De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

στοχασταὶ γὰρ πάντες οὗτοι πιθανῶν καὶ εἰκότων, ἄλλοτε ἄλλας ἀπὸ τῶν αὐτῶν φαντασίας λαμβάνοντες, διὰ τὸ μήτε τὰ ὑποκείμενα φύσιν ἔχειν πάγιον μήτε τὴν διάνοιαν ἀκριβῆ βάσανον περιπεποιῆσθαι, ᾗ βασανισθήσεται τὰ δόκιμα. παρασκευαὶ δὲ πάντα ταῦτ’ εἰσὶν ἀσεβείας· διὰ τί;

ὅτι ὁ προσέχων καὶ πειθόμενος αὐτοῖς ἀλογεῖ τοῦ πάντων αἰτίου μόνα ταῦθ’ ὑπολαμβάνων ἀγαθῶν εἶναι καὶ κακῶν αἴτια, καὶ οὐκ αἰσθάνεται τὰς τοῦ [*](1 ὥστ’] ὡς M 2 αὐτοῖς F, ἑαυτοῖς ΑΗ, om. M εἰς RMF: πρὸς AH (v) ἀπολείποντες RF: ἀπολιπόντες MAH (v) ἴενται codd. 3 χειροτμήτων M ἀλλ’ huc reduxi 4 καταστίζοντες] κατασκευάζοντες AH αὐτὰ RMF: αὐτὴν AH (v) 5 μονήν RMF: διαμονήν AH (v) ταῦτ’ M 6 ἀμαυροῦται RF: ἀμαυροῦνται ΜΑΗ (v) 7 μώσης ΑΗ 8 ἅπαξ ἀπάντων RF: ἁπάντων ἅπαξ M, om. AH σῴζειν] κτίζειν M 9 ἢν καὶ R: ἢν om. AH, καὶ om. MF ἐνχαράττειν M ἐνσφραγίζεσθαι RMAH: ἐνσφραγίζειν FL 2 (v) ποθῶν AH 10 ψευδεῖς δόξας RMF: ἀψευδεῖς δόξας καὶ τὰς ψευδεῖς AH (Turn.) αὐτῶν om. Turn. tit. περὶ οἰωνοσκόπων καὶ λοιπῶν add. mg M γ’ οὑν R, οὑν MF 12 τὴν μαντικήν Mang. οὐδεμιᾷ τῶν ἰδεῶν AH ἐᾷ χρῆσθαι] χρῆσθαι παραινεῖ H, χρᾶσθαι παραινεῖ Α 12. 13 κολακεύοντας αὐτὴν] ἐπακολουθοῦντας αὐτῇ coni. Mang., θεραπεύοντας vel τεχνιτεύοντας αὐτὴν conicio 13 ἰδίου scripsi: ἰδίας F, ἀϊδίου ceteri (v) 14 τερατοσκόπους, ἐπᾴδοντας om. M, ἐπᾴδοντας τερατοσκόπους transp. R κληδόσιν ἐπανέχοντας om. F 15 ἄλλας] ἀλλοίας F 17 περιπεποιῆσθαι RMF: περιποιεῖσθαι AH (Turn.) ; πεποιῆσθαι Mang. βασανισθήσεσθαι H 18 παρασκευασταὶ M δὲ om. M πάντα ταῦτ’ RM: ταῦτα πάντ’ F, ταῦτα πάντα Α, ταῦτα (om. πάντα) H (Turn.) 19 πυθόμενος F 1 ταῦτα M) [*](4 Lev. 19,28 13 Lev. 19,26.31. Deut. 18,10. 11.)

v.5.p.16
βίου φροντίδας ἐξάπτων ἀβεβαιοτάτων πεισμάτων, ὀρνίθων καὶ πτερῶν καὶ φορᾶς ἐν ἀέρι τῆς ὧδε κἀκεῖσε καὶ χαμαιζήλων ἑρπετῶν, ἃ τῶν φωλεῶν ἀνέρπει πρὸς ζήτησιν τροφῆς, ἔτι δὲ σπλάγχνων καὶ αἵματος καὶ νεκρῶν σωμάτων, ἃ στερόμενα ψυχῆς εὐθὺς ἐπισυμπίπτει καὶ συγχεῖται καὶ ἑτεροιούμενα τὰς οἰκείας φύσεις ἐξαλλάττει πρὸς τὴν χείρω μεταβολήν.

ἀξιοῖ γὰρ τὸν ἐγγραφόμενον τῇ κατὰ τοὺς νόμους πολιτείᾳ „τέλειον“ εἶναι, μὴ ἐν οἷς οἱ πολλοὶ πεπαιδοτρίβηνται, μαντείαις καὶ κλῃδόσι καὶ πιθαναῖς εἰκασίαις, ἀλλ’ ἐν τοῖς πρὸς θεὸν οὐδὲν ἔχουσιν ἐπαμφοτερίζον ἢ ἀμφίβολον ἀλλ’ ἀνενδοίαστον καὶ γυμνὴν ἀλήθειαν.

ἐπεὶ δὲ πᾶσιν ἀνθρώποις ἔρως τῆς τῶν μελλόντων ἐπιστήμης ἐνίδρυται καὶ διὰ τὸν ἔρωτα τοῦτον ἐπὶ θυτικὴν καὶ τὰ ἄλλα εἴδη τρέπονται μαντικῆς, ὡς δι’ αὐτῶν τὸ σαφὲς ἀνευρήσοντες, τὰ δ’ ἀσαφείας γέμει πολλῆς καὶ ἐξ ἑαυτῶν ἀεὶ διελέγχεται, τούτοις μὲν σφόδρα εὐτόνως ἐπακολουθεῖν ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως,

ἀλλά τις ἐπιφανεὶς ἐξαπιναίως προφήτης θεοφόρητος θεσπιεῖ καὶ προφητεύσει, λέγων μὲν οἰκεῖον οὐδέν — οὐδὲ γάρ, εἰ λέγει, δύναται καταλαβεῖν ὅ γε κατεχόμενος ὄντως καὶ ἐνθουσιῶν —, ὅσα δ’ ἐνηχεῖται, διελεύσεται καθάπερ ὑποβάλλοντος ἑτέρου· ἑρμηνεῖς γάρ εἰσιν οἱ προφῆται θεοῦ καταχρωμένου τοῖς ἐκείνων ὀργάνοις πρὸς δήλωσιν ὧν ἂν ἐθελήσῃ. ταῦτα καὶ τὰ τούτοις παραπλήσια περὶ τῆς τοῦ ἑνὸς θεοῦ καὶ ὄντως ὄντος ἐννοίας ὑπειπών, ὃν χρὴ τρόπον ἀπονέμειν αὐτῷ τὰς τιμὰς ἑξῆς ὑπογράφει.

[*](1 φορτίδας Α ἀβεβαιώτων ΑΗ 2 καὶ φορᾶς codd.: καὶ om. v τῆς ὧδε RMF: τῇδε AH (v) 3 αἵματος] ἥπατος coni. Mang. 4 ἃ om M στερόμενα RAH: στερούμενα F, ἐστερημένα F συμπίπτει F 4.5 καὶ συγχεῖται RM: τε καὶ σ. FAH (Turn.) 5 οἰκείας οἰκείας οἰκείους Mang. 6 τῇ] τῆς RM τοὺς om. AH πολιτείας RM 7 πεπαιδοτρίβηνται RMF: παιδοτριβοῦνται ΑΗ (v) 8 εἰκασίαις] ἱκεσίαις M ἀλλ’] ἄλλως δ’ ΑΗ (Turn.) 9 ἀμφιβάλλον ΑΗ 11 ἐπὶ θυτικὴν] καὶ τὴν ἐπιθυμίαν ΑΗ καὶ εἰς τὰ ἄλλα ΑΗ τἄλλα MF 12 ἀνευρήσοντες RA: ἀνερευνήσοντες MFH (v) δὲ ΑΗ αὐτῶν Μ 13 αἰεὶ M σφόδρ’ MF εὐτόνως] αὐτοὺς ΑΗ 14 ἀκλινῶς RAH coni. Mang.): ἀκένως M, ἀληθῶς FL 2 (v) 15 ἐξαπινέως M θεοφόρητος om. Α 16 εἰ λέγει] ἆ λέγει coui. Mang. 17 ὅσον AH 18 διεξελεύσεται F; διερμηνεύσεται νεύσει?) coni. Maug. post γὰρ add. ἀμφότεροι R 20 τὰ om. M 21 ὄντος ὄντως R 22 ἑξῆς RMF: ἐξ ἱερῶν AH (Turn.) υπογράφει: huc usque M)[*](6 Deut. 18,13 15 Deut. 18,15. 18.)
v.5.p.17

Τὸ μὲν ἀνωτάτω καὶ πρὸς ἀλήθειαν ἱερὸν θεοῦ νομίζειν τὸν σύμπαντα χρὴ κόσμον εἶναι, νεὼ μὲν ἔχοντα τὸ ἁγιώτατον τῆς τῶν ὄντων οὐσίας μέρος, οὐρανόν, ἀναθήματα δὲ τοὺς ἀστέρας, ἱερέας δὲ τοὺς ὑποδιακόνους αὐτοῦ τῶν δυνάμεων ἀγγέλους, ἀσωμάτους ψυχάς, οὐ κράματα ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, οἵας τὰς ἡμετέρας εἶναι συμβέβηκεν, ἀλλ’ ἐκτετμημένας τὸ ἄλογον, ὅλας δι’ ὅλων νοεράς, λογισμοὺς ἀκραιφνεῖς, μονάδι ὁμοιουμένας.

τὸ δὲ χειρόκμητον· ἔδει γὰρ ὁρμὰς ἀνθρώπων μὴ ἀνακόψαι φορὰς τὰς εἰς εὐσέβειαν συντελούντων καὶ θυσίαις βουλομένων ἢ ἐπὶ τοῖς συμβαίνουσιν ἀγαθοῖς εὐχαριστεῖν ἢ ἐφ’ οἷς ἂν ἁμαρτάνωσι συγγνώμην καὶ παραίτησιν αἰτεῖσθαι. προὐνόησε δ’ ὡς οὔτε πολλαχόθι οὔτ’ ἐν ταὐτῷ πολλὰ κατασκευασθήσεται ἱερά, δικαιώσας, ἐπειδὴ εἷς ἐστιν ὁ θεός, καὶ ἱερὸν ἓν εἶναι μόνον.

εἶτα τοῖς βουλομένοις ἐν ταῖς οἰκίαις αὐτῶν ἱερουργεῖν οὐκ ἐφίησιν, ἀλλ’ ἀνισταμένους ἀπὸ περάτων γῆς εἰς τοῦτ’ ἀφικνεῖσθαι κελεύει, ἅμα καὶ τῶν τρόπων ἀναγκαιοτάτην λαμβάνων βάσανον· ὁ γὰρ μὴ μέλλων θύειν εὐαγῶς οὐκ ἂν ὑπομείναι ποτὲ πατρίδα καὶ φίλους καὶ συγγενεῖς ἀπολιπὼν ξενιτεύειν, ἀλλ’ ἔοικεν ὑπὸ δυνατωτέρας ὁλκῆς ἀγόμενος τῆς πρὸς εὐσέβειαν ὑπομένειν τῶν συνηθεστάτων καὶ φιλτάτων ὥσπερ τινῶν ἡνωμένων μερῶν ἀπαρτᾶσθαι.

καὶ τοῦδε σαφεστάτη πίστις τὰ γινόμενα· μυρίοι γὰρ ἀπὸ [*](1 tit. περὶ ἱεροῦ RF: τοῦ αὐτοῦ περὶ μοναρχίας ἔτι Α, τοῦ αὐτοῦ φίλωνος ἱουδαίου μοναρχίας Η, περὶ μοναρχίας λόγος β΄, L (v) 3 χρὴ om. RF νεὼ RF: ναὸν ΑΗ, νεὼν L 2 (v) μὲν ἔχοντα om. AH; ἔχον coni. Mang. τὸ om. ΑΗ (Turn.) 4 pr. τοὺς om. ΑΗ 7 λογισμοὺς] λογικὰς F 2 8 μονάδι] μονὰς F 1, μονάσιν F 2 ὁμοιουμένας RG 2: ὁμοιουμένους F 1, ὡμοιωμένους AH (v) 9 φορὰς τὰς . . . συντελούντων] vel φόρους τοὺς . . . ὑποτελούντων vel φοραῖς ταῖς . . . συντεινόντων coni. Mang., φορὰς secl. Wendl. 10. 11 ἂν ἁμαρτάνωσι R: ἁμαρτάνουσι F, ἁμάρτωσι (om. ἄν) ΑΗ 11 δὲ ΑΗ 12 πολλαχόθεν ΑΗ 13 ἐπειδὴ] ἐπεὶ R ἐστιν ὁ θεὸς RF: ἐστι θεός ΑΗ (v) ἓν Γ’ (coni. Mang.): 0111. ΑΗ (v) 14 αὑτῶν V ἀφίησιν AH ἀνσταμένους post γῆς (15) transp. F 15 κελεύει om. AH 16 λαμβάνων ἀνακαιοτάτην transp. ΑΗ (v) ἐναγῶς Η 17 ὑπομεῖναι F (sic Mang.), ὑπομείνῃ ΑΗ (Turn.) ποτὲ om. ΑΗ (Turn.) 18 ἀλλὰ R 18. 19 ὑπομενεῖν Maug. 20 τοῦδε] τούτου F2 πίστις RF: πίστις ἐστὶ ΑΗ (v)) [*](11 sqq. Deut. 12,5 sqq. 13 cf. loseph. c. Ap. II §193 εἷς ναός ἑνὸς θεοῦ, φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον, κοινὸς ἀπάντων κοινοῦ θεοῦ ἁπάντων. Ant. Iud. IV § 200 ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς . . . καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω καὶ βωμὸς εἷς . . . ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν. cf. etiam § 203. 203. Pliilonis opera vol. V. 2)

v.5.p.18
μυρίων ὅσων πόλεων, οἱ μὲν διὰ γῆς, οἱ δὲ διὰ θαλάττης, ἐξ ἀνατολῆς καὶ δύσεως καὶ ἄρκτου καὶ μεσημβρίας καθ’ ἑκάστην ἑορτὴν εἰς τὸ ἱερὸν καταίρουσιν οἷά τινα κοινὸν ὑπόδρομον καὶ καταγωγὴν ἀσφαλῆ πολυπράγμονος καὶ ταραχωδεστάτου βίου, ζητοῦντες εὐδίαν εὑρεῖν καὶ φροντίδων ἀνεθέντες, αἷς ἐκ πρώτης ἡλικίας καταζεύγνυνται καὶ πιέζονται, βραχύν τινα διαπνεύσαντες χρόνον ἐν ἱλαραῖς διάγειν εὐθυμίαις·

ἐλπίδων τε χρηστῶν γεμισθέντες σχολάζουσι τὴν ἀναγκαιοτάτην σχολὴν ὁσιότητι καὶ τιμῇ θεοῦ, φιλίαν καὶ πρὸς τοὺς τέως ἀγνοουμένους συντιθέμενοι καὶ κρᾶσιν ἠθῶν ἐπὶ θυσιῶν καὶ σπονδῶν εἰς βεβαιοτάτην πίστιν ὁμονοίας ποιούμενοι.

Τούτου τοῦ ἱεροῦ ὁ μὲν ἐξωτάτω περίβολος καὶ μήκει καὶ πλάτει μέγιστος ὢν τέσσαρσι στοαῖς εἰς πολυτέλειαν ἠσκημέναις ὠχύρωται· διπλῆ δ’ ἐστὶν αὐτῶν ἑκάστη, ξύλων καὶ λίθων ὕλαις καὶ χορηγίαις ἀφθόνοις καὶ δημιουργῶν ἐμπειρίαις καὶ τῶν ἐφεστηκότων ἐπιμελείαις κατεσκευασμένη, τελειότατον ἔργον· οἱ δ’ εἴσω βραχύτεροι μέν, αὐστηροτέραν δ’ ἔχοντες τὴν κατασκευήν.

κατὰ δὲ τὸ μεσαίτατον αὐτὸς ὁ νεὼς παντὸς λόγου κρείττων, ὡς ἐκ τῶν φαινομένων ἔστι τεκμήρασθαι· τὰ γὰρ ἔνδον ἀόρατα παντί τῳ πλὴν ἑνὶ τῷ ἀρχιερεῖ, καὶ τούτῳ μέντοι, δι’ ἔτους ἐπιτετραμμένον ἅπαξ εἰσιέναι, πάντ’ ἐστὶν ἀθέατα· πυρεῖον γὰρ ἀνθράκων πλῆρες καὶ θυμιαμάτων εἰσκομίζει, πολλῆς δ’ ἀναδιδομένης ὡς εἰκὸς ἀτμίδος κατέχεται τἀν κύκλῳ πάντα καὶ ἡ ὄψις ἐπισκιάζεται [*](3 ἱππόδρομον A, ἱππόδρομον H 4 εὐδίαν] ἄδειαν AH 6 διαπνεύσαντες] διατρίψαντες F διάγοντες F 7 σχολάσωσι R (ut vid.) ἀναγκαιοτάτην] ἁγιωτάτην coui. Mang. 9 βεβαιοτάτην] βεβαίωσιν καὶ ΑΗ; βεβαιοτάτης coni. Mang. 11 ἐξώτατος AH 12 τέσσαρσι] τέτρασι ΑΗ 13 ἐστὶν αὐτῶν R: αὐτῶν ἐστιν FAH (v) l-l ἀφθόνοις καὶ δημιουργῶν ἐμπειρίαις oiu. F 15 κατεσκευασμένον AH αἱ . . . βραχύτεραι AH 15. 16 ἀστειοτέραν F2; σπουδαιότερος ἢ ἀτερπέστερος διὰ τὸ ἀποίκιλον mg F 16 ἔχουσαι AH 17 κρείσσων F φαινομένων RAH: περιφαινομένων F (v) 18 ἔνδον RF: ἐντὸς AH (Tuin.) τῳ om. ΑΗ ἑνὸς F 19 ἅπαξ εἰσιέναι] ἅπερ εἰσιόντι F ἀθέατα] ὁρατά F (Turn.) γὰρ RF: μὲν γὰρ AH (v) 20 πλῆρες om. F θυμιαμάτων RF: θυμιάματος ΑΗ (v) 21 ’ταν R, τἄν F: τὰ ἐν AH (v)) [*](18 cf. loseph. Ant. lud. XIV § 71 παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον· (72) παρῆλθεν γὰρ εἰς τό ἐντὸς ὁ Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἢν τοῖς ἄλλοις ἀνθρώποις ἡ μόνοις τοῖς ἀρχιερεῦσιν. 19 cf. Lev. 16,12. 13.)

v.5.p.19
καὶ ἀνακοπὴν ἴσχει πρόσω χωρεῖν ἀδυνατοῦσα.

μέγιστος δὲ ὢν καὶ ὑψηλότατος, καίτοι ἐν χθαμαλωτέρῳ κείμενος, τῶν περιμηκεστάτων ὀρῶν οὐδενὸς ἀποδεῖ. τὰ μὲν οὖν ἐν οἰκοδομίαις ὑπερβολὰς ἔχοντα περίβλεπτά τ’ ἐστὶ καὶ θαυμάζεται πρὸς τῶν ὁρώντων καὶ μάλιστα τῶν ἐπιφοιτώντων ξένων, οἳ συγκρίνοντες ταῖς οἰκιῶν δημοσίων κατασκευαῖς ἐκπλήττονται τό τε κάλλος ὁμοῦ καὶ τὴν πολυτέλειαν.

ἄλσος δὲ οὐδέν ἐστιν ἐν τῷ περιβόλῳ προστάξει νόμου, διὰ πολλά· πρῶτον μὲν ὅτι οὐχ ἡδονὴν καὶ τέρψιν εὐδιάγωγον ἐπιζητεῖ τὸ πρὸς ἀλήθειαν ἱερὸν ἀλλ’ αὐστηρὰν ἁγιστείαν· δεύτερον δ’ ὅτι τὰ συντείνοντα πρὸς τὴν τῶν δένδρων χλόην οὐ θέμις εἰσκομίζεσθαι, τὰ δ’ ἐστὶν ἀνθρώπων καὶ ζῴων ἀλόγων περιττώματα· τρίτον δ’ ὅτι τὰ μὲν τῆς ἀγρίας ὕλης πρὸς οὐδὲν ὄφελος, „ἄχθος” δ’ ὡς οἱ ποιηταί φασι „γῆς“, τὰ δὲ τῆς ἡμέρου, καρπῶν ἡμέρων οἰστικά, μεθέλξει τοὺς ὀλιγόφρονας ἀπὸ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος.

πρὸς δὲ τούτοις λάσια χωρία καὶ δρυμοὶ βαθεῖς κακούργων εἰσὶν ἐνδιαιτήματα τὴν ἐκ τοῦ συσκιάζεσθαι ποριζομένων ἀσφάλειαν καὶ τὰς ἐξ ἐνέδρας καθ’ ὧν ἂν ἐθελήσωσιν αἰφνιδίους ἐπιθέσεις. αἱ δ’ εὐρυχωρίαι καὶ τὸ ἀναπεπταμένον καὶ τὸ ἀνειμένον πάντῃ, μηδενὸς τὰς ὄψεις ἐμποδίζοντος, πρὸς τὴν τῶν εἰσιόντων καὶ ἐνδιατριβόντων ἀκριβῆ θέαν ἱερῷ πρεπωδέστατον.

Προσόδους δ’ ἔχει τὸ ἱερὸν οὐ μόνον ἀποτομὰς γῆς ἀλλὰ καὶ πολὺ μείζους ἑτέρας, αἳ μηδενὶ χρόνῳ φθαρήσονται· ἐφ’ ὅσον γὰρ τὸ ἀνθρώπων γένος διαμενεῖ — διαμενεῖ δ’ εἰς ἀεί —, καὶ αἱ πρόσοδοι τοῦ ἱεροῦ φυλαχθήσονται συνδιαιωνίζουσαι παντὶ τῷ κόσμῳ.

προστέτακται [*](1 δὲ om. F 1. 2 καὶ ὑψηλότατος ὢν transp. AH (v) 2 καίτοι scripsi: καὶ RAH (v), om. F, εἰ καὶ vel κἀν coni. Mang. 3 ἐν οἰκοδομίαις RF: οἰκοδομίας AH, οἰκοδομαῖς L2 (Turn.), ἐν οἰκοδομαῖς Mang. 4 τ’ ἐστὶ RF: τ’ om. AH (v) 5 ταῖς οἰκιῶν δημοσίων κατασκευαῖς R: ταῖς οἰκοδομαῖς τῶν δημοσίων οἰκιῶν καὶ κατασκευαῖς AH, τὰς οἴκοι δημοσίων κατασκευὰς F 6 τε om. AH δ’ F 7 διὰ πολλὰ ante προστάξει transp. F 8 ἀλλὰ AH 8. 9 ἀ(??)γιστείαν (λ. ι eras.) F 10 τάδ’ (Α ι (Mang.) ἀλόγων ζώων καὶ ἀνθρώπων transp. 12 δ’ om. F 16 τἀς RF: τοῦ AH (v) ; τὸ coni. Mang. ἐθελήσωσιν RF: ἐθέλωσιν AH (v) αἰφνιδίους αἰφνηδίους F) F) ἐπιθέσεις RF: AH (v) 17 τὸ ἀνειμένον R: τὸ om. FAH (v) ; καὶ τὸ ἀνειμένον om. L (Turn.) 19 ἱερῷ πρεπωδέστατον scripsi: ἱεροπρεπωδέστατον codd. (v) 21 μηδενὶ R, μηδ’ ἑνὶ F: οὐδενὶ ΑΗ (v) διαφθαρήσονται F 22 διαμένει, διαμένει δ’ εἰς ἀεὶ RF (διαμενεῖ scrispi): διαμένει δέ ἀεὶ AH, διαμενεῖ ἀεὶ v) [*](12 Hom. 11. Σ 104 ἄχθος ἀρούρης. cf. Plat. Theaet. 176d γῆς ἄχθη. Kaibel, Sophokles Elektra p. 265.)

v.5.p.20
γὰρ ἕκαστον ἀνὰ πᾶν ἔτος ἀπαρχὰς εἰσφέρειν ἀπὸ εἰκοσαετίας ἀρξάμενον. αἱ δ’ εἰσφοραὶ „λύτρα“ προσονομάζονται· διὸ καὶ προθυμότατα ποιοῦνται τὰς ἀπαρχάς, φαιδροὶ καὶ γεγηθότες, ὡς ἅμα τῇ καταθέσει μέλλοντες ἢ δουλείας ἀπαλλαγὴν ἢ νόσων ἄκεσιν εὑρίσκεσθαι καὶ βεβαιοτάτην ἐλευθερίαν ὁμοῦ καὶ σωτηρίαν εἰς ἅπαν καρποῦσθαι.

πολυανθρωποτάτου δ’ ἔθνους ὡς εἰκὸς καὶ τὰς ἀπαρχὰς ἀφθονωτάτας εἶναι συμβέβηκε· σχεδὸν γοῦν ἀνὰ πᾶσαν πόλιν ταμεῖα τῶν ἱερῶν χρημάτων ἐστίν, εἰς ἃ παραγινομένοις ἔθος ἀπάρχεσθαι· καὶ χρόνοις ὡρισμένοις ἱεροπομποὶ τῶν χρημάτων ἀριστίνδην ἐπικριθέντες, ἐξ ἑκάστης οἱ δοκιμώτατοι, χειροτονοῦνται, σώους τὰς ἐλπίδας ἑκάστων παραπέμψοντες· ἐν γὰρ ταῖς νομίμοις ἀπαρχαῖς αἱ τῶν εὐσεβούντων ἐλπίδες εἰσίν.

Φυλαὶ μέν εἰσι τοῦ ἔθνους δώδεκα, μία δ’ ἐκ πασῶν ἀριστίνδην ἐπικριθεῖσα ἱερᾶται, γέρας ἀνδραγαθίας καὶ φιλοθέου σπουδῆς τουτὶ λαβοῦσα, καθ’ ὃν καιρὸν ἔδοξεν ἡ πληθὺς ἁμαρτεῖν ἐπακολουθήσασα γνώμαις ἐνίων ἀγνώμοσιν, οἳ τὴν Αἰγυπτιακὴν ἔπεισαν ζηλοῦν ἠλιθιότητα καὶ τὸν ἐγχώριον τῦφον, ὃν ἐπ’ ἀλόγοις ζῴοις καὶ μάλιστα ταύροις μυθοπλαστοῦσι· τοὺς γὰρ ἡγεμόνας τῆς ἀπονοίας ἅπαντας ἡβηδὸν αὐτοκέλευστοι κατακτείναντες εὐαγὲς ἔδοξαν ἔργον εἰργάσθαι, τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας διαθλήσαντες.

[*](1 ἔκαστον RF: om. ΑΗ (Turn.) ἀπαρχὰς RF: ἀπαρχὴν AH (v) εἰκοσαετίας RF: εἰκοσαετοῦς ΑΗ (Turn.) ἀρξάμενον RF: ἀρξαμένους AH (v) 4 νόσον Η ἄκεσιν] ἄνεσιν F εὑρίσκεσθαι R(F1): εὑρίσκ(??) F, εὑρεῖν AH (v) 5 εἰς ἅπαν RF, εἰσάπαν AH: εἰς πάντα L (Turn.) 7 γοῦν] γὰρ οὖν F ταμεῖα RF: ταμιεῖον ΑΗ; ταμεῖον v 7. 8 παραγινομένοις RF: παραγενομένοις ΑΗ (v) 9 post χρημάτων add. εἰσὶν et pcst ἐπικριθέντες interpung. FN (v) post ἑκάστης add. δ’ F (v), δὲ N 10 σώους] σύννους Α παραπέμψοντες RF: ἐκπέμψοντες H, ἐκπέμψαντες A; παρεκπέμψοντες v ταῖς om. Turn. 11 εἰσίν om. FN εἰσὶ περὶ ἱερέων (sic) ΑΗ 12 tit. περὶ ἱερέων RF(AH) Arm 13 μέν RF: οὖν AH (v) 14 ἀποκριθεῖσα ΑΗ σπουδῆς RAH: ἀρετῆς Arm, ψυχῆς F (v) 15 ἔδοξεν] ἔτυχεν Arm ἁμαρτάνειν F 16 ἔπεισαν ζηλοῦν] ἐζήλουν Arm 18. 19 κτείναντες ΑΗ)[*](1 Exod. 30,12—16 8—11 N fol. 156r: καὶ χρόνοις—ἐλπίδες. 14 sqq. Exod. cap. 32.)
v.5.p.21

Νόμοι δὲ ἱερέων εἰσὶν οἵδε. παντελῆ καὶ ὁλόκληρον εἶναι τὸν ἱερέα προστέτακται, μηδεμίαν ἐν τῷ σώματι λώβην ἔχοντα, μήτε κατ’ ἔνδειαν ἐπιλείποντος ἢ ἀκρωτηριασθέντος μέρους μήτε κατὰ πλεονασμὸν ἅμα τῇ γενέσει περιττεύσαντος ἢ ὕστερον ἐκ νόσου προσφύντος μήτε τῆς χρόας μεταβαλούσης εἰς λέπραν ἢ λειχῆνας ἀγρίους ἢ μυρμηκίας ἤ τινας ἄλλας ἐξανθημάτων ἐκφύσεις· ἅ μοι δοκεῖ πάντα σύμβολα τῆς περὶ ψυχὴν εἶναι τελειότητος.