De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἀλλὰ καὶ τούτοις ἀναγκαῖον παραινεῖν, ὅπως εὐτονωτέραις καὶ ἐμβριθεστέραις χρώμενοι νουθεσίαις θεραπεύσωσι τὸν τῶν παίδων ῥοῦν, καὶ τοῖς παισίν, ὅπως εὐλαβῶνται τοὺς * * * γινομένους δεδιότες καὶ ὡς ἄρχοντας καὶ ὡς φύσει δεσπότας· μόλις γὰρ οὕτως ἀδικεῖν ὀκνήσουσι.

Τὰ μὲν δὴ κατὰ τὴν προτέραν δέλτον πέντε κεφάλαια νόμων καὶ ὅσα τῶν κατὰ μέρος εἰς ἕκαστον ἐλάμβανε τὴν ἀναφορὰν διεξῆλθον. χρὴ δὲ καὶ τὰς ὁρισθείσας ἐπὶ τῇ τούτων παραβάσει τιμωρίας δηλῶσαι.

κοινὸς μὲν οὖν ἐστι κατὰ πάντων θάνατος, δι’ ἣν ἔχει τἀδικήματα πρὸς [*](3 νενομοθετεῖσθαι M, corr. Tisch. 7 δ’ M (Mai): δὲ v δ’ M (Mai): δὲ v 9 αὐτοκέλευστον M (Tisch.): αὐτοκελευστὶ Mai 9.10 ἐκ σπαργάνων Mai: σπαργανῶν (sic) M 11 διὸ φιλίαν Tisch.: δι’ ὠφέλειαν M 15 χαρίζονται M (Tisch.): χαρίζοντες Mai ὁλκοῖς scripsi: ὅρκοις M 16 εὐνοίας Wendl.: εὐνοίαις M 17 χλίδην Mai 18 καὶ μηδὲν M (Tisch.): τὸ μηδὲν Mai 20 ἕνεκα τοῦ M (Tisch.): ἑνὸς ἑκάστου Mai 21 ἐνδιδόντας καὶ ἐπιχαλῶντας M (Tisch.), corr. Mai 22 ὅπως Tisch.: πῶς M ἐμβρυθεστέραις Mai 23 βοῦν scripsi: ῥόον M) [*](24 τοὺς γινομένους M: τοὺς γεννήσαντας Tisch.; τοὺς τοῦ ζῆν αἰτίους 25 ὀκνήσωσι (sic) M 20 δὴ M (Tisch.): δὲ Mai 29 δι’ ἢν scripsi: δι’ ὃν M)

v.5.p.146
ἄλληλα συγγένειαν. αἰτίαι δὲ τῆς δίκης διάφοροι. ἀρκτέον δ’ ἀπὸ τοῦ τελευταίου τοῦ πρὸς γονεῖς, ἐπειδὴ καὶ περὶ αὐτοῦ λόγος ἔναυλος. ἐάν, φησί, τις τυπτήσῃ πατέρα ἢ μητέρα, καταλευέσθω· πάνυ δικαίως· οὐ γὰρ θέμις ζῆν τῷ προπηλακίζοντι τοὺς τοῦ ζῆν αἰτίους.

ἀλλ’ ἔνιοι τῶν εὐπαρύφων καὶ νομοθετῶν πρὸς δόξας ἀπιδόντες μᾶλλον ἢ τὴν ἀλήθειαν ἐκομψεύσαντο κατὰ πατροτυπτῶν ὁρίσαντες χειρῶν ἀποκοπήν, ὑπὲρ τοῦ παρὰ τοῖς εἰκαιοτέροις καὶ ἀνεξετάστοις εὐδοκιμῆσαι νομίζουσιν ἁρμόττον εἶναι τὰ μέρη οἷς ἐτύπτησαν τοὺς γονεῖς ἀκρωτηριάζεσθαι.

ἔστι δ’ εὔηθες τοῖς ὑπηρετηκόσι πρὸ τῶν αἰτίων δυσχεραίνειν, τὴν γὰρ ὕβριν οὐ χεῖρες ἀλλὰ διὰ χειρῶν ὑβρισταὶ δρῶσιν, οὓς ἀναγκαῖον κολάζειν· εἰ μὴ καὶ τοὺς ἀνδροφονήσαντας ξίφει μεθετέον ὑπερόριον τὸ ξίφος ῥίψαντας, καὶ τοὐναντίον τοῖς ἀριστεύσασιν ἐν πολέμῳ τιμὰς οὐ δοτέον, ἀλλὰ ταῖς ἀψύχοις παντευχίαις, δι’ ὧν ἠνδραγαθίσαντο·

μὴ καὶ τῶν ἐν γυμνικοῖς ἀγῶσι στάδιον ἢ δίαυλον ἢ δόλιχον νενικηκότων ἢ πυγμὴν ἢ παγκράτιον σκέλη καὶ χεῖρας αὐτὸ μόνον ταινιοῦν ἐπιχειρήσουσιν ὅλα τὰ σώματα τῶν ἀθλητῶν παρέντες; γέλως μέντ’ ἂν εἴη τὰ τοιαῦτ’ εἰσηγεῖσθαι, τὰ ὧν οὐκ ἄνευ κολάζοντας ἢ τιμῶντας, δέον τοὺς αἰτίους· οὐδὲ γὰρ μουσικὴν ἐπιδεικνύμενόν τινα δι’ αὐλῶν ἢ λύρας καὶ σφόδρα κατορθοῦντα παραμειψάμενοι τὰ ὄργανα κηρυγμάτων καὶ τιμῶν ἀξιοῦμεν.

τί οὖν ἔδει πατροτύπτας, ὦ γενναῖοι νομοθέται, χειροκοπεῖν; ἢ ἵνα πρὸς τῷ εἶναι μηδὲν χρήσιμοι τὸ παράπαν καὶ δασμὸν οὐκ ἐτήσιον ἀλλ’ ἐφήμερον ἀναπράττωσι παρὰ τῶν ἠδικημένων τροφὰς ἀναγκαίας ἅτε πορίζειν ἀδυνατοῦντες; οὐ γὰρ σιδήρειος πατήρ ἐστί τις οὕτως, ὡς λιμῷ περιϊδεῖν θνῄσκοντα υἱόν, καὶ ταῦτα χρόνῳ τῆς ὀργῆς ἀμαυρουμένης.

κἂν μὴ ἐπενέγκῃ μέντοι χεῖρας, κακηγορῇ δ’ οὓς χρέος ἀναγκαῖον εὐφημεῖν ἢ καὶ τρόπῳ ἑτέρῳ δρᾷ τι τῶν ἐπ’ ἀτιμίᾳ γονέων, θνῃσκέτω· κοινὸς γὰρ ἐχθρὸς καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δήμιος ἁπάντων· ἐπεὶ τίνι [*](2 ἐάν M (Tisch.): ἄν Mai 0.4 οὐ γὰρ M (Tisch.): οὔτε Mai 9 αἰτίων M (Tisch.): αἰτιῶν Mai 11 μεθετέον Mai: μετέθεον M ὑπερόριον M (Tisch.): ὑπερορίους Mai 13 ἠνδραγαθίσαντο scripsi: ἠνδραγαθήσαντο M (v) 14 δολιχὸν M (Tisch.) 15 αὐτὸ μόνον scripsi. αὐτῶν μόνον M ἐπιχειρήσωσιν Mai 17 τὰ add. Wendl. ὦν οὐκ ἄνευ κολάζοντας ἢ τιμῶντας M: ὧν οὐκ ἄνευ κολάζειν ἢ τιμᾶν Mai, δι’ ὧν οὐκ ἄν εἴη κολάζειν ἢ τιμᾶν Tisch. 19 παραμειψάμενοι Wendl.: παραλειψάμενοι M in textu (v), παρακαλυψάμενοι mg M 21 τῷ Wendl.: τὸ M (v) 23 σιδήρειος Tisch.: σιδήριος M 24 καὶ ταῦτα M (Tisch.): τὸν ταῦτα ἐξημαρτηκότα Mai 25 κακηγορῇ scripsi: κακηγορεῖ M (v) 27 ἐπεὶ scripsi: ἐπὶ M) [*](3 Exod. 21,15. 25 Exod. 21,16 Lev. 209.)

v.5.p.147
γένοιτ’ ἂν εὐμενὴς ἄλλῳ ὁ μηδὲ τοῖς αἰτίοις τοῦ ζῆν, δι’ οὓς εἰς γένεσιν ἦλθεν, ὧν ἐστι προσθήκη;

Πάλιν δ’ ὁ τὴν ἱερὰν ἑβδόμην βέβηλον ἀποφήνας τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος ὑπόδικος ἔστω θανάτου. τοὐναντίον γὰρ τοῖς βεβήλοις καὶ πράγμασι καὶ σώμασι καθαρσίων εὐπορητέον εἰς τὴν ἀμείνω μεταβολήν, ἐπειδὴ „φθόνος”, ὡς ἔφη τις, „ἔξω θείου χοροῦ βαίνει”. τὸ δὲ τολμᾶν τὰ καθωσιωμένα παρακόπτειν καὶ παραχαράττειν ὑπερβάλλουσαν ἀσέβειαν ἐμφαίνει.

κατὰ τὴν παλαιὰν ἐκείνην ἐξ Αἰγύπτου μετανάστασιν ἡνίκα δι’ ἐρήμης ἀτριβοῦς ἅπασα ἡ πληθὺς ὡδοιπόρει, γενομένης ἑβδόμης αἱ μὲν τοσαῦται μυριάδες, ὅσας ἐδήλωσα πρότερον, ἐν ταῖς σκηναῖς κατὰ πολλὴν ἡσυχίαν διέτριβον, εἷς δ’ οὐχὶ τῶν ἠμελημένων καὶ ἀφανῶν ὀλίγα φροντίσας τῶν διατεταγμένων καὶ χλευάσας τοὺς φυλάττοντας ἐξῄει μὲν ἐπὶ φρυγανισμόν, ἔργῳ δ’ εἰς παρανομίας ἐπίδειξιν.

καὶ ὁ μὲν ὑπέστρεφεν ἀγκαλίδα ἀγαγών, οἱ δὲ τῶν σκηνῶν ἐκχυθέντες, καίτοι παρατεθηγμένοι, νεώτερον οὐδὲν ἕνεκα τοῦ περὶ τὴν ἡμέραν ἱεροπρεποῦς εἰργάσαντο, πρὸς δὲ τὸν ἄρχοντα ἀγαγόντες τὸ ἀσέβημα μηνύουσιν· ὁ δ’ εἰς εἱρκτὴν ἀποθέμενος, ἐκπεσόντος λογίου καταλεύειν τὸν ἄνθρωπον, ἐκδίδωσι τοῖς πρῶτον θεασαμένοις εἰς ἀπώλειαν. ὡς γάρ, οἶμαι, πῦρ ἐναύειν ἑβδόμαις οὐκ ἐπιτέτραπται — δι’ ἣν πρόσθεν αἰτίαν εἶπον —, οὕτως οὐδὲ τὰ πυρὸς ἐκκαύματα συλλέγειν.

Τοῖς μάρτυρα καλοῦσιν ἐπὶ μὴ ἀληθεῖ θεὸν ὥρισται δίκη θανάτου· προσηκόντως· οὐδὲ γὰρ ἄνθρωπος τῶν μετρίων ἀνέξεταί ποτε παρακληθεὶς συνεπιγράψασθαι ψεύδεσιν, ἀλλ’ ἐχθρὸν ἄπιστον ὑπολαβεῖν ἄν μοι δοκεῖ τὸν εἰς ταῦτα προτρέποντα.

ὅθεν ῥητέον· τὸν ὁμνύντα μάτην ἐπ’ ἀδίκῳ θεὸς ὁ τὴν φύσιν ἵλεως οὔποτε τῆς αἰτίας [*](1 ὁ om. Mai; εἰ coni. Tisch. 7 καθωσϊμένα (sic) M, corr. Tisch.: καθόσιμα (sic) Mai 8 ἐμφαίνει M (Tisch.): ἐκφαίνει Mai 10 ἑβδόμης scripsi: ἑβδομάδος M 13 ἐξῄει scripsi: ἐξίει M δ’ M: δὲ Tisch. 15 ἐκχυθέντες Tisch.: ἐκκαυθέντες M 19 γὰρ M (Tisch.): οὖν Mai ἐναύειν Mai: ἐν δυοῖν M ἑβδόμαις M (Tisch.): ἑβδομάσιν Mai 19.20 δι’ ἣν αἰτίαν, πρόσθεν εἶπον Richt., δι’ ἣν πρόσθεν εἶπον αἰτίαν conicio 21 tit. κατὰ ψευδόρκων add. mg M ἀληθεῖ scripsi: ἀληθῆ M 24 δοκῆ M, corr. Richt. (Tisch.) 25 θεὸς M Bar. Ant. (Tisch.): θεὸν Mai) [*](3 Exod. 31,14. 15. 35,2. 6 Plat. Phaedr. 247a. 8 sqq. Num. 15,32—36. 19 Exod. 35,3. 21 Deut. 19,16—19. 24—148,2 Mel. Barocc. fol. 105v Anton. Mel. II 64 Col. 1157 (Migne T. 136) Φίλωνος: τὸν ὀμνύντα μάτην—τὰς ἀπ᾿ ἀνθρώπων τιμωρίας.)

v.5.p.148
ἀπαλλάξει δυσκάθαρτον καὶ μιαρὸν ὄντα, κἂν διαφύγῃ τὰς ἀπ’ ἀνθρώπων τιμωρίας. διαδράσεται δ’ οὐδέποτε· μυρίοι γὰρ ἔφοροι, ζηλωταὶ νόμων, φύλακες τῶν πατρίων ἀκριβέστατοι, ἐπὶ καταλεύσει τι δρῶσιν ἀμειλίκτως ἔχοντες· εἰ μὴ ἄρα ἐπὶ μὲν ἀτιμίᾳ πατρὸς ἢ μητρὸς φονᾶν ἄξιον, ἐπὶ δ’ ὀνόματι τῷ καὶ αὐτῆς εὐκλεεστέρῳ σεμνότητος ὑπ’ ἀσεβῶν ἀτιμουμένῳ μετριώτερον οἰστέον.

ἀλλ’ οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς ἕνεκα τῶν ἐλαττόνων κτείνων τοὺς αἰτίους ἐπὶ τοῖς μείζοσιν ἐᾶν· μεῖζον δ’ ἀσέβημα τοῦ πρὸς γονεῖς κακηγορουμένους καὶ ὑβριζομένους τὸ περὶ τὴν ἱερὰν πρόσρησιν θεοῦ γενόμενον ἐκ ψευδορκίας.

εἰ δὲ ὁ μὴ προσηκόντως ὀμνὺς ὑπαίτιος, πόσης ἄξιος τιμωρίας ὁ τὸν ὄντως ὄντα θεὸν ἀρνούμενος καὶ τοὺς γεγονότας πρὸς τοῦ πεποιηκότος τιμῶν καὶ μὴ μόνον γῆν ἢ ὕδωρ ἢ ἀέρα ἢ πῦρ, τὰ στοιχεῖα τοῦ παντός, ἢ πάλιν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον σέβειν ἀξιῶν, ἀλλὰ καὶ ὅσα θνητοὶ δημιουργοὶ κατεσκεύασαν ξύλα καὶ λίθους, ἅπερ εἰς ἀνθρωποειδεῖς τύπους ἐμορφώθη;

τοιγάρτοι καὶ αὐτὸς ἐξομοιούσθω τοῖς χειροκμήτοις· θέμις γὰρ μὴ μετέχειν ψυχῆς τὸν τὰ ἄψυχα τιμήσαντα, καὶ μάλιστα φοιτητὴν γενόμενον Μωυσέως, οὗ πολλάκις ἤκουσε λέγοντός τε καὶ προφητεύοντος τὰς ἱερωτάτας καὶ καταθέους ἐκείνας ὑφηγήσεις· ὄνομα θεῶν ἑτέρων μήτε τῇ ψυχῇ παραδέξῃ εἰς ὑπόμνησιν μήτε φωνῇ διερμηνεύσῃς, ἀλλ’ ἑκάτερον, νοῦν καὶ λόγον, μακρὰν τῶν ἄλλων διαζεύξας ἐπίστρεψον πρὸς τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων, ἵνα καὶ φρονῇς περὶ μοναρχίας τὰ ἄριστα καὶ κάλλιστα καὶ λέγῃς τὰ πρέποντα καὶ λυσιτελέστατα σαυτῷ τε καὶ τοῖς ἀκουσομένοις.

Αἱ μὲν οὖν κατὰ τῶν παραβαινόντων τοὺς πέντε χρησμοὺς τιμωρίαι δεδήλωνται. τὰ δὲ προκείμενα τοῖς φυλάττουσιν αὐτοὺς ἆθλα, [*](1 διαφύγῃ Ant, διαφύγει Bar.: διαφύγοι M (v) ἀπ’ ἀνθρώπων M Ant. (Tisch.), ἀπὸ ἀνθρώπων Bar.: ἀπ’ ἀνθρώπου Mai 2 μύριοι Mai 3 ἀκριβέστατοι scripsi: ἀκριβέστεροι M ἐπὶ καταλεῦσαι τί δρῶσιν M: ἐπὶ καταλεύσει τοῖς δρῶσιν Tisch.; εἴ τινες vel ἐπὶ τοῖς ἐπὶ καταλύσει (scil. τῶν πατρίων) τι δρῶσιν ἄξιον scripsi: φόνου ἄξιον M 7 ἐᾶν· M (Tisch.): ·ἐὰν Mai 8 κατηγορουμένους (κακηγορουμένους scripsi) καὶ ὑβριζομένους M: κατηγορουμένου καὶ Mai, κακουργουμένου καὶ ὑβριζομένου Tisch. 9 post ψευδορκίας add. ἐπιεικείᾳ χρήσεται Mai 12 ἡ ὕδωρ M (Tisch): καὶ ὕδωρ Mai 13 πλάνητας M: πλανήτας v ἢ M (Tisch.): καὶ Mai 15 ἀνθρωποειδεῖς M (Tisch.): ἀνθρωπώδεις Mai 16 χειροκμήτοις scripsi: χειροτμήτοις M (v) 21 διαζεύξας M (Tisch.): διαζεύξεων Mai 24 ἀκουσομένοις M (Tisch.): ἀκουομένοις Mai) [*](19.20 Exod. 2313.)

v.5.p.149
καὶ εἰ μὴ ῥηταῖς προστάξεσι μεμήνυκεν ὁ νόμος, ἀλλά τοι δι’ ὑπονοίας ἐμφαίνεται.

τὸ μὲν οὖν μὴ νομίζειν θεοὺς ἑτέρους μηδὲ χειρόκμητα θεοπλαστεῖν μηδὲ ψευδορκεῖν ἑτέρου γέρως χρεῖον οὐκ ἔστιν· αὐτὸ γάρ, οἶμαι, τὸ ταῦτα ἐπιτηδεύειν ἄριστον καὶ τελεώτατόν ἐστι γέρας· ἐπὶ τίνι γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;

καλῶ δὲ μάρτυρας, οὐχ οἵτινες θεραπεύουσι τῦφον, ἀλλὰ τοὺς ἀπλανῆ ζῆλον ἐζηλωκότας, παρ’ οἷς ἀλήθεια τιμᾶται· φρονήσεώς τε γὰρ ἆθλον αὐτὴ ἡ φρόνησις καὶ δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν ἑαυτῆς ἐστι γέρας. ἡ δ’ ὥσπερ ἐν χορῷ καλλιστεύουσα καὶ κατάρχουσα πασῶν ὁσιότης πολὺ πλέον ἐστὶν ἑαυτῆς καὶ ἀγώνισμα καὶ ἆθλον, παρέχουσα καὶ τοῖς χρωμένοις εὐδαιμονίαν καὶ τοῖς τούτων παισὶ καὶ ἐγγόνοις εὐπραγίας ἀναφαιρέτους.

πάλιν γε μὴν τοῖς τὴν ἱερὰν ἑβδόμην φυλάττουσι συμβαίνει περὶ δύο τὰ ἀναγκαιότατα ὠφελεῖσθαι, σῶμα καὶ ψυχήν, τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν.