὡς ἂν τροφῆς SF: ὡς τροφῆς M, ὡς ἀνατροφῆς GH1P (v), ἀνατροφῆς AH2 19 δὲ S: δ’ cetori 20 δὴ] δέ SF ἐπιβουλεύει SFMG: ἐπιβουλεύοι ceteri ν) 21 μὴ] μὲν P ἀγνοήτω P, ἡ ex εἰ corr. H1 22 ὤφελος S1, corr. S2 23 τροφῶν] τροφῆς S αὐτῶν om. S)

v.5.p.207
ἀποβεβληκέναι χαλεπῶν ἕνεκα καὶ ἀμειλίκτων καὶ ὠμοθύμων δεσποτῶν;

διὰ τοῦτο καὶ ἑτέρωθι παρὰ χρεωστῶν ἀπαγορεύει δανεισταῖς μύλον ἢ ἐπιμύλιον ῥύσιον αἰτεῖν, ἐπειπὼν ὅτι ὁ τοῦτο δρῶν ψυχὴν ἐνεχυριάζει· ὁ γὰρ τὰ τοῦ ζῆν ὄργανα ἀφαιρούμενος ἐπ’ ἀνδροφονίαν ἵεται, μέχρι καὶ ψυχῆς ἐπιβουλεύειν διανοηθείς.

Τοσαύτην δὲ πρόνοιαν ἐποιήσατο τοῦ μηδένα παραίτιόν τινι γενέσθαι θανάτου, ὡς καὶ τοὺς προσαψαμένους νεκροῦ σώματος, ὃ τελευτὴν ἐνδέδεκται τὴν κατὰ φύσιν, οἴεται δεῖν μὴ εὐθὺς εἶναι καθαρούς, μέχρις ἂν περιρρανάμενοι καὶ ἀπολουσάμενοι καθαρθῶσιν. εἰς μέντοι τὸ ἱερὸν οὐδὲ τοῖς σφόδρα καθαροῖς ἐφῆκεν εἰσιέναι ἐντὸς ἡμερῶν ἑπτά, τρίτῃ καὶ ἑβδόμῃ κελεύσας ἀφαγνίζεσθαι.

ἔτι μέντοι καὶ τοῖς εἰσιοῦσιν εἰς οἰκίαν, ἐν ᾗ τετελεύτηκέ τις, προστάττει μηδενὸς ἅπτεσθαι, μέχρις ἂν ἀπολούσωνται καὶ τὰς ἐσθῆτας αἷς ἀμπίσχοντο προσαποπλύναντες· σκεύη δὲ καὶ ἔπιπλα καὶ ὅσα ἄλλα ἔνδον εἶναι συμβέβηκε πάνθ’ ὡς ἔπος εἰπεῖν ἀκάθαρτα ἡγεῖται.

ψυχὴ γὰρ ἀνθρώπου τίμιον, ἧς μετανισταμένης καὶ μετοικιζομένης τὰ ἀπολειφθησόμενα πάντα μιαίνεται στερόμενα θείας εἰκόνος, ἐπειδὴ θεοειδὴς ὁ ἀνθρώπινος νοῦς πρὸς ἀρχέτυπον ἰδέαν, τὸν ἀνωτάτω λόγον, τυπωθείς.

ἔστω δέ, φησίν, ἀκάθαρτα καὶ τὰ ἄλλα ὅσων ἂν ὁ ἀκάθαρτος προσάψηται, μετουσίᾳ τοῦ μὴ καθαροῦ μιαινόμενα. καθολικωτέραν δ’ ἀπόφασιν ὁ χρησμὸς οὗτος ἔοικέ πως δηλοῦν, οὐκ [*](1 ἕνεκεν SF καὶ ante ἀμειλίκτων om. S 2 tit. ὅτι οὐ δεῖ μύλον ἐνεχυριάζειν add. S mg M περὶ ΑΗ2 μύλον] μύλιον S 3 ὁ oiu. S, ss. F τοῦτο] τοῦθ’ ὁ S2, τοῦτο om. F ἐνεχειριάζει AH2; ἐνεχυράζει conicio 4 τοῦ ζῆν τὰ ὄργανα F ἀφαιρούμενος] ἀναιρούμενος S, συλῆσαι προαιρούμενος F ἐπ’ om. S ἵεται FMH1P, ἵεται om. S 5 ἐπιβουλεύει S διανοηθείς om. S 6 μηδὲν S γίνεσθαι Α 7 ὡς] ὥστε conicio ὃ] ὃ καὶ M 8 δέδεκται M εὐθὺς secludendum videtur 10 καθαροῖς] καταθέοις V 11 ἀφανίζεσθαι Turn. 12 ἄχρις AH2 13 αἷς] ἅς S ἀμπήχοντο F προσαποπλύνασθαι F 14 δὲ] τὲ F ὅσα SF: ὅσ’ ceteri ἄλλ’ MG ἔνδον] ἔσω S, ἔνδον om. H1P (Turn.) ss. P2 συμβέβηκεν S 15 ἀκάθαρτα SF: ἀκάθαρθ᾿ AH2, ἀκάθαρτ᾿ MGH1P τίμιον SF: σημεῖον ceteri (Turn.) 16 στερούμενα S θείας] μιᾶς S 17 ἐπειδὴ] ἐπεὶ δὲ AH2 θεοειδὲς S1 ut vid, corr. S2 ὁ om. AH2 εἰδέαν S 18 δέ om. FAH2 τὰ ἄλλα S: τἄλλα M, τἆλλα AH2GH1, τἄλλ’ P, πάντων F 19 ὅσα H1P (Turn.) 20 οὗτος] οὕτως M ἔοικέ πὼς δηλοῦν] ἔοικε παραδηλοῦν H1P (v)) [*](2 Deut. 24,6. cf. loseph. Ant. lud. IV § 270 μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στέρωνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδ’ ὑπ’ ἐνδείας πάθωσί τι τῶν χειρόνων. 7 Num. 19,11. 9 sq. Num. 1912. 11 sq. Num. 19,14. 19. 13 sq. Num. 19,15. 18 Num. 1922.)

v.5.p.208
ἐπὶ σώματος αὐτὸ μόνον ἱστάμενος, ἀλλὰ ἤθη καὶ τρόπους προσδιερευνώμενος ψυχῆς.

ἀκάθαρτος γὰρ κυρίως ὁ ἄδικος καὶ ἀσεβής, ὅτῳ μήτε τῶν ἀνθρωπίνων μήτε τῶν θείων αἰδώς τις εἰσέρχεται, πάντα φύρων καὶ συγχέων διά τε τὰς ἀμετρίας τῶν παθῶν καὶ τὰς τῶν κακιῶν ὑπερβολάς, ὥστε ὧν ἂν ἐφάψηται πραγμάτων πάντ’ ἐστὶν ἐπίληπτα τῇ τοῦ δρῶντος συμμεταβάλλοντα μοχθηρίᾳ· καὶ γὰρ κατὰ τοὐναντίον αἱ πράξεις τῶν ἀγαθῶν ἐπαινεταί, βελτιούμεναι ταῖς τῶν ἐνεργούντων ἀρεταῖς, ἐπειδὴ πέφυκέ πως τὰ γινόμενα τοῖς δρῶσιν ἐξομοιοῦσθαι.

[*](1 ἀλλὰ ἤθη S, ἀλλ’ ἤθη F: ἀλλὰ (om. ἤθη) ΑΗ2, ἀλλ’ ἤδη ceteri (v) 1.2 διερευνώμενος Α 2 καὶ ὁ ἀσεβής S ὅτῳ om. S 3 ἀνθρωπίνων S: ἀνθρωπείων ceteri εἰσέρχεται F (coni. Mang.): ἔρχεται ceteri (v) 4 alt. τὰς] διὰ F κακῶν G 5 ὥσθ’ ΑΗ2 ἄν] ἐὰν S, om. Α 6 συμμεταλαμβάνοντα S 7 βελτιούμεναι] ἐξομοιούμεναι F ἐνεργούντων] ἐπιτελούντων F 8 φίλωνος περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς β΄ γένη τῶν ι΄ λογίων τὸ ς΄ καὶ τὸ ζ΄, τό τε κατὰ μοιχῶν καὶ παντὸς ἀκολάστου καὶ τὸ κατὰ ἀνδροφόνων καὶ πάσης βίας ἀσεβείας S) subscr. SG)