De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἐπειδὴ γὰρ τῶν καρπῶν οἱ μὲν θᾶττον οἱ δὲ βραδύτερον πεπαίνονται, καὶ διὰ τὰς τῶν τόπων διαφορὰς ἀλεεινοτέρων ἢ κρυμωδεστέρων ὄντων καὶ διὰ μυρίας ἄλλας αἰτίας, εἰκότως ἀόριστός ἐστι καὶ ἀπερίγραφος ὁ χρόνος τῆς τῶν ἀκροδρύων ἀπαρχῆς ἐπὶ μήκιστον ἐκτεινόμενος.

ἡ δὲ τούτων χρῆσις ἐπιτέτραπται τοῖς ἱερεῦσιν, ἐπεὶ γῆς μὲν ἀποτομὴν οὐκ ἔλαχον οὐδὲ προσοδευομένας κτήσεις, κλῆροι δ’ εἰσὶν αὐτοῖς αἱ παρὰ τοῦ ἔθνους ἀπαρχαὶ ἀντὶ τῶν λειτουργιῶν, ἃς μεθ’ ἡμέραν καὶ νύκτωρ ὑπομένουσι.

Τοσαῦτα μὲν περὶ ἑβδομάδος καὶ τῶν εἰς αὐτὴν ἀναφερομένων ἔν τε ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ περὶ ἑορτῶν, αἳ συγγένειαν ἔχουσι πρὸς ἑβδομάδα, διεξῆλθον ἑπόμενος εἱρμῷ τῶν προκειμένων κεφαλαίων κατὰ τὴν ἐν λόγοις ἀκολουθίαν. ἐπισκέψομαι δ’ ἑξῆς τὸ ἑπόμενον, ὃ περὶ γονέων ἀναγέγραπται τιμῆς.

Τέτταρα εἴδη πρότερον ὑπειπών, ἃ καὶ τῇ τάξει καὶ τῇ δυνάμει πρῶτα ἦν ὡς ἀληθῶς, τό τε περὶ μοναρχίας ᾗ μοναρχεῖται ὁ κόσμος, καὶ τὸ περὶ τοῦ μηδὲν ἀπεικόνισμα καὶ μίμημα δημιουργεῖν θεοῦ, καὶ τὸ περὶ τοῦ μὴ ψευδορκεῖν ἢ συνόλως μάτην ὀμνύναι, καὶ τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἅπερ σύμπαντα τείνει πρὸς εὐσέβειαν καὶ ὁσιότητα, μέτειμι ἐπὶ τὸ πέμπτον τὸ περὶ γονέων τιμῆς, ὅ, καθάπερ ἐν τοῖς ἰδίᾳ περὶ αὐτοῦ λόγοις ἔδειξα, μεθόριον ἀνθρωπείων τε καὶ θείων.

οἱ γὰρ γονεῖς μεταξὺ θείας καὶ ἀνθρωπίνης φύσεώς εἰσι μετέχοντες ἀμφοῖν· ἀνθρωπίνης μέν, ὡς ἔστι δῆλον, ὅτι καὶ γεγόνασι καὶ [*](3 καὶ τοὺς αὐτοὺς] vel αὐτοὺς secludendum vel κατὰ τοὺς αὐτοὺς χρόνους χρόνους τοὺς corrigendum puto 5 τόπων Mai: τροπῶν M (Tisch.) 8 τούτων] ταύτης (scil. ἀπαρχῆς) conicio γῆς Tisch.: τῆς M (Mai) 9 ἀποτομὴν M (Tisch.): ἀποτομῆς Mai προσοδευομένας κτήσεις M (Tisch.): προσοδευομένης κτήσεως Mai 21 θεοῦ M (Tisch.): θεόν Mai 22 τῆς om. Mai σύμπαντα (sic) M 25 φύσεως Mel. Bar. Vind.: om. M (suppleverat Mai)) [*](25—142,4 Mel. Barocc. fol. 235v Φίλωνος: . . . οἱ γονεῖς μεταξὺ θείας — τὸ γένος ἀθανατίζουσιν. Vind. hist. gr. 67 fol. 57r: οἱ γὰρ γονεῖς μεταξὺ θείς — τὸ γένος ἀθανατίζουσι.)

v.5.p.142
φθαρήσονται, θείας δ’ ὅτι γεγεννήκασι καὶ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παρήγαγον· ὅπερ γάρ, οἶμαι, θεὸς πρὸς κόσμον, τοῦτο πρὸς τέκνα γονεῖς, ἐπειδὴ ὡς ἐκεῖνος τῷ μὴ ὑπάρχοντι ὕπαρξιν κατειργάσατο, καὶ οὗτοι μιμούμενοι καθ’ ὅσον οἷόν τε τὴν ἐκείνου δύναμιν τὸ γένος ἀθανατίζουσιν.

ἄξιοι δ’ οὐ διὰ τοῦτο μόνον τιμῆς πατήρ τε καὶ μήτηρ, ἀλλὰ καὶ δι’ ἕτερα πλείω. παρ’ οἷς γὰρ λόγος ἀρετῆς ἐστί, πρεσβύτεροι νεωτέρων προκρίνονται καὶ διδάσκαλοι γνωρίμων καὶ εὐεργέται τῶν εὖ πεπονθότων καὶ ἄρχοντες ὑπηκόων καὶ δεσπόται δούλων.

ἐν μὲν οὖν τῇ ἀμείνονι τάξει κρίνονται γονεῖς, πρεσβύτεροι γάρ εἰσι καὶ ὑφηγηταὶ καὶ εὐεργέται καὶ ἄρχοντες καὶ δεσπόται, ἐν δὲ τῇ ἐλάττονι υἱοὶ καὶ θυγατέρες, νεώτεροι γὰρ καὶ μαθηταὶ καὶ εὖ πεπονθότες ὑπήκοοί τε καὶ δοῦλοι. ὡς δ’ οὐδὲν τούτων κατέψευσται, δῆλον μὲν ἐκ τῆς ἐναργείας· αἱ δ’ ἐκ λόγου πίστεις ἔτι μᾶλλον ἐπισφραγιοῦνται τὴν ἀλήθειαν.

λέγω τοίνυν, ὅτι τὸ ποιοῦν τοῦ γινομένου καὶ τὸ αἴτιον οὗπέρ ἐστιν αἴτιον ἀεὶ πρεσβύτερόν ἐστιν· οἱ δὲ γεννήσαντες αἴτιοι καὶ δημιουργοὶ τρόπον τινὰ τῶν γεννηθέντων εἰσί· καὶ οἱ μὲν ὑφηγητῶν ἔχουσι τάξιν, ὅσαπερ ἂν εἰδότες τυγχάνωσι τοὺς παῖδας ἐκ πρώτης ἀναδιδάξαντες ἡλικίας, καὶ οὐ μόνον τὰ περὶ τὰς ἐπιστήμας, [ἀσκοῦσι καὶ νεάζουσιν] ἐναποματτόμενοι λογισμοὺς ἀκμάζουσι παίδων, ἀλλὰ καὶ τὰ ἀναγκαιότατα τῶν πρὸς αἱρέσεις καὶ φυγάς, αἱρέσεις μὲν ἀρετῶν, φυγὰς δὲ κακιῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν.

εὐεργέται μέντοι τίνες ἂν εἶεν μᾶλλον ἢ παίδων γονεῖς, οἳ καὶ μὴ ὄντας εἰργάσαντο καὶ αὖθις τροφῆς ἠξίωσαν καὶ μετὰ ταῦτα παιδείας τῆς κατά τε σῶμα καὶ ψυχήν, [καὶ] ἵνα μὴ μόνον ζῶσιν, ἀλλὰ καὶ εὖ ζῶσι;

τὸ μὲν οὖν σῶμα διὰ τῆς γυμναστικῆς καὶ ἀλειπτικῆς ὠφέλησαν εἰς εὐτονίαν τε καὶ εὐεξίαν σχέσεις τε καὶ κινήσεις εὐμαρεῖς, οὐκ ἄνευ ῥυθμοῦ καὶ τοῦ πρέποντος, τὴν δὲ ψυχὴν διά τε γραμμάτων καὶ ἀριθμῶν γεωμετρίας τε καὶ μουσικῆς καὶ τῆς συμπάσης φιλοσοφίας, ἣ τὸν νοῦν εἰσῳκισμένον θνητῷ σώματι μετέωρον αἴρουσα παραπέμπει μέχρις οὐρανοῦ καὶ τὰς ἐν αὐτῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ἐπιδείκνυται, ζῆλον ἅμα καὶ πόθον [*](2 ὅπερ γάρ M Vind.: καὶ ὅπερ Mel. Bar. τοῦτο] οὕτως Mai 3 εἰργάσατο Vind. 5 διὰ τοῦτο M (Tisch.): δι’ αὐτὸ Mai 12 ἐναργείας scripsi: ἐνεργείας M (v) 18 τὰς ἐπιστήμας M (Tisch.): τὸ ἐπίστημα Mai 18. 19 ἀσκοῦσι καὶ νεάζουσιν seclusi 19 νεάζουσιν M: γυμνάζουσιν Mai (Tisch.) 21 κατ’ αὐτὰς M (Tisch.): κατ’ αὐτὸ Mai 24 καὶ ante ἵνα seclusi 26 σχέσεις M (Tisch.): σχήσεις Mai 2—4 Anton. Mel. II 9 Col. 1044 (Migne T. 136) Φίλωνος: ὅπερ οἶμαι θεὸς — τὸ ἀθανατίζουσιν.)

v.5.p.143
ἐνεργαζομένη τῆς ἀτρέπτου καὶ ἐναρμονίου τάξεως, ἣν οὐδέποτε λείπουσι πειθόμεναι τῷ ταξιάρχῳ.

πρὸς δὲ ταῖς εὐεργεσίαις καὶ τὴν ἐφ’ οἷς ἐγέννησαν ἀρχὴν ἔλαβον, οὐχ ὥσπερ ἐν ταῖς πόλεσι κατὰ κλῆρον ἢ χειροτονίαν, ὡς αἰτιᾶσθαι δύνασθαι τὸν μὲν ὀλίσθῳ τύχης γενόμενον, οὐ σὺν λογισμῷ, τὴν δὲ ὄχλου, πράγματος ἀνεξετάστου καὶ ἀνεπισκέπτου, φορᾷ, γνώμῃ δὲ ἀρίστῃ καὶ τελειοτάτῃ τῆς ἄνω φύσεως, ᾗ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα σὺν δίκῃ πρυτανεύεται.

διὰ τοῦτ’ ἔξεστι τοῖς πατράσι καὶ κακηγορεῖν [πρὸς] τοὺς παῖδας καὶ ἐμβριθέστερον νουθετεῖν καί, εἰ μὴ ταῖς δι’ ἀκοῶν ἀπειλαῖς ὑπείκουσι, τύπτειν καὶ προπηλακίζειν καὶ καταδεῖν. ἂν μέντοι γε καὶ πρὸς ταῦτα ἀφηνιάζωσι τῇ ῥύμῃ τῆς ἀνιάτου μοχθηρίας ἀπαυχενίζοντες, ἐπέτρεψεν ὁ νόμος καὶ μέχρι θανάτου κολάζειν, ἀλλ’ οὐκέτι μόνῳ πατρὶ ἢ μόνῃ μητρί, διὰ τὸ μέγεθος τῆς τιμωρίας, ἣν οὐκ ἄξιον ὑφ’ ἑνὸς ἀλλ’ ὑπ’ ἀμφοῖν δικασθῆναι· συμφρονῆσαι γὰρ οὐκ εἰκὸς ἐπ’ ἀναιρέσει τοῦ παιδὸς ἑκάτερον τῶν γονέων, μὴ βαρυνόντων καὶ καθελκόντων τῶν ἀδικημάτων ὁλκῇ τινι βεβαίῳ νικώσῃ τὴν ἐκ φύσεως ἐνιδρυμένην πάγιον εὔνοιαν.

ἀλλ’ οὐκ ἀρχὴν μόνον καὶ ἡγεμονίαν τὴν ἐπὶ τέκνοις ἀλλὰ καὶ δεσποτείαν γονεῖς ἔλαχον κατ’ ἄμφω τὰς ἀνωτάτω θεραπόντων κτήσεως ἰδέας, τήν τε ἐπ’ οἰκότριψι καὶ ἀργυρωνήτοις· πολυπλασίους τε γὰρ τῆς ἀξίας τιμὰς κατατιθέασιν εἴς τε παῖδας καὶ ὑπὲρ παίδων τιτθαῖς καὶ παιδαγωγοῖς καὶ διδασκάλοις, δίχα τῶν εἰς ἐσθῆτας καὶ τροφὰς καὶ τὴν ἄλλην [*](2 πειθόμεναι scripsi: πειθόμενοι M (v) 5 σὺν λογισμῶ (sic) M συλλογισμῷ Mai) τὴν δὲ M (Tisch.): τὸν δὲ Mai 6 γνώμης δέ ἀρίστης καὶ τελειοτάτης M, corr. Tisch. ᾖ scripsi: ἡ M (v) 8 κακηγορεῖν scripsi: κατηγορεῖν M (v) πρὸς seclusi 9 ὑπείκωσι M (v) 10 κατᾴδειν (sic) M 11 ἐπαυχενίζοντες M, corr. Mai 12 πατρὶ . . . μητρί M (Tisch.): πατέρι . . . μητέρι Mai 13 ὐπ’ ἀμφοῖν M (Tisch.): ὐπ’ olo. Mai 14 ἐπ’ ἀναιρέσει M (Tisch.): ἐπ’ ἀναιρέσεως Mai 16 ἐνεδρυμένην (sic) Mai 17 δεσποτείαν M: δεσπότειαν v 19 τ’ M πολυπλασίους M (Tisch.): πολλαπλασίους Mai τιμὰς scripsi (coni. etiara Tisch.): τιμῆς M 21 τῶν M (Tisch.): τῆς Mai ἐσθῆτας καὶ τροφὰς M (Tisch.): ἐσθῆτα καὶ τροφὴν Mai) [*](10 sqq. Deut. 21,18 sqq. cf. loseph. Ant. lud. IV §260 ὅσοι δ’ ἄν τῶν νίων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν ἡ δι’ αἰσχύνην ἡ διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφ’ υἱάσιν οὗτοι δικασταί . . . . (264) ᾧ δ’ ἄν οἱ λόγοι καὶ ἡ παρ’ αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δ’ ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπ’ αὐτῶν τούτων (οὗτος?) ἔξω τῆς πόλεως τοῦ ἑπομένου καταλευέσθω . . .)

v.5.p.144
ἐπιμέλειαν ὑγιαινόντων τε καὶ καμνόντων ἐκ πρώτης ἡλικίας μέχρι τελείας· οἰκότριβές τε ἂν εἶεν οἱ μὴ μόνον οἴκοι γεννηθέντες ἀλλὰ καὶ [οἱ] ὑπὸ τῶν τῆς οἰκίας δεσποτῶν συνεισενεγκάντων τὰ πρὸς γένεσιν φύσεως θεσμοῖς

εἰσφορὰν ἀναγκαίαν. τοσούτων οὖν ὑπαρχόντων ἄξιον ἐπαίνου μὲν οὐδὲν δρῶσιν οἱ τιμῶντες τοὺς γονεῖς, ἐπεὶ καὶ ἕν τι τῶν εἰρημένων αὐταρκέστατον εἰς σεβασμὸν αὐτοὺς προκαλέσασθαι, ψόγου δὲ καὶ κατηγορίας καὶ τῆς ἀνωτάτω δίκης οἱ μήθ’ ὡς πρεσβυτέρους αἰδούμενοι μήθ’ ὡς ὑφηγητὰς ἀποδεχόμενοι μήθ’ ὡς εὐεργέτας ἀμοιβῆς ἀξιοῦντες μήθ’ ὡς ἄρχουσι πειθαρχοῦντες μήθ’ ὡς δεσπότας εὐλαβούμενοι.

πατέρα, οὖν φησί, μετὰ θεὸν καὶ μητέρα τίμα δευτερείοις τοῖς γέρασιν ἀναδουμένους, ἅπερ ἡ φύσις ἀπένειμεν αὐτοῖς ἀθλοθετοῦσα. τιμήσεις δ’ [[ἐπ’]π[ἐπ’]] οὐδενὶ μᾶλλον ἢ πειρώμενος ἀγαθός τε εἶναι καὶ δοκεῖν εἶναι, ὧν τὸ μὲν τὴν ἄτυφον καὶ ἄπλαστον ἀρετὴν ἐπιζητεῖ, τὸ δὲ τὴν σὺν ὑπολήψει χρηστῇ καὶ τῷ παρὰ τῶν συνόντων ἐπαίνῳ.

μικρὰ γὰρ τῶν ἰδίων φροντίζοντες ὠφελειῶν τέλος εὐδαιμονίας νομίζουσι τὴν τῶν παίδων καλοκἀγαθίαν, δι’ ἣν καὶ τοῖς προσταττομένοις θελήσουσιν ὑπακούειν ἐκεῖνοι καὶ ἐν ἅπασι καταπειθεῖς εἶναι τοῖς δικαίοις καὶ συμφέρουσιν· οὐδὲν γὰρ ἀλλότριον ἀρετῆς ὁ ταῖς ἀληθείαις ὑφηγήσεται πατὴρ παιδί.

Τεκμηριώσαιτο δ’ ἄν τις τὴν πρὸς γονεῖς εὐσέβειαν οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἀκ τῆς πρὸς τοὺς ἥλικας ἐκείνων ἀποδοχῆς. ὁ γὰρ πρεσβύτην καὶ πρεσβύτιδα οὐδὲν γένει προσήκοντας αἰδούμενος ἔοικέ πως ὑπομιμνῄσκεσθαι πατρός τε καὶ μητρὸς καὶ ἀποβλέπων ὥσπερ εἰς ἀρχέτυπα τεθεικέναι τὰς εἰκόνας ἐκείνων.

ὅθεν ἐν τοῖς ἱεροῖς γράμμασιν οὐ μόνον προεδρίας ἐξίστασθαι διείρηται νέους πρεσβύταις, ἀλλὰ [*](2 alt. οἱ seclusi 3 τὰ M (Tisch.): τὴν Mai 4 ἐπαίνου add. Tisch. 5 τοὺς addidi 6 αὐτῶν coni. Wendl. 7 ἀνωτάτω M (Tisch.): ἀνωτάτης Mai post δίκης add. οὐκ ἄξιοι Mai 10 δευτερείοις τοῖς γέρασιν Tisch.: δευτερείοις τὴν γέρασιν M, δευτεραίαν τὴν γέρασιν Mai 11 αὐτοῖς Tisch.: αὐτοὺς M ἐπ’ seclusi 12 δοκεῖν M (Tisch.): δοκῶν Mai 14 post γὰρ add. οἱ γονεῖς Mai 16 ἐθελήσουσιν fortasse scribendum ἐκεῖνοι M: ἐκείνους Mai (Tisch.) 18 ὁ (sic) ταῖς ἀληθείαις M: ὃ ταῖς ἀληθείαις Tisch., ἣ τῆς ἀληθείας Mai; ὁ τῆς ἀληθείας ἐρῶν conicio 20 τῆς M (Tisch.): κἀκ τῶν Mai ἡλίκας Mai ἀποδοχῆς scripsi (cf. de decal. §167): ἀποχῆς M 22 ante καὶ ἀποβλέπων add. ὁ Mai 23 τεθεικέναι corruptum videtur; τεθεραπευκέναι coni Wendl.) [*](9. 10 cf. loseph. c. Ap. II § 206 γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξεν καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα λευσθησόμενον παραδίδωσι. Ps.-Phocyl. 8 πρῶτα θεὸν τίμα, μετέπειτα δέ σεῖο γονῆας. 23 Lev. 1932.)

v.5.p.145
καὶ παριοῦσιν ὑπανίστασθαι πολιὰν γήρως αἰδουμένους, εἰς ὅπερ ἐλπὶς ἀφικέσθαι τοὺς προνομίας τοῦτ’ ἀξιοῦντας.

παγκάλως δέ μοι κἀκεῖνο νενομοθετῆσθαι δοκεῖ· φησὶ γάρ· "ἕκαστος πατέρα τε ἑαυτοῦ καὶ μητέρα φοβείσθω“ (Lev. 19, 3), φόβον πρὸ εὐνοίας τιθείς, οὐχ ὡς πρὸς ἅπαν ἄμεινον, ἀλλ’ ὡς πρὸς τὸν παρόντα καιρὸν χρησιμώτερόν τε καὶ λυσιτελέστερον. πρῶτον μὲν γὰρ τοῖς παιδευομένοις καὶ νουθετουμένοις ἄφροσιν εἶναι συμβέβηκεν· ἀφροσύνη δ’ οὐκ ἄλλῳ ἢ φόβῳ θεραπεύεται· δεύτερον δ’ ἁρμόττον οὐκ ἦν νομοθέτου παραγγέλμασι τοὺς παῖδας εὔνοιαν διδάσκεσθαι τὴν πρὸς γονεῖς, ἣν αὐτοκέλευστον ἡ φύσις ἐξαιτεῖ, ἐκ σπαργάνων δὲ ταῖς ψυχαῖς τῶν οὕτως ἡνωμένων κατὰ γένος ἐνιδρύσατο.

διὸ φιλίαν μὲν τὴν πρὸς τοὺς γεννήσαντας ὡς αὐτομαθῆ καὶ αὐτοδίδακτον καὶ προστάξεως οὐ δεομένην ἀπέλιπε, φόβον δὲ προστάττει διὰ τοὺς εἰωθότας ῥᾳθυμεῖν· ἐπειδὴ γὰρ γονεῖς παῖδας ὑπερβαλλούσῃ χρώμενοι φιλοστοργίᾳ περιέπουσι καὶ πάντοθεν ἐκπορίζοντες αὐτοῖς τἀγαθὰ χαρίζονται μηδένα πόνον ἢ κίνδυνον ὑπερτιθέμενοι, δυνάμεσιν ὁλκοῖς εὐνοίας συνδεδεμένοι, τὸ λίαν φιλόστοργον αὐτῶν οὐ δέχονταί τινες ἐπ’ ὠφελείᾳ, τρυφὴν καὶ χλιδὴν ἐζηλωκότες καὶ θαυμάζοντες μὲν τὸν ὑγρὸν βίον, διαρρέοντες δὲ κατά τε σῶμα καὶ ψυχήν, καὶ μηδὲν μέρος ἐῶντες ὀρθοῦσθαι ταῖς οἰκείαις δυνάμεσιν, ἃς ὑποσκελίζοντες καὶ ἐκνευρίζοντες οὐκ ἐρυθριῶσιν ἕνεκα τοῦ μὴ δεδιέναι τοὺς σωφρονιστὰς πατέρας καὶ μητέρας, ἐνδιδόντες καὶ ἐπιχαλῶντες ταῖς ἰδίαις ἐπιθυμίαις.