De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

μὴ γὰρ ἄν ποτε τὸν ἵλεω καὶ συγγνώμονα θεὸν ἐπ’ ἀναιρέσει τόν γε ἀναίτιον ἐκδοῦναι, ἀλλ’ ὅστις τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις εὐμηχάνως ἕνεκα τοῦ πολυτρόπου διαδιδράσκει, πρὸς δὲ τὸ τῆς φύσεως ἀχθεὶς ἀφανὲς δικαστήριον ἑάλω, ἐν ᾧ μόνῳ τἀληθὲς ἀκραιφνέστατον ὁρᾶται, λόγων τέχναις οὐκ ἐπισκιαζόμενον, οὐδὲ γὰρ λόγους τὴν ἀρχὴν παραδέχεται βουλήματα ἀπαμπίσχον καὶ διανοίας ἀφανεῖς εἰς τοὐμφανὲς ἄγον —, τῇ δὲ καὶ τὸν ἀνελόντα φόνῳ μὲν οὐ ποιῶν ὑπόδικον ἅτε θείᾳ κρίσει δόξαντα ὑπηρετῆσαι, μιάσματι δὲ ἀδηλουμένῳ καὶ βραχεῖ πάντως, ὃ παραιτητὸν καὶ συγγνωστόν ἐστι.

χρῆται γὰρ ὁ θεὸς τοῖς ὀλίγα καὶ ἰάσιμα διαμαρτάνουσι κατὰ τῶν μέγιστα καὶ ἀνίατα ἠδικηκότων ὑπηρέταις κολάσεως, οὐκ ἐκείνους ἀποδεχόμενος, ἀλλ’ ὡς ἂν ὄργανα παραλαμβάνων ἐπιτήδεια πρὸς τιμωρίαν, ἵνα μηδεὶς ὅλῳ βίῳ καθαρὸς ὢν καὶ ἐκ καθαρῶν φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται.

φυγὴν οὖν κατὰ τοῦ κτείναντος ἀκουσίως ὥρισεν, οὐχ ὅπῃ τύχοι οὐδ’ εἰς ἀεί· [*](1 tit. περὶ ἀκουσίου φόνου add. SF mg M, περὶ ἀκουσίου mg H1P 2 μὴ ἑκουσίω SF: ἀκουσίω ceteri (v) 2.3 φησὶν ὁ ἱερὸς νόμος] φησὶ μωσῆς F 3 παραδεδόσθαι post ἀνδροφόνοις transp. F ὑπὸ F: ἀπὸ ceteri (v) 4 δοξάσαντος G 5 ἵλεων GH1P (v) εὐγνώμονα M 5. 6 τόν γε ἀναίτιον S: τινὰ τῶν ἀναιτίων ceteri (v) 6 παρὰ SH1P: παρ᾿ ceteri 8 μόνῳ om. S ἀκραιφνέστατον FL2: ἐμφανέστατον A, ἐκφανέστατον ceteri 9 λόγους] λόγω AH2 10 βουλήματα SFM: βουλήματ᾿ ceteri ἀπαμπίσχον F: ἀπαμφ ά ισκον τα S (τα ss. m. 2), ἀπαμφιάσκον M Barb., ἀπαμφίσκον ceteri (v) ἐννοίας ἀφανεῖς vel τὰ διανοίας ἀφανῆ coni. Mang. τοὐμφανὲς S: τοὺμφανέστατον ceteri (v) 11 ἄγον τα S (τα ss. m. 2) φόνου F2 11. 12 κρίσει θεία transp. FAH2 12 δόξαντα FM: δόξαντ᾿ H1P (v), δόξανθ᾿ GAH2 Barb., δοξάσαντα S δὲ SF: δ’ ceteri ἀδηλουμένῳ] ἀβουλήτῳ coni. Mang. 13 θεὸς] ἔλεος F 14 ἰάσιμ᾿ GH1P (Barb.), μικρὰ S διαμαρτάνουσι FL2: άμαρτάνουσι ceteri μέγιστα SH1: τὰ μέγιστα ceteri (v) ἀνίατα SFAH2: ἀνίατ᾿ ceteri 15 ὡς ἂν] ὡς ἔστιν AH2 16 τιμωρίαν FL2: τιμωρίας ceteri 17 ἐκ καθαροῦ G ᾗ om. M 18 κτείνοντος S οὐχ S: οὔθ᾿ ceteri (v) ὅποι M τύχοι FM: τύχοι FM: τύχη ceteri (τύχῃ v) οὐδ’] οὔτ᾿ F εἰς ἀεί F: ἐσαεί ceteri (v)) [*](2—185,7 Catena Barber, IV 56 fol. 134r φίλωνος ἑβραίου ἐν τῷ περὶ εὐσεβείας λόγῳ: τὸν ἀκουσίῳ γνώμῃ — ὑποληπτέον.)

v.5.p.185
πόλεις μὲν γὰρ ἓξ ἀπένειμεν, ὀγδόην μοῖραν ὧν ἔλαχεν ἡ ἱερωμένη φυλή, τοῖς ἁλοῦσιν, ἃς ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „φυγαδευτηρίων“· χρόνον δὲ τῆς φυγῆς τὸν βίον τοῦ ἀρχιερέως προσενομοθέτησε κάθοδον μετὰ τὴν ἐκείνου τελευτὴν ἐπιτρέπων.

αἰτία δὲ τούτου μὲν προτέρα ἥδε· ἡ λεχθεῖσα φυλὴ τὰς πόλεις εἴληφεν ἆθλον ἀνδροφονίας εὐαγοῦς, ἣν ἀριστειῶν ὅσαι πώποτε γεγόνασιν ἐπιφανεστάτην καὶ μεγίστην ὑποληπτέον.

ἡνίκα γὰρ ὁ προφήτης εἰς τὸ περιμηκέστατον καὶ ἱερώτατον τῶν κατ’ ἐκεῖνον τὸν τόπον ὀρῶν ἀνακληθεὶς ἐθεσπίζετο τὰ γένη τῶν ἐν εἴδει νόμων καὶ πλείους ἦν ἀφανὴς ἡμέρας, οἱ μὴ τὰς φύσεις εἰρηνικοὶ τῶν ἐξ ἀναρχίας κακιῶν πάντα κατέπλησαν καὶ τέλος προσέθηκαν ἀσέβειαν· τὰς μὲν ἀρίστας καὶ καλὰς ὑφηγήσεις περὶ τῆς τοῦ ὄντως ὄντος θεοῦ τιμῆς χλευάσαντες, ταῦρον δὲ κατασκευασάμενοι χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, θυσίας ἀνῆγον ἀθύτους καὶ ἑορτὰς ἀνεόρτους καὶ χοροὺς ἀχορεύτους ἐπετέλουν σὺν ᾠδαῖς καὶ ὕμνοις ἀντὶ θρήνων.

ἡ δὲ λεχθεῖσα φυλὴ πάνυ χαλεπῶς ἐνεγκοῦσα τὴν αἰφνίδιον ἐκδιαίτησιν καὶ ζήλῳ πυρωθεῖσα διὰ μισοπόνηρον πάθος, ὑπόπλεῳ πάντες ὀργῆς, μεμηνότες, ἐνθουσιῶντες, ὡς ἀφ’ ἑνὸς συνθήματος ὁπλισάμενοι, διττὴν μεθύοντας μέθην, τὴν μὲν ἀσεβείᾳ, τὴν δὲ οἴνῳ, μάλα [*](1 ἓξ ἀπένειμεν] ἐξα μὲν (sic) F ὧν] τῶν ὧν M 2 φυγαδευτηρίων scripsi: φυγαδευτήριον SFL1, φυγαδευτηρίου AH2GP, τοῦ φυγαδευτηρίου M, φυγαδευτήρια H1L2 (v) 4.5 τούτου μὲν προτέρα F: τοῦ μὲν προτέρου ceteri (v) 5 ἡ om. S τἀς πόλεις εἴληφεν] ἧς αἱ πόλεις SF 6 ἐναγοῦς Α ἀριστιῶν S πώποτε] ποτε Α μεγίστην καὶ ἐπιφανεστάτην transp. G 7 ὁ προφήτης] μωσῆς F, ὁ μώσης ΑΗ2, ὁ πρεσβύτερος G 8 τῶν SFL: ὄρος ΑΗ2, om. MGH1P ὁρῶν GPL (sic v), ὀρῶν om. AH2 ἀνακλιθεὶς M ἐθεσπίζετο γὰρ L (Turn.) τὰ γένη] τά γε F 9 πλείους ἦν] πλείουσιν S ἀφανεῖς SAH2 9.10 εἰρηνικοὶ] ἑρμαῖοι coni. Mang. 10 κακιῶν scripsi: κακῶν codd. (v) κατέπρησαν S προσέθηκαν — περὶ τῆς (11) om. G προσεπέθηκαν F 11 τῆς om. Richt. 11. 12 ὄντος ὄντως GH1P, ὄντως om. F 12 χλευάσαντες τιμῆς transp. M, τιμῆς om. S χρυσοῦν] χαλκοῦν F 13 καὶ αἰγυπτιακοῦ S ἀνήγαγον S καὶ ἴστωσαν (sic) ἑορτὰς S, unde Mang. coni. καὶ ἵστασαν ἑορτὰς coll. de vita Mos. § 162 14 ὕμνους S 15 πάνυ] πάλιν F χαλεπῶς] κακῶς S ἐνεγκοῦσα SF: ἐνέγκασα ceteri (v) 16 πειρωθεῖσα F1, corr. F2 πάθος om. M ὑπόπλεω S: ὑπόπλεοι ceteri (v) 17 πάντες om. F μεμηνότες S: om. ceteri (v) 17. 18 ὡπλισμένοι F 18 διττὴν] διὰ τὴν S μεθύοντας F2MP: μεθύοντες F1AH2GH1, om. S τῆ bis S εὐσεβεία H1H2 ἀσεβείας et οἴνου voluit Mang., sed cf. de vit. Mos. II § 162) [*](1 Num. 35,6. 11—15. Deut. 4,42. cf. loseph. Ant. lud. IV § 172 52. 28. 7 sqq. Exod. cap. 32.)

v.5.p.186
καταφρονητικῶς ἐπιστροφάδην ἀνῄρουν, ἀπὸ τῶν οἰκειοτάτων καὶ φιλτάτων ἀρξάμενοι, φίλον καὶ συγγένειαν ἓν τὸ θεοφιλὲς εἶναι νομίζοντες· καὶ βραχεῖ μέρει ἡμέρας τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες ἀνῃρέθησαν, ὧν αἱ συμφοραὶ τοὺς συναπονοεῖσθαι μέλλοντας ἐνουθέτησαν, δέει τοῦ μὴ τὰ παραπλήσια παθεῖν.

ταύτην τὴν στρατείαν ἐθελουργὸν καὶ αὐτοκέλευστον ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος τῆς εἰς τὸν ὄντως ὄντα θεὸν γενομένην οὐκ ἄνευ μεγάλων κινδύνων τοῖς ἀραμένοις τοὺς ἀγῶνας αὐτὸς ὁ πατὴρ τῶν ὅλων ἀπεδέξατο καὶ τοὺς ἀνελόντας δικάσας παρ’ αὑτῷ καθαροὺς εἶναι παντὸς ἄγους καὶ μιάσματος ἱερωσύνην τῆς ἀνδραγαθίας

τούτοις ἀντιδωρεῖται. τὸν οὖν ἀκούσιον δράσαντα φόνον κελεύει φυγεῖν εἰς ἐνίας ὧν ἔλαχον οὗτοι πόλεις ἕνεκα παρηγορίας καὶ ὑπὲρ τοῦ μὴ ἀπογινώσκειν τὴν εἰς ἅπαν ἀσφάλειαν, ὑπομιμνῃσκόμενον ἐκ τοῦ τόπου τὸ ἄφοβον καὶ λογιζόμενον, ὅτι τοῖς ἑκουσίως ἀπεκτονόσιν οὐ μόνον ἀμνηστία δέδοται ἀλλὰ καὶ γέρα μεγάλα καὶ περιμάχητα καὶ πολλῆς εὐδαιμονίας, εἰ δὲ τούτοις, πολὺ μᾶλλον τοῖς μὴ ἐκ προνοίας ἀνελοῦσιν, εἰ καὶ μηδὲν τῶν ἐπὶ τιμῇ, ἀλλ’ αὐτὸ γοῦν τὸ πανύστατον, μὴ ἀνταναιρεθῆναι· δι’ οὗ παρίσταται τὸ μὴ πᾶσαν ἀνδροφονίαν ἐπίληπτον ἀλλὰ τὴν σὺν ἀδικίᾳ μόνην εἶναι, καὶ τῶν ἄλλων ἐπαινετὴν [*](1 τῶν codd.: om. v 2 φίλον καὶ συγγένειαν] φίλων καὶ συγγγενειῶν F1 (ei eras. F2) ; φίλων καὶ συγγενῶν v ἓν] καὶ υἱὸν ΑΗ2 ἓν τὸ] ἐν τῶ S 3 τέσσαρες SF2 τέσσαρσιν F1): τέτταρες ceteri 4 συναπονοεῖσθαι SFL2: ἀπονοεῖσθαι ceteri δέει] πλέον S 6 ὁσιότητος καὶ εὐσεβείας F τῆς Mang.: τὴν codd. ὄντως ὄπα SAH2: ὄντα ὄντως ceteri 7 κινδύνων] ἀγώνων S τοῖς ἀραμένοις SFL2: τοὺς ἀραμένους ceteri 8 παρ’ αὐτῶ SF αὑτῷ scripsi): παραυτὰ ceteri; παραυτίκα coni. Mang. 9 καθαροὺς om. M ἀνδραγαθίας SF: ἀνδρείας MAH2P, ἀνδρίας GH1 (Turn.) 10 δωρεῖται F φόνον om. SF 11 φυγὴν 31, φεύγειν S ὑπὲρ S: om. ceteri (v) 12 τὴν om. SM εἰς ἅπαντας L (Turn.) ὑπομιμνησκόμενος F1, corr. F2 13 καὶ om. Turn. ἀκουσίως F ἀπεκτονοῦσιν P, ό ex οὐ corr. Η1 ἀποκτείνουσιν S 14 ἀμνηστεία S Barb. δέδοται F: δίδοται ceteri καὶ μεγάλα M 1.3 πολλῆς εὐδαιμονίας SF: πόλεις εὐδαιμονίας ceteri; πολλὴ εὐδαιμονία v; πολλῆς εὐδαιμονίας μεστὰ vel γέμοντα couicio πολλῶ F, μέλ’ μᾶλλον πολὺ transp. AH2 μὴ om. GP1 16 ἀναιροῦσιν (sic) Α, ἀναιροῦσιν H2 εἰ καὶ] καὶ εἰ S ἀλλ’ αὐτό γ’ οὖν τό πᾶν ὕστατον S: ἀλλὰ τὸ γοῦν πανύστατον ceteri (v) 17 pr. μὴ] τὸ μὴ M 3 — 188,19 pergit Catena Barber. IV 56: εἴτ’ διεξιὼν τῶν Λευιτῶν τὸν ζῆλον, ὃν ἐνεδείξαντο ἐπ’ ἀναιρέσει τῶν μοσχοποιησάντων βραχεῖ μέρει ἡμέρας τέσσαρας πρὸς τὰς (sic) εἴκοσι χιλιάδας τῶν ὁμογενῶν ἀνελόντες, ἐπάγει· τὸν οὖν ἀκούσιον δράσαντα φόνον (10)— θάνατον κατέγνω. 3 τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες: de vit. Mos. § 172 ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους (Exod. 32,28).)

v.5.p.187
μὲν τὴν κατὰ πόθον καὶ ζῆλον ἀρετῆς, οὐ ψεκτὴν δὲ τὴν ἀκούσιον.

ἥδε μὲν αἰτία προτέρα λελέχθω, δευτέραν δ’ αὐτίκα μηνυτέον· βούλεται ὁ νόμος τὸν ἀκουσίως ἀποκτείναντα διασῴζειν, εἰδὼς γνώμῃ μὲν οὐκ ἔνοχον χερσὶ δὲ ὑπηρετήσαντα τῇ τῶν ἀνθρωπίνων ἐφόρῳ δίκῃ πραγμάτων· ἐφεδρεύουσι γὰρ ἐχθροὶ φονῶντες οἱ τοῦ τεθνεῶτος ἀγχιστεῖς, οἳ δι’ ὑπερβάλλοντα οἶκτον καὶ πένθος ἀπαρηγόρητον ἵενται πρὸς ἄμυναν ἀλόγῳ φορᾷ τἀληθὲς καὶ τὸ φύσει δίκαιον οὐκ ἐξετάζοντες.

ἐπέτρεψεν οὖν τῷ τοιούτῳ καταφεύγειν οὔτε εἰς ἱερὸν ἅτε μήπω κεκαθαρμένῳ οὔτε εἰς ἠμελημένον καὶ ἀφανὲς χωρίον, ἵνα μὴ ῥᾳδίως ἐκδοθῇ καταφρονηθείς, ἀλλ’ εἰς ἱερόπολιν, ἥτις ἐστὶν ἱεροῦ καὶ βεβήλου τόπου μεθόριος, τρόπον τινὰ δεύτερον ἱερόν· αἱ γὰρ τῶν ἱερωμένων πόλεις σεμνότεραι τῶν ἄλλων εἰσίν, ἐφ’ ὅσον, οἶμαι, καὶ οἰκήτορες οἰκητόρων ἐντιμότεροι· βούλεται γὰρ τῇ τῆς ὑποδεξαμένης προνομίᾳ βεβαιοτάτην ἀσφάλειαν περιποιῆσαι τῷ καταφυγόντι.

χρόνον δ’, ὡς ἔφην, ὥρισε τῆς καθόδου τὴν τοῦ μεγάλου ἱερέως τελευτὴν αἰτίας ἕνεκα τοιᾶσδε· ὥσπερ ἑνὸς ἑκάστου τῶν δολοφονηθέντων οἱ συγγενεῖς εἰσιν ἔφεδροι τῆς κατὰ τῶν δολοφονησάντων δίκης καὶ τιμωρίας, οὕτως καὶ τοῦ σύμπαντος ἔθνους συγγενὴς καὶ ἀγχιστεὺς κοινὸς ὁ ἀρχιερεύς ἐστι, πρυτανεύων μὲν τὰ δίκαια τοῖς ἀμφισβητοῦσι κατὰ τοὺς νόμους, εὐχὰς δὲ καὶ θυσίας τελῶν καθ’ ἑκάστην ἡμέραν καὶ τὰ ἀγαθὰ αἰτούμενος ὡς ὑπὲρ ἀδελφῶν καὶ γονέων καὶ τέκνων, ἵνα πᾶσα ἡλικία καὶ πάντα μέρη τοῦ ἔθνους ὡς ἑνὸς σώματος εἰς μίαν καὶ τὴν αὐτὴν ἁρμόζηται κοινωνίαν εἰρήνης καὶ εὐνομίας ἐφιέμενα.

τοῦτον οὖν εὐλαβείσθω πᾶς ὁ ἀκουσίως ἀνελὼν ὡς ὑπέρμαχον καὶ προαγωνιστὴν τῶν ἀναιρεθέντων καὶ εἴσω τῆς πόλεως εἰς [*](1 μὲν om. G 2 ἥδε] ἡ δὲ Richt. Tauchn. δευτέραν SFH1: δεύτερον ceteri 3 οὐκ ἔνοχον γνώμη μὲν εἰδὼς transp. ΑΗ2 γνῶ μὴς S 4 ἔνοχον] ἐναγῆ coni. Mang. δὲ S: δ’ ceteri τὴν . . . ἔφορον δίκην S1, corr. S2 ἀνθρωπίνων S: ἀνθρωπείων ceteri (v) 5 φονῶντες] φόνων τε F 6 οἲ om. 2 διὰ τὸν βάλλοντα F1 corr. F2 ἵενται MAH2 Barb.: ἵενται ceteri ἄμυναν mg H1 ἄλογον in textu H1 8 τὸ τοιοῦτον Α οὔτε SF: οὔτ’ ceteri κεκαθαρμένον M 9 οὔτε SF: οὔτ’ ceteri ἐμφανὲς F 10 ἀβεβήλου L2 (Turn.) 10.11 μεθόριον (sic) τόπου transp. M 12 οἰκήτορες] οἱ κτήτορες S 13 τῆ . . . προνομία SF: τὴν . . . προνομίαν ceteri (v) βεβαιοτέραν H1P (Turn.) 14 καταφεύγοντι SA 15 τοῦ om. GH1P (v) 16 οἱ συγγενεῖς F: οἱ om. ceteri (v) 16. 17 δολοφονηθέντων S 17 οὕτως καὶ S: οὕτως F, οὕτω ceteri (v) ἔθνους] γένους G 18 ὁ ἱερεύς P ἐστι om. M πρυτανεύων μὲν] πρυτανεύομεν G 20 τὰ ἀγαθὰ SF: τἀγαθὰ M, τἀγάθ’ ceteri 21 πᾶσ’ GH1P Barb. πάντα μέρη Mang.: τὰ μέρη codd. 22 ἐς S ἁρμόζῃ S 23 ὁ om. S ἑκουσίως F 24 προαγωνιστὴν FL2: ἀγωνιστὴν ceteri)

v.5.p.188
ἣν κατέφυγε κατακεκλείσθω, μὴ ἐπιθαρρῶν ἔξω προέρχεσθαι τειχῶν, εἰ δή τινα ποιεῖται λόγον ἀσφαλείας καὶ τοῦ ζῆν ἀκινδύνως.

ὅταν οὖν λέγῃ „μὴ ἐπανίτω ὁ φυγάς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας”, ἴσον τι τούτῳ φησίν· ἕως ἂν ἀποθάνῃ ὁ πάντων κοινὸς ἀγχιστεύς, ᾧ μόνῳ καὶ τὰ τῶν ζώντων καὶ τὰ τῶν τετελευτηκότων ἐφεῖται βραβεύειν.

τὴν μὲν οὖν καὶ νεωτέρων ἀκοαῖς ἐφαρμόζουσαν αἰτίαν τοιαύτην εἶναι συμβέβηκεν. ἣν δὲ πρεσβυτέροις καὶ τελείοις τὸ ἦθος θέμις ἀναφέρειν, ἥδ’ ἐστί· τῶν μὲν ἑκουσίων ἀδικημάτων αὐτὸ μόνον ἰδιώτας καθαρεύειν ἐφείσθω, λεγέτω δ’ εἰ βούλεταί τις καὶ τοὺς ἄλλους ἱερεῖς, ἀμφοτέρων δ’ ἑκουσίων τε καὶ ἀκουσίων κατὰ τὸν ἐξαίρετον λόγον τὸν ἀρχιερέα.

προσάπτεσθαι γὰρ αὐτῷ μιάσματος τὸ σύνολον οὐ θεμιτόν, οὔτ’ ἐκ προνοίας οὔτε κατὰ τροπὴν τῆς ψυχῆς ἀβούλητον, ἵνα ἱεροφάντης ὢν κοσμῆται καθ’ ἑκάτερον, διανοίᾳ τε χρώμενος ἀνεπιλήπτῳ καὶ εὐπραγίᾳ βίου, ᾧ μηδὲν ὄνειδος πρόσεστι.

τῷ δὴ τοιούτῳ γένοιτ’ ἂν ἀκόλουθον ὑποβλέπεσθαι καὶ τοὺς ἀκουσίως ἀπεκτονότας [οὐχ] ὡς ἐναγεῖς, ἀλλ’ οὐχ ὡς καθαροὺς καὶ παντὸς ἀμετόχους ἁμαρτήματος, καὶ εἰ τὰ μάλιστα τοῖς τῆς φύσεως ὑπηρετῆσαι βουλήμασιν ἔδοξαν τισαμένης διὰ τούτων τοὺς ἀναιρεθέντας, ὧν ἀφανῶς αὕτη δικάσασα παρ’ ἑαυτῇ θάνατον κατέγνω. ταῦτα μὲν ἐπ’ ἐλευθέροις καὶ ἀστοῖς· ἑξῆς δὲ καὶ περὶ οἰκετῶν νομοθετεῖται βιαίως ἀναιρεθέντων.

[*](1 κατέφυγε om. F μὴ ἐπιθαρρῶν codd. praeter S: μὴ πειθαρχῶν S; μηκέτι θαρρῶν v τειχῶν om. H1 (Turn.) 2 δή] δέ S 3 φυγάς] φονεύς S ἕως ἂν SF Barb.: ἂν om. ceteri (v) 4 τούτῳ] τοῦτο S post ἀποθάνῃ repet, ὁ ἱερεὺς ὁ μέγας Η1P (v) πάντων κοινὸς ἀγχιστεύς F: πᾶσι κοινῶς ἀγχιστεύων S, πάντων κοινὸς ἀγχιστεὺς ὤν ceteri (v) 5 ἐφίεται S (Mang.) 6 νεωτέραις AH2 ἁρμόζουσαν S 7 ἣν S (Mang.): τὴν ceteri (v) ἧ θέμις M 8 ἥδ’] ἡ δὲ AH2 ἐστίν S μὲν] μὲν οὖν Α ἑκουσίων S (Mang.): ἀκουσίων ceteri ἀδικημάτων om. AH2 9 ἐφείσθω codd.: ἐφιέσθω Mang. βούλεται F: βούλοιτο ceteri (v) 10 ἀμφοτέρω S ἀκουσίων τε καὶ ἑκουσίων transp. ΑΗ2 11 τὸ σύνολον S: συνόλως ceteri (v) 12 τροπὴν SF: τρόπον ceteri (Turn.) ἴνα SF: ἴν᾿ ceteri ἱεροφάντης] θεοῦ θεραπευτὴς F 13 κοσμεῖται S1AH2 ἑκάτερον] ἕτερον S τε] δὲ MGH1P, τε om. Barb. 14 δὴ] δὲ AH2 ἄν om. MGH1P 15 ἀποβλέπεσθαι AH2 ἀκουσίους P, ως ex ους corr. Η1, ἑκουσίως AH2 ἀποκτείνοντας S οὐχ seclusi 16 οὐχ om. FH1P (Turn.) καθαροὺς καὶ παντὸς SFL2: om. ceteri παντὸς] πάντως v (??)μετόχους H1 alt. καὶ] κἄν coni. Mang. 17 τοῖς om. F ὑπηρετήσασθαι S τισαμένης] πεισαμένης F 18 αὕτη scrip.si: αὐτὴ codd. (v) 19 ἀστοῖς] ἀυτοῖς M, αὐτοῖς H1P1 20 καὶ om. S)
v.5.p.189

Θεράποντες τύχῃ μὲν ἐλάττονι κέχρηνται, φύσεως δὲ τῆς αὐτῆς μεταποιοῦνται τοῖς δεσπόταις. τῷ δὲ θείῳ νόμῳ κανὼν τῶν δικαίων ἐστὶν οὐ τὸ τῆς τύχης ἀλλὰ τὸ τῆς φύσεως ἐναρμόνιον. διὸ προσήκει τοὺς κυρίους μὴ κατακόρως χρῆσθαι ταῖς ἐξουσίαις κατὰ τῶν οἰκετῶν, ἀλαζονείαν καὶ ὑπεροψίαν καὶ δεινὴν ὠμότητα ἐπιδεικνυμένους· ταῦτα γὰρ οὐκ ἔστι δείγματα ψυχῆς εἰρηνικῆς ἀλλ’ ὑπὸ ἀκρασίας τὸ ἀνυπεύθυνον ζηλούσης κατὰ τυραννικὴν δυναστείαν.

ὁ γὰρ τὴν μὲν ἰδίαν οἰκίαν ὥσπερ ἄκραν ἐπιτειχίσας, παρρησίας δὲ τῶν ἔνδον μηδενὶ μεταδιδούς, ἀλλὰ πρὸς ἅπαντας ἠγριωμένος ὑπὸ τῆς ἐμφύτου τάχα δὲ καὶ ἐπιτετηδευμένης μισανθρωπίας, τύραννός ἐστιν ἐλάττοσι παρασκευαῖς χρώμενος.

ἐξ ὧν διελέγχεται μὴ στησόμενος ἐπὶ τῶν αὐτῶν, εἰ μειζόνων λάβοιτο χρημάτων· διαβήσεται γὰρ εὐθὺς ἐπὶ πόλεις τε καὶ χώρας καὶ ἔθνη τὴν αὑτοῦ πατρίδα προδουλωσάμενος εἰς ἔνδειξιν τοῦ μηδενὶ μέλλειν τῶν ἄλλων ὑπηκόων ἡμέρως προσφέρεσθαι.

σαφῶς οὖν ὁ τοιοῦτος ἴστω μὴ τὴν τοῦ συνεχῶς καὶ εἰς πολλοὺς ἁμαρτάνειν ἄδειαν ἕξων· ἐναντιώσεται γὰρ ἡ μισοπόνηρος αὐτῷ δίκη, ἡ βοηθὸς καὶ ὑπέρμαχος τῶν ἀδικηθέντων, ἣ λόγον καὶ εὐθύνας αὐτὸν τῆς περὶ τοὺς πεπονθότας συμφορᾶς ἀπαιτήσει·