De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ γὰρ τὸ φύσει θνητὸν σῶμα τοῦ ἱερέως ἐπισκεπτέον, ἵνα περὶ μηδὲν ἀτύχημα κηραίνῃ, πολὺ πλέον ψυχὴν τὴν ἀθάνατον, ἥν φασι τυπωθῆναι κατὰ τὴν εἰκόνα τοῦ ὄντος· λόγος δ’ ἐστὶν εἰκὼν θεοῦ, δι’ οὗ σύμπας ὁ κόσμος ἐδημιουργεῖτο.

Μετὰ δὲ τὴν ἐξ εὐπατριδῶν εὐγένειαν καὶ παντέλειαν τὴν ἔν τε σώμασι καὶ ψυχαῖς περὶ ἐσθῆτος, ἣν ἀναλαμβάνειν χρὴ τὸν ἱερέα μέλλοντα λειτουργεῖν τὰς ἱερὰς λειτουργίας, νενομοθέτηται.

ἡ δ’ ἐσθής ἐστι χιτὼν λινοῦς καὶ περίζωμα, τὸ μὲν εἰς αἰδοίων σκέπην, ἃ μὴ πρὸς τῷ θυσιαστηρίῳ γυμνοῦσθαι θέμις, ὁ δὲ χιτὼν ἕνεκα τῆς πρὸς τὴν ὑπηρεσίαν ὀξύτητος· ἀνείμονες γὰρ ἐν μόνοις χιτωνίσκοις τά τε ἱερεῖα καὶ τὰς εὐχὰς καὶ τὰς σπονδὰς καὶ ὅσα ἄλλα θυσίαις χρήσιμα προσάγουσιν εἰς ἀνυπέρθετον τάχος ἠσκημένοι.

τῷ δ’ ἀρχιερεῖ διείρηται μὲν τὴν παραπλησίαν [*](1 δ’ F 3 ἐπιλείποντος] ἐπιλήπτου AH ἢ RF: καὶ ΑΗ (Τurn.), ἢ καὶ Arm μήτε αὖ Arm 4 προσφύντος F: προσφυέντος RAH (v) 5 μεταβαλλούσης Η, μεταλαβούσης F1 6 ἐκφύσεις] φύσεις F Vind. σύμβολον F Vind. 7 εἶναι post σύμβολον (6) transp. F Vind. 8 ἀτύχημα om. D πολὺ] πολλῶ Vind. 8. 9 ἥν φασι om. D 9 φασι] φασι δεῖν Arm post τυπωθῆναι add. δεῖ D λόγος] νοῦς ΑΗ δὲ ΑΗ θεοῦ εἰκὼν transp. R 11 εὐπατριδῶν] εὐγενῶν AH τε RF: τοῖς AH (v) 12 ψυχαῖς RF: ψυχὴ AH (Turn.) καὶ περὶ ἐσθῆτος Arm 13 νενομοθέτηται om. F Arm. 14. 15 τῷ θυσιαστηρίῳ] βωμοὺς F 15 χιτὼν om. ΑΗ Arm τὴν om. F 16 καὶ τὰς (εὐχὰς?) R: om. FAH (v) 17 ὅσα R: ὅσ’ FAH θυσίαις χρήσιμα RF: χρήσιμα θυσίαις ΑΗ (v) 18 διήρηται H) [*](1 sqq. Lev. 21,17—21. cf. loseph. Ant. lud. lll § 278 1—6 Vind. hist gr. 67 fol. 56r: περὶ ἱερέως (sic): — χρὴ τοίνυν τὸν ἱερέα ἐν μηδενὶ λειπόμενον εἶναι, ἀλλ’ ὁλόκληρον καὶ ἄρτιον ὁρᾶσθαί τε καὶ γνωρίζεσθαι, μηδὲ μίαν ἐν τῷ σώματι λώβην ἔχοντα, μὴ τὰ μόρια ἐκτεμημένον, μὴ τὴν βάσιν ἐπίχολον, μήτε μὴν ἐπὶ προσώπου ἐξανθήσεις ἐρυθρὰς ἡ μελαίνας ἢ λιχῆνας ἥ μυρμηκίας ἡ τινας ἄλλας ἐξανθημάτων φύσεις ἐχέτω. 6—9 Vind. hist. gr. 67 fol. 60r: εἰ γάρ τὸ φύσει θνητὸν σῶμα τοῦ ἱερέως προεπισκοπεῖν χρή, ἵνα περὶ μηδὲν ἀτύχημα κηραίνῃ, μηδέ τινας ἐξανθημάτων φύσεις κεκτῆσθαι, ἅ μοι δοκεῖ πάντα σύμβολον εἶναι τῆς περὶ ψυχὴν τελειότητος, πολλῷ πλέον ψυχὴν τὴν ἀθάνατον, ἥν φασι τυπωθῆναι κατά τὴν εἰκόνα τοῦ ὄντως λόγου θεοῦ. 7—10 DR fol. 175r Φίλωνος: εἰ τὸ φύσει—ἐδημιουργεῖτο. 13 sqq. Exod. cap. 28. cf. De vita Mos. II § 109 sqq. cf. etiam Aristeae epist. § 9698.)

v.5.p.22
ἐσθῆτα ἀναλαμβάνειν, ἡνίκα ἂν εἰς τὰ ἄδυτα ἐπιθυμιάσων εἰσίῃ, διὰ τὸ τὴν ὀθόνην ἐκ μηδενὸς τῶν ἀποθνῃσκόντων ὥσπερ τὰ ἔρια γεννᾶσθαι, προστέτακται δὲ καὶ ἑτέρᾳ χρῆσθαι πάνυ ποικίλην ἐχούσῃ κατασκευήν, ὡς ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου δοκεῖν εἶναι. σαφὴς δὲ πίστις ἡ κατασκευή.

πρῶτον μὲν γὰρ ἔνδυμα περιφερές ἐστιν, ὅλον δι’ ὅλων ὑακίνθινον, ποδήρης χιτών, ἀέρος σύμβολον, ἐπειδήπερ ὁ ἀὴρ καὶ φύσει μέλας ἐστὶ καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην τόπων ταθεὶς ἄχρι τῶν κατωτάτω γῆς μυχῶν.

εἶθ’ ὕφασμα θωρακοειδὲς ἐπὶ τούτῳ, σύμβολον οὐρανοῦ· δύο τε γὰρ ἐπὶ τῶν ἀκρωμίων λίθοι σμαράγδου τῆς τιμαλφεστάτης ὕλης εἰσίν, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν, εἷς ἑκατέρωθεν, περιφερεῖς, δείγματα τῶν ἡμισφαιρίων, ὧν τὸ μὲν ὑπὲρ γῆν τὸ δ’ ὑπὸ γῆν ἐστιν.

εἶτα πρὸς τοῖς στέρνοις δώδεκα λίθοι πολυτελεῖς τὰς χρόας διαφέροντες, ἐκ τριῶν τεταγμένοι τετραστοιχεί, πρὸς παράδειγμα τοῦ ζῳδιακοῦ τυπωθέντες· καὶ γὰρ ἐκεῖνος ἐκ δώδεκα συνεστὼς ζῳδίων τὰς ἐτησίους τέτταρας ὥρας ἀποτελεῖ τρία νείμας εἰς ἑκάστην.

σύμπας δ’ ὁ τόπος καλεῖται λογεῖον ἐτύμως, ἐπειδὴ τὰ ἐν οὐρανῷ πάντα λόγοις καὶ ἀναλογίαις δεδημιούργηται καὶ συντέτακται· τῶν γὰρ ἐκεῖ τὸ παράπαν ἄλογον οὐδέν. ἐπὶ δὲ τοῦ λογείου διττὰ ὑφάσματα καταποικίλλει προσαγορεύων τὸ μὲν δήλωσιν, τὸ δὲ ἀλήθειαν.

αἰνίττεται δὲ διὰ μὲν τῆς ἀληθείας, ὅτι οὐρανοῦ τὸ παράπαν ψεῦδος ἐπιβαίνειν οὐ θεμιτόν, ἀλλὰ τοῦθ’ ἅπαν εἰς τὸν περίγειον πεφυγάδευται χῶρον ψυχαῖς ἐναγῶν ἀνθρώπων εἰσοικιζόμενον, διὰ δὲ τῆς δηλώσεως, ὅτι αἱ κατ’ οὐρανὸν φύσεις ἕκαστα δηλοῦσι τῶν παρ’ ἡμῖν, ἃ καθ’ αὑτὰ πάντως ἂν ἦν ἄγνωστα.

σημεῖον δ’ ἐναργέστατον· εἰ μὴ φῶς, ἡλίου ἥλιος, ἀνέλαμψε, πῶς ἂν αἱ τῶν σωμάτων [*](1 ἐσθῆτ’ F ἡνίκα ἀν’] ὅταν F εἰς τὰ ἄδυτα om. F 2 ἔρια] ἱερεῖα ΑΗ 3 κεχρῆσθαι ΑΗ (Turn.) 4 ὡς—κατασκευὴ (5) om. ΑΗ μίμημα R: μίμημά τι F (v) 5 δι’ ὅλων] διόλου ΑΗ 6 ὑακίνθῳ AH 7 μετὰ Mang. : κατὰ codd. 9 ἐπὶ τοῦτο Η ἀκρωμίων] ἄκρων μόνων F, ἀκρώμων mg F2 10 σμαράγδου RF Arm: σμάραγδοι AH (V) ὕλης AH: om. KF Arm εἰσίν] ἐστίν F εἷς] εἰς A, εἷς om. Αrm. 11 περιφερεῖς φερεῖς R (Arm?): περιφερής F (v), περιφερές AH δεῖγμα AH (Turn.) 12 δὲ AH ἐστί post ὑπὲρ γῆν (11) transp. AH 13 τετραστοιχεί RF: τετραστοίχων Α, τετραστίχων Η 13. 14 τοῦ ζωδιακοῦ AH: τὸ ζωδιακὸν F, τὸν ζωδιακὸν R (ut vid.) 15 τρία] τρεῖς AH 16 λογεῖον] λόγιον F 18 λογίου H, λόγου F1 προσαγορεῦον V 19 δ’ F 20 τοῦθ’ τοῦτ᾿ F1) ἅπαν RF: τοῦτο πᾶν AH (Turn.) 21 εἰς τὸ ... χωρίον F ἐναγῶν RF: ἀναγώγων AH; ἐξάγων v 23 ἄν om. ΑΗ 24 ἡλίου ἥλιος scripsi (cf. § 284): ἡλίου R (ut vid.) Αrm, ἥλιος F, ἥλιος δ’ ΑΗ (v) ; ἡλιῶδες coni. Mang. vel ἥλιος διανέλαμψεν)

v.5.p.23
ἀμύθητοι ποιότητες διεφάνησαν, πῶς δ’ ἂν αἱ πολύμορφοι τῶν χρωμάτων καὶ σχημάτων ἰδέαι; ἡμέρας δὲ καὶ νύκτας μῆνάς τε καὶ ἐνιαυτοὺς καὶ συνόλως χρόνον τίς ἀνέδειξεν ὅτι μὴ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων αἱ ἐναρμόνιοι καὶ παντὸς λόγου κρείττους περιφοραί;

τίς δὲ τὴν ἀριθμοῦ φύσιν εἰ μὴ τὰ λεχθέντα κατὰ τὰς τῶν μερῶν τοῦ χρόνου συνθέσεις; τίς δὲ τὰς ἐν θαλάσσῃ καὶ τοσούτοις πελάγεσιν ὁδοὺς ἀνέτεμε καὶ διέδειξε πλωτῆρσιν εἰ μὴ αἱ τῶν ἀστέρων στροφαὶ καὶ περίοδοι;

σοφοὶ δ’ ἄνδρες καὶ μυρία ἄλλα παρατηρήσαντες ἀνέγραψαν, ἐκ τῶν οὐρανίων σημειωσάμενοι νηνεμίας καὶ βίας πνευμάτων, φορὰς καὶ ἀφορίας καρπῶν, ἀνειμένα καὶ φλογωδέστατα θέρη, χειμῶνας ἐξαισίους καὶ ἐαρίζοντας, αὐχμοὺς καὶ ἐπομβρίας, εὐγονίας ζῴων καὶ φυτῶν καὶ τοὐναντίον ἑκατέρων ἀγονίας | καὶ ὅσα τοιουτότροπα· πάντων γὰρ ἐστηλίτευται τῶν ἐπὶ γῆς ἐν οὐρανῷ τὰ σημεῖα.

πρὸς δὲ τοῖς κατωτάτω μέρεσι τοῦ ποδήρους ἀπῃώρηνται χρυσοῖ ῥοΐσκοι κώδωνές τε καὶ ἄνθινα· τὰ δ’ ἐστὶ σύμβολα γῆς καὶ ὕδατος, γῆς μὲν τὰ ἄνθινα, παρόσον βλαστάνει καὶ ἀνθεῖ πάντα ἐκ ταύτης, ὕδατος δὲ οἱ ῥοΐσκοι λεχθέντες ἐτύμως παρὰ τὴν ῥύσιν, τὴν δ’ ἁρμονίαν καὶ συμφωνίαν καὶ συνήχησιν τῶν τοῦ κόσμου μερῶν οἱ κώδωνες ἐμφαίνουσιν.

εὖ δ’ ἔχει καὶ ἡ θέσις· ἀνωτάτω μέν, ἐν ᾧ οἱ λίθοι, τὸ καλούμενον περιστήθιον, οὐρανοῦ μίμημα, διότι καὶ ὁ οὐρανὸς ἀνωτάτω, ὁ δὲ ποδήρης ὑπ’ αὐτῷ, ὅλος δι’ ὅλων ὑακίνθινος, ἐπειδὴ καὶ ὁ ἀὴρ μέλας ὢν τὴν μετ’ οὐρανὸν δευτέραν τάξιν κεκλήρωται, τὰ δ’ ἄνθινα καὶ οἱ ῥοΐσκοι πρὸς τοῖς ἐσχάτοις, διότι γῆ καὶ ὕδωρ τὴν κατωτάτω τοῦ παντὸς μοῖραν ἔλαχον.

ἥδ’ ἐστὶν ἡ τῆς ἱερᾶς ἐσθῆτος κατασκευή, μίμημα τοῦ παντός, θαυμάσιον ἔργον καὶ ὀφθῆναι καὶ νοηθῆναι· [*](1. 2 χρωμάτων καὶ om. Η 2 στημάτων καὶ σκιῶν Arm δὲ R: τε F, om. ΑΗ 4 αἱ om, H (Turn.) καὶ om. Η · .5 εἰ R: ὅτι FAH (v) μερῶν] ἡμερῶν F 6 θαλάττῃ V 7 διέδειξε R: ἔδειξε F, ἀνέδειξε ΑΗ (v) 8 ἄλλα RF: ἄλλ’ ἄττα AH (v) ἀνέγραψαν F: ἀνεγράψαντο RAH (v) 9 οὐρανῶν F βίας πνευμάτων, φορὰς scripsi: βιαίας πνευμάτων φορὰς F, πνευμάτων βιαίας φορὰς R, πνεύματα βίαια καὶ φορὰς AH, πνευμάτων βίας φορὰς L2 (v) 10 ἀνειμένα RF Arm: καὶ ἀνειμένα ΑΗ (v) 10. 11 ἀερίζοντας ΑΗ 11. 12 καὶ τοὐναντίον ἑκατέρων ἀγονίας om. F Arm 13 κατωτάτω RF: κάτω ΑΗ (v) 14 ἀπαιώρηνται F1 χρυσοῖ RF: χρύσεοι AH (v) ἀνθινά F (v) τάδ’ Mang. 15 ἀνθινά F (v) 16 οἱ om. F 17 συμφωνίαν] συμφώνησιν AH 18 μὲν γὰρ Arm οἱ om. F 20 ὑπ’ αὐτῶ RAH: ὑπ’ αὐτὸ F (Mang.) δι’ ὅλων RF: δι’ ὅλου ΑΗ (v) 21 μετ’ οὐρανὸν RF: μετὰ τὸν οὐρανὸν Α (v), μετὰ τῶν οὐρανῶν Η τάξιν δευτέραν transp. H (v) κεκλήρωται] τετίμηται FL2 (v) ; νενέμηται coni. Mang. 22 ἀνθινὰ F (v) οἱ om. F 22. 23 κατωτάτω] κάτω AH 23 ἤδ’] ὧδ’ ΑΗ ἡ om. F ἔστι δ’ ἡ Arm)

v.5.p.24
καὶ γὰρ ὄψιν ἔχει καταπληκτικωτάτην οἵαν οὐδὲν ὕφασμα τῶν παρ’ ἡμῖν ἕνεκα ποικιλίας ὁμοῦ καὶ πολυτελείας καὶ νόησιν τὴν περὶ τῶν αὐτῆς μερῶν φιλόσοφον.

βούλεται γὰρ τὸν ἀρχιερέα πρῶτον μὲν εἰκόνα τοῦ παντὸς ἔχειν ἐμφανῆ περὶ ἑαυτόν, ἵν’ ἐκ τῆς συνεχοῦς θέας ἄξιον παρέχῃ τὸν ἴδιον βίον τῆς τῶν ὅλων φύσεως, ἔπειθ’ ὅπως ἐν ταῖς ἱερουργίαις συλλειτουργῇ πᾶς ὁ κόσμος αὐτῷ· πρεπωδέστατον δὲ τὸ τὸν ἱερώμενον τῷ τοῦ κόσμου πατρὶ καὶ τὸν υἱόν, τὸ πᾶν, ἐπάγεσθαι πρὸς θεραπείαν τοῦ δεδημιουργηκότος καὶ γεγεννηκότος.

ἔστι δὲ καὶ τρίτον τι τῆς ἱερᾶς ἐσθῆτος σύμβολον ἀναγκαῖον μὴ ἡσυχασθῆναι· τῶν μὲν γὰρ ἄλλων οἱ ἱερεῖς ὑπὲρ οἰκείων καὶ φίλων καὶ πολιτῶν αὐτὸ μόνον εἰώθασι τάς τε εὐχὰς καὶ θυσίας ἐπιτελεῖν, ὁ δὲ τῶν Ἰουδαίων ἀρχιερεὺς οὐ μόνον ὑπὲρ ἅπαντος ἀνθρώπων γένους ἀλλὰ καὶ ὑπὲρ τῶν τῆς φύσεως μερῶν, γῆς, ὕδατος, ἀέρος, πυρός, τάς τε εὐχὰς καὶ τὰς εὐχαριστίας ποιεῖται, τὸν κόσμον, ὅπερ ἐστὶ ταῖς ἀληθείαις, ἑαυτοῦ πατρίδα εἶναι νομίζων, ὑπὲρ ἧς ἱκεσίαις καὶ λιταῖς εἴωθεν ἐξευμενίζεσθαι τὸν ἡγεμόνα ποτνιώμενος τῆς ἐπιεικοῦς καὶ ἵλεω φύσεως αὐτοῦ μεταδιδόναι τῷ γενομένῳ.

Ταῦθ’ ὑπειπὼν προσνομοθετεῖ κελεύων τὸν προσιόντα τῷ βωμῷ καὶ ψαύοντα θυσιῶν, ἐν ᾧ χρόνῳ τέτακται τὰς ἱερὰς λειτουργίας ἐπιτελεῖν, μήτ’ οἶνον μήτε τι ἄλλο μέθυσμα πίνειν, τεττάρων ἕνεκα τῶν ἀναγκαιοτάτων, ὄκνου καὶ λήθης καὶ ὕπνου καὶ ἀφροσύνης.

ἄκρατος γὰρ τὰς μὲν [*](1 οἵαν R Arm: οἷον F, καὶ οἵαν AH (v) 2 νόησιν—(3) ἀρχιερέα] νόησις περὶ τῶν αὐτῶν μερῶν φιλοσοφίας γίνεται τῷ ἀρχιερεῖ Arm αὐτῆς] αὐτῶν F 5 ἔπειθ’ RF: ἔπειτα AH 6 συλλειτουργεῖ Η δὲ] γὰρ F τὸ RAH: om. F (v) ἱερωμένον codd. (v) 7 ’τον υἱόν, τὸ πᾶν scripsi: τὸν υἱὸν F Arm (v), τὸ πᾶν RAH 8 δε(δημιουρ)γηκότος καὶ γεγεννηκότος R: δεδημιουργηκότος ΑΗ, γεγεννηκότος F Arm (V) ἔστι] ἔτι F τρίτον τι RF: τι om. ΑΗ (v) ἱερᾶς om. F 9 γὰρ om. F 10 τε R: τ’ ΑΗ, om. F 11 Ἰουδαίων] ἱερέων Arm 12 ἀνθρώπου F 13 πυρὸς RF Arm: καὶ πυρός AH (v) τ’ ΑΗ 13. 14 καὶ τὸν κόσμον R, τόν τε κόσμον Arm 14 ἑαυτοῦ πατρίδα εἶναι RF: πατρίδα εἶναι ἑαυτοῦ ΑΗ (Turn.) 15 ἐξευμενίζεσθαι RF: ἐξευμενίζειν AH (v) 16 αὑτοῦ H (v) 17 ταῦτα προειπὼν Arm βωμῷ] θυσιαστηρίω AH 19 μήτ’ RF Vind.: μὴ AH (v) ἄλλο om. RF πίνειν μέθυσμα transp. ΑΗ (v) τεσσάρων Vind. 20 καὶ ante ὕπνου om. H (Turn).) [*](17 sqq. Lev. 10,9. Ezech. 44,21. Ioseph. Ant. Iud. III § 279 19—25,10 Vind. hist. gr. 67 fol. 58v τοῦ αὐτοῦ περὶ ἱερωσύνης: (οὔτε κληρωτοὺς οὔτε ἐκ γένους οὔτε ἐξ ἑνὸς ψήφου βούλεται ὁ νόμος τοὺς ἱερεῖς εἶναι, ἀλλ’ ὃν τὸ πλῆθος ἕλοιτο· καὶ γὰρ ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν τοιούτων γινόμενος ἔπαινος· ἀλλὰ) δεῖ τὸν ἱερέα τὸν μέλλοντα εἰς τὰ ἄδυτα εἰσιέναι μήτ’ οἶνον πίνειν μήτε μὴν μέθυσμα, τεσσάρων ἕνεκα τῶν ἀναγκαιοτάτων — ἐμπόδιός ἐστιν.)

v.5.p.25
τοῦ σώματος δυνάμεις ἀνιεὶς δυσκινητότερα τὰ μέλη ποιεῖ καὶ ὀκνηροτέρους ἀπεργάζεται καὶ βίᾳ καταδαρθάνειν ἀναγκάζει, τοὺς δὲ τῆς ψυχῆς τόνους ἐπιχαλῶν λήθης ὁμοῦ καὶ ἀφροσύνης αἴτιος γίνεται· νήφοντος δὲ τά τε μέρη τοῦ σώματος ἐπελαφριζόμενα εὐκινητότερα αἵ τε αἰσθήσεις καθαρώτεραι καὶ εἱλικρινέστεραι ὅ τε νοῦς ὀξυωπέστερος, ὡς καὶ προϊδέσθαι πράγματα δύνασθαι καὶ ἃ πρότερον εἶδεν ἀπομνημονεῦσαι.

συνόλως μὲν οὖν τὴν οἴνου χρῆσιν ἅπασι τοῖς κατὰ τὸν βίον ἀλυσιτελεστάτην ὑποληπτέον, ψυχῆς πιεζομένης, αἰσθήσεων ἀμαυρουμένων, βαρυνομένου σώματος — ἐλεύθερον γὰρ καὶ ἄφετον οὐδὲν ἐᾷ τῶν παρ’ ἡμῖν, ἀλλ’ ἑκάστῳ πρὸς ὃ πέφυκεν ἐμπόδιός ἐστιν —, ἐν δὲ ταῖς ἁγιστείαις καὶ ἱερουργίαις τὸ βλάβος ἀργαλεώτερον, ὅσῳ καὶ τὸ περὶ θεὸν ἐξαμαρτεῖν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. ὅθεν εἰκότως προστέτακται νηφαλίους θύειν, „εἰς διαστολὴν καὶ διάκρισιν ἁγίων καὶ βεβήλων καὶ καθαρῶν καὶ ἀκαθάρτων“ καὶ νομίμων καὶ παρανόμων.